- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:171.14-172.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了亚里士多德的论证(997b34),解释了几何学与天文学的对象是通过抽离而得而非可感觉的量度,并通过论证可感觉事物只是灵魂内在理则的不完满摹本,对亚里士多德的反驳进行了回应。
" Ἀλλὰ μὴν οὐδὲ τῶν αἰσθητῶν ἂν εἴη μεγεθῶν." Ὃ λέγει τοῦτό ἐστιν, ὅτι οὐδὲ τῶν αἰσθητῶν μεγεθῶν ἐστιν ἡ γεωμετρία. εἰ γὰρ περὶ τὰ αἰσθητὰ μεγέθη κατεγίνετο, φανερὸν ὅτι οὐκ 〈ἂν〉 εἶχεν ἀκρίβειαν λέγουσα ὅτι εὐθεῖα κύκλου κατὰ ἓν σημεῖον ἅπτεται· αἰσθητῶς γὰρ οὐχ ἅπτεται κατὰ ἓν σημεῖον, ἀλλὰ κατὰ πλείονα. ὥστε ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν λαμβάνει τὰ εἴδη ἡ γεωμετρία, καὶ οὕτως αὐτὰ ἀκριβῶς πολυπραγμονεῖ. καὶ δῆλον ὅτι οὐκ ἔχει περὶ διανοητά, ὥς φασιν, ἀλλὰ περὶ τὰ ἐξ ἀφαιρέσεως. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· φαμὲν δὲ ἡμεῖς πρὸς αὐτὸν ὅτι ὡς ἔχει τὸ γνωστὸν πρὸς τὸ γνωστόν, οὕτως ἔχει καὶ ἡ γνῶσις πρὸς τὴν γνῶσιν. εἰ τοίνυν τὰ μὲν αἰσθητὰ πρωτουργὰ ὑπάρχουσι, τὰ δὲ ἐξ ἀφαιρέσεως ἐκ τῶν αἰσθητῶν τὸ εἶναι ἔχουσι, κρεῖττον δὲ τὸ παράδειγμα τῆς εἰκόνος, φανερὸν ὅτι καὶ αἱ αἰσθήσεις ὡς πρωτουργοὶ κρείττονες ἔσονται τῶν ἐξ ἀφαιρέσεως· ὥστε καὶ ἡ γνῶσις κρείττων ἔσται ἡ καταγινομένη περὶ τὰ αἰσθητὰ τῆς καταγινομένης περὶ τὰ ἐξ ἀφαιρέσεως· καὶ οὕτως κρείττων ἔσται γεωδαισία γεωμετρίας, ὅπερ προφανῶς ἄτοπον. ὅτι γὰρ ἔχομεν τοὺς λόγους τῶν πραγμάτων ἐν ἑαυτοῖς καὶ οὐκ ἐκ τῶν αἰσθητῶν, δῆλον ἐκ τοῦ καταγινώσκειν ἡμᾶς πάντων τῶν αἰσθητῶν,1 καὶ τοῦ κύκλου τοῦ αἰσθητοῦ καὶ τῶν ἄλλων ὁμοίως ἁπάντων τῶν αἰσθητῶν· εἰ δὲ ἦσαν παραδείγματα τὰ αἰσθητά, οὐκ ἂν ποτε αὐτῶν κατέγνωμεν. ἐφεξῆς οὖν δείκνυσιν ὡς ὅτι οὐδὲ ἡ ἀστρολογία περὶ αἰσθητῶν λέγει, οἷον περὶ τοῦδε τοῦ οὐρανοῦ καὶ τῶνδε τῶν ἄστρων· ἀδύνατον γὰρ τὸν περὶ αἰσθητῶν διαλεγόμενον ἀκριβῶς διαλεχθῆναι· ἀλλὰ δῆλον ὡς ὅτι ἐξ ἀφαιρέσεως. ὁμοίως δὲ καὶ ἐπὶ γραμμῶν· οὔτε γὰρ αἱ αἰσθηταὶ γραμμαὶ τοιαῦται ὑπάρχουσιν οἵας λέγει ὁ γεωμέτρης· οὐδὲν γὰρ εὐθὺ τῶν αἰσθητῶν οὕτως οὐδὲ στρογγύλον. ὁ γὰρ κύκλος ὁ αἰσθητὸς τοῦ κανόνος καὶ τοῦ αἰσθητοῦ ἐπιπέδου οὐ κατὰ στιγμὴν ἅπτεται, καθάπερ φησὶν ὁ γεωμέτρης, ἀλλ’ ὡς Πρωταγόρας ἔλεγεν ἐλέγχων τοὺς γεωμέτρας. ἔφερε γὰρ κανόνα καὶ προσῆπτε τῷ κύκλῳ καὶ ἐδείκνυεν ὅτι οὐ κατὰ ἓν σημεῖον γίνεται ἡ ἁφή, ἀγνοῶν καὶ αὐτὸς ὅτι μὴ περὶ τούτων ὁ λόγος αὐτοῖς, ἀλλὰ περὶ τῶν ἐξ ἀφαιρέσεως. ἀλλ’ οὐδὲ αὐτοῦ τοῦ οὐρανοῦ αἵ τε κύκλῳ γινόμεναι καὶ αἱ κατὰ ἕλικας τοιαῦται, ὁποίας λαμβάνει ὁ ἀστρολόγος2 * * * καὶ τὴν ἕλικα καὶ τὸν κύκλον ἅ ἐστι μήκη ἀπλατῆ, καὶ ἐπὶ τούτων τὰς κινήσεις ὑποτίθεται· οὐδὲν δὲ ἔστιν ἐν τοῖς αἰσθητοῖς μῆκος ἄνευ πλάτους λαμβάνειν, 〈ἀλλὰ〉 δῆλον ὅτι ἐξ ἀφαιρέσεως λαμβάνει. καὶ πάλιν λαμβάνει σημεῖον ἀντὶ ἄστρου, λέγων ὅτι ἔστιν τὸ σημεῖον ἀστήρ, ὅπερ οὐκ ἔστιν· οὐχ ὅτι κἀκεῖνα ἔχουσι τὰ οὐράνια ἀλλ’ ὅτι αἰσθητῶς ἡμεῖς οὐ δυνάμεθα αὐτὰ ἑρμηνεῦσαι.
“然而它诚然也不可能是关于可感觉量度的。” 他所说的是这个意思:几何学也不是关于可感觉量度的。因为如果它致力于可感觉量度,显然在断言直线在一个点上与圆相切时,[几何学]就不会具有精确性;因为在感觉上,它并不是在一个点上相切,而是在多个点上。因此,几何学通过从可感觉事物中抽离而获取形式,并以此方式精确地探究它们。显然,它并不是像他们所主张的那样关于推度理智之物,而是关于通过抽离而得之物。这些就是亚里士多德的主张。但我们反驳他说,正如可知对象相对于可知对象那样,知识相对于知识也是如此。因此,如果可感觉事物是首要起作用的原因,而通过抽离而得之物是从可感觉事物中获取存在,且范型优于摹本,那么显然感觉作为首要起作用者也将优于通过抽离而得者;从而致力于可感觉事物的知识也将优于致力于通过抽离而得之物的知识;这样一来测地术就将优于几何学,而这显然是荒谬的。因为我们是在自身之中拥有诸事物的理则而非从可感觉事物中获得的,这一点从我们判定一切可感觉事物皆为欠缺——无论对于可感觉的圆还是对于所有其他可感觉事物皆同样如此——就清晰可见了;如果可感觉事物是范型,我们就绝不会判定它们欠缺了。因此接下来他指出,天文学谈论的也不是可感觉事物,比如这个天和这些星辰;因为讨论可感觉事物的人是不可能精确地进行讨论的;相反,显然它是关于通过抽离而得之物的。关于线的情况同样如此;因为可感觉的线并不像几何学家所说的那样;在可感觉事物中没有任何东西是这样笔直或圆润的。因为可感觉的圆并不像几何学家所说的那样在一个点上与直尺和可感觉的平面相切,而是如同普罗泰戈拉在驳斥几何学家时所说的那样。因为他拿来直尺接触圆,并指出接触并非发生在一个单点上——他自己也没有意识到他们的论说并不是关于这些[可感觉事物],而是关于通过抽离而得之物的。而且,天本身的圆周运动和沿螺旋的运动也不是天文学家所设定的那样……螺旋和圆是没有宽度的长度,天文学家正是基于这些假设了诸运动;可是在可感觉事物中根本不可能获取没有宽度的长度,显然他是通过抽离来获取它们的。此外,他又用点代替星辰,说点就是星辰,而事实并非如此;这并不是因为天上的事物具有这些[几何学]属性,而是因为我们在感觉上无法解释它们。
- 3.44ἐκ τοῦ καταγινώσκειν ἡμᾶς πάντων τῶν αἰσθητῶν
καταγινώσκω 源自法律术语,接属格补足语(πάντων τῶν αἰσθητῶν),意为“判定……有缺陷/有罪”或“贬低/指责”。在此处表示依据几何学或理知标准判定可感觉事物存在欠缺与不足。
- 3.44ἀλλ’ οὐδὲ αὐτοῦ τοῦ οὐρανοῦ αἵ τε κύκλῳ γινόμεναι καὶ αἱ κατὰ ἕλικας τοιαῦται, ὁποίας λαμβάνει ὁ ἀστρολόγος
阴性分词及短语 αἵ τε κύκλῳ γινόμεναι 与 αἱ κατὰ ἕλικας 在语境中省略了名词 κινήσεις(运动)。谓语需补入系词 τοιαῦταί [εἰσιν],其后文本存在脱落(lacuna),上下文旨在说明天体实际的运动与天文学家所设定的严格几何轨迹之间的差异。
