- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:170.17-171.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐释了亚里士多德反对中间数学实体的论证(该论证通过测地术与几何学的类比推导出荒谬的中间医学),并通过主张灵魂和创世主中存在医学理则来对此进行反驳。
" Ἀπορήσειε δ’ ἄν τις καὶ παρὰ ποῖα τῶν ὄντων1 δεῖ ζητεῖν ταύτας τὰς ἐπιστήμας." Ἐντεῦθεν πάλιν ἀπορῶν ἕτερον ἔγκλημα ἐπιφέρει τοῖς ὑποτιθεμένοις εἶναι διανοητὰς οὐσίας αὐτὰς καθ’ αὑτὰς ὑπαρχούσας. φησὶν οὖν ὅτι ἡ γεωδαισία περὶ τὰ αἰσθητὰ καταγίνεται· διὰ τοῦτο γὰρ καὶ γεωδαισία λέγεται, παρὰ τοὺς δασμοὺς τῆς γῆς· ἡ μέντοι γεωμετρία οὐ περὶ αἰσθητῶν διαλέγεται, ἀλλὰ περὶ τῶν ἐξ ἀφαιρέσεως. ἐπεὶ οὖν ἡ γεωδαισία περὶ αἰσθητὰ καταγίνεται, ταῦτα δὲ τὰ αἰσθητὰ φθαρτὰ ὑπάρχουσι, δῆλον ὡς ὅτι φθειρομένων τῶν αἰσθητῶν καὶ ἡ ἐπιστήμη ἡ ἔχουσα περὶ αὐτὰ φθείρεται. λέγομεν τοίνυν ἡμεῖς ὅτι εἰ μὲν περὶ ἓν αἰσθητὸν εἴη ἡ γεωδαισία καὶ ὡς ἐν ὑποκειμένῳ ἐθεωρεῖτο ἡ γεωδαισία, εὖ ἂν εἶχεν· ἐπειδὴ δὲ οὐκ ἔχει περὶ ἕν, ἀλλὰ κἂν τοῦτο φθαρῇ τὸ αἰσθητόν, φανερὸν ὅτι σῴζεται ἕτερον, οὐ δεῖ λέγειν ὅτι συμφθείρεται ἡ ἐπιστήμη. τοῦτο οὖν φησιν ὅτι ἄξιόν ἐστιν ἀπορίας· ἐπεὶ ἔλεγον τὰς μαθηματικὰς ἐπιστήμας 〈περὶ τὰ〉 μεταξὺ εἶναι τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν, ζητεῖ παρὰ τίνα τῶν αἰσθητῶν ἐστι τὰ μεταξὺ ταῦτα, περὶ ἃ αἱ μαθηματικαί. ὡς γάρ, φησίν, ἔχει ἡ γεωδαισία πρὸς τὴν γεωμετρίαν,2 οὐδενὶ ἄλλῳ διαφέρουσαν τῆς γεωδαισίας ἢ τῷ ταύτην μὲν περὶ τὰ αἰσθητὰ εἶναι καὶ τὰ τούτων μέτρα, εὑρεθεῖσαν ἐν Αἰγύπτῳ διὰ τὴν χρείαν τῆς κατὰ τὴν χώραν διαιρέσεως τῷ τοὺς φθάσαντας ὅρους συγχεῖσθαι ὑπὸ τῆς τοῦ Νείλου ἀναβάσεως, τὴν δὲ γεωμετρίαν μὴ περὶ τὰ αἰσθητὰ εἶναι, ἀλλὰ περὶ τὰ νοητὰ τὰ μεταξύ, εἶναι δὲ ἄλλην τὴν περὶ τὰς τούτων ἰδέας, ὡς οὖν ἐπὶ τῆς γεωδαισίας καὶ γεωμετρίας, οὕτως τις ἀξιώσει καὶ ἐπὶ ἰατρικῆς καὶ ἔσται τις ἰατρικὴ ἀνάλογος οὖσα τῇ γεωμετρίᾳ μεταξὺ ὑπάρχουσα, καὶ πάλιν ἄλλη ἰατρικὴ αἰσθητή, καὶ ἄλλη ἰατρικὴ νοητή. καίτοι πῶς τοῦτο δυνατὸν ὑπάρχειν; καὶ γὰρ ἡ ὑγεία ἐπὶ σωμάτων θεωρεῖται ἐχόντων συμμετρίαν καὶ σύνθεσιν τοιάνδε· οὐ δυνατὸν δὲ ταύτην θεωρεῖσθαι καὶ ἐπὶ διανοητῶν οὔτε ἐπὶ νοητῶν. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης. φαμὲν δὲ πρὸς αὐτὸν ὅτι ἔστι καὶ διανοητὴ ἰατρική, αὐτὸς ὁ λόγος ὁ τῆς ἰατρικῆς ὑπάρχων ἐν τῇ ἡμετέρᾳ ψυχῇ, ἔστι δὲ καὶ νοητὴ ἰατρική, ὁ λόγος ὁ παρὰ τῷ δημιουργῷ, φησί, καθ’ ὃν λόγον ἐστὶν ὁ κόσμος, ὥς φησιν, ἄνοσος καὶ ἀγήρως. ἅμα δὲ οὐδὲ τοῦτο ἀληθὲς ὑπάρχει, ὡς ὅτι ἡ γεωδαισία τῶν αἰσθητῶν ἐστι μεγεθῶν καὶ φθαρτῶν· ἐφθείρετο γὰρ ἂν φθειρομένων. πῶς δὲ οὐ φθείρεται, εἴρηται.
“人们还可能会质疑,在何种存在物之旁应当寻求这些科学。” 从这里开始,他再次提出疑难,对那些假定存在着自身独立自存的推度理智实体的人提出了另一项指责。于是他说,测地术是致力于可感觉事物的;因为正是由于这个缘故,它被称为测地术,源自对土地的分配。然而几何学讨论的并不是可感觉事物,而是通过抽离而得的事物。因此,既然测地术致力于可感觉事物,而这些可感觉事物又是可毁灭的,那么显然,当可感觉事物毁灭时,关于它们的科学也随之毁灭。于是我们说,如果测地术是关于单个可感觉事物的,并且测地术被视为处于基底之中,那么这种说法是成立的;但既然它不是关于单个事物的,而且即使这个可感觉事物毁灭了,显然另一个仍被保存下来,所以不应当说该科学也一同毁灭。因此他说,这确实值得疑难:既然他们曾经主张数学科学是关于处于可感觉事物与理念之间的中间物的,他就探究这些数学科学所研讨的中间物究竟存在于哪些可感觉事物之旁。他说,因为正如测地术相对于几何学那样——几何学与测地术在别无他处有所不同,仅仅在于测地术是关于可感觉事物及其度量的,它之所以在埃及被发明,是因为尼罗河泛滥混淆了原先的边界,从而产生了划分土地的需要;而几何学不是关于可感觉事物的,而是关于中间的可理知事物的,且另有一种关于这些几何学对象的理念的科学——正如在测地术与几何学上如此,同样地,人们在医学上也必将提出这样的要求,于是将存在某种与几何学类似、作为中间物存在的医学,此外又存在另一种可感觉的医学,以及另一种可理知的医学。然而这怎么可能成立呢?因为健康是在具有如此这般的均称与构成的物体中被考察的;但无论在推度理智之物中还是在可理知之物中,考察这种健康都是不可能的。这些就是亚里士多德的主张。但我们反驳他说,推度理智的医学也是存在的,它就是存在于我们灵魂之中的医学理则本身;此外可理知的医学也是存在的,他说,它是居于创世主那里的理则,正是依据这一理则,宇宙才如他所说的那样是“不生病且不衰老的”。同时,认为测地术是关于可感觉且可毁灭的量度这一说法也是不真实的;因为如果是这样,在量度毁灭时测地术也就会毁灭了。但它为何不毁灭,前面已经说明了。
- 3.43παρὰ ποῖα τῶν ὄντων
介词 παρά 支配宾格 ποῖα τῶν ὄντων,兼具“在……之旁”与“在……之外”的含义。它引出了针对柏拉图派所假定的“中间实体”究竟应当置于哪些可感觉存在物之旁的批判性疑问。
- 3.43ὡς γάρ, φησίν, ἔχει ἡ γεωδαισία πρὸς τὴν γεωμετρίαν
整个长句是由 ὡς ... ἔχει ... ὡς οὖν ... οὕτως τις ἀξιώσει 构成的呼应句式。在由 ὡς γάρ 引导的比较从句之后,插入了由分词 οὐδενὶ ἄλλῳ διαφέρουσαν 直至 ἰδέας 的长篇同位语说明,解释了几何学与测地术的区别。随后通过 ὡς οὖν ἐπὶ τῆς γεωδαισίας καὶ γεωμετρίας 对前半部分进行总结复述,最终引出主句 οὕτως τις ἀξιώσει(“人们也将同样要求”)。
