← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§169.17-170.16

光学与和声学对象及中间感觉的推论

针对亚里士多德讨论在光学与和声学对象上设立中间实体的疑难处(997b20),阿斯克勒庇俄斯通过区分灵魂内的理则与可理知的和谐进行阐释,同时梳理了其反驳逻辑:若承认非可感觉的可见或可闻对象,就必然被迫设立中间的感觉与动物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.42

" Ὁμοίως δὲ καὶ περὶ ὧν ἡ ὀπτικὴ πραγματεύεται." Φησίν ὅτι καὶ ἡ ὀπτικὴ τῶν μαθηματικῶν ἐστιν ἐπιστημῶν· ὥστε ἔσται οὐ μόνον αἰσθητὴ ὄψις ἀλλὰ καὶ διανοητὴ καὶ νοητή. πῶς δὲ δυνατόν ἐστιν ὑποθέσθαι ὄψιν διανοητὴν ἤγουν αἰσθητήν; φαμὲν οὖν πρὸς τοῦτο ὅπερ αὐτὸς ὁ Ἀριστοτέλης φησὶν ἐν τοῖς Μετεώροις, ὅτι οἱ ἐπὶ σμικρὸν βλέποντες * * * τῷ ὄντι γάρ ἐστι καὶ αἰσθητὴ ὄψις καθ’ ἣν ὁρῶμεν, ἔστι δὲ καὶ νοητή, καθ’ ἣν φαμεν ‘νοῦς ὁρῇ καὶ νοῦς ἀκούει’· ἄνευ γὰρ νοῦ οὐδὲ τῶν αἰσθητῶν γίνεται ἀντίληψις. ἔστιν οὖν ὁ λόγος ὁ δημιουργικὸς ὁ καὶ εἰς τὸ εἶναι παράγων τὴν ὄψιν, ἔστι δὲ καὶ ὁ λόγος τῆς ὀπτικῆς αἰσθήσεως, καθ’ ἣν πολυπραγμονοῦμεν πῶς ὁρᾷ ὁ ὀφθαλμός. πάλιν τῶν μαθηματικῶν ἐστι καὶ ἡ ἁρμονική. ἔστιν οὖν καὶ αἰσθητὴ ἁρμονική, ἔστι δὲ καὶ διανοητὴ οἱ λόγοι τῆς ἀφράστου ἁρμονίας ἧς ἔχομεν ἐν τῇ ἡμετέρᾳ ψυχῇ· ἔστι δὲ καὶ νοητὴ ἁρμονία, καθ’ ἣν ἐδημιουργήθη καὶ εἰς συναφὴν ἄκραν συνῆλθον τὰ στοιχεῖα ὑπὸ τῆς ἀφράστου καὶ ἐνθέου ἑνώσεως. λέγεται δὲ πάλιν ἁρμονία νοητὴ καὶ ἐπιστροφὴ τῶν νῶν τῶν κινούντων τὰς οὐρανίας σφαίρας πρὸς τὴν μίαν τῶν πάντων ἀρχήν. φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι ἀδύνατον εἶναι καὶ ταῦτα τὰ ἁρμονικὰ παρὰ τὰ αἰσθητὰ διὰ τὰς αὐτὰς αἰτίας, ἐπεὶ οὕτως συμβήσεται τὸ αὐτὸ καὶ κινούμενον καὶ ἀκίνητον, καθάπερ ἐπὶ τοῦ οὐρανοῦ εἴρηται, ὅπερ ἐστὶν ἀδύνατον. εἰ γάρ ἔστιν αἰσθητὰ μεταξὺ καὶ αἰσθήσεις, δῆλον 〈ὅτι〉 καὶ ζῷα ἔσονται μεταξὺ αὐτῶν τε τῶν νοητῶν καὶ τῶν αἰσθητῶν, ἅτινά ἐστι φθαρτά. φαμὲν οὖν ὅτι ὁμολογουμένως ὑπάρχουσι ζῷα, τουτέστιν ὁ λόγος τῶν ζῴων ἐν τῇ ἡμετέρᾳ ψυχῇ. ὁ αὐτὸς οὖν λόγος, φησί, καὶ περὶ τῆς ὀπτικῆς καὶ περὶ ὧν αὕτη πραγματεύεται, καὶ περὶ τῆς ἁρμονικῆς τῆς μαθηματικῆς· αὕτη δέ ἐστιν οὐχ ᾗ τὰς χορδὰς ἁρμόζομεν (αὕτη γὰρ δοκεῖ αὐτοῖς περὶ τὰ αἰσθητὰ εἶναι), ἀλλὰ ἡ δεικνῦσα ἐν τίνι λόγῳ ἀριθμῶν ἐστιν ἑκάστη συμφωνία· αὕτη γὰρ ἡ μαθηματική, ἥτις δηλονότι περὶ τὰ μαθηματικὰ ἔσται. πᾶσαι γὰρ αὗται μαθηματικαὶ οὖσαι ἕξουσί τινας οὐσίας μαθηματικὰς ὑποκειμένας, μεταξὺ οὔσας τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν. πῶς δὲ οἷόν τε ὁρατὰ εἶναί τινα μὴ αἰσθητά, περὶ ἃ ἡ ὀπτική, ἢ ἀκουστὰ μὴ αἰσθητά, περὶ ἃ ἡ ἁρμονική; τὸ γὰρ ὀπτικῇ εἶναι τὸ περὶ ὁρατῶν λέγειν καὶ τὸ ἁρμονικῇ τὸ περὶ ἀκουστῶν.1 τούτῳ γὰρ ἀκολουθήσει καὶ αἰσθήσεις τινὰς μεταξὺ λέγειν καὶ ἄλλας τινὰς παρὰ ταύτας, δι’ ὧν ἡ ἀντίληψις ἐκείνων τῶν μεταξύ. εἰ δὲ ὅτι αἰσθήσεις,2 δῆλον ὅτι καὶ ζῷα τὰ τὰς αἰσθήσεις ἐκείνας ἔχοντα, μεταξὺ ὄντα αὐτῶν τε τῶν ζῴων, τουτέστι τῶν ἰδεῶν, καὶ τῶν φθαρτῶν· οὐ γὰρ δὴ αἰσθήσεις οἷόν τε ἄνευ ζῴων εἶναι.

“关于光学所研讨的事物也是同样如此。” 他说,光学也属于数学科学;因此将不仅存在可感觉的视觉,而且还存在推度理智的视觉和可理知的视觉。然而,怎么可能假定一种推度理智的、即[非]可感觉的视觉呢?于是我们对此说道:正是亚里士多德自己在《天象论》中所说的那样,即看微小事物的人们……因为事实上既存在着我们依之观看的可感觉的视觉,也存在着可理知的视觉,根据这种视觉我们说“理智在看,理智在听”;因为没有理智,甚至连对可感觉事物的感知也不会产生。因此,既存在着将视觉引入存在的创生性理则,也存在着视感觉的理则,依此理则我们探究眼睛是如何观看的。再者,和声学也属于数学科学。因此,既存在可感觉的和声学,也存在推度理智的和声学,即我们在自己灵魂中所具有的不可名状的和谐的诸理则;而且还存在可理知的和谐,诸元素依之被创制并通过不可名状且神圣的联合而汇聚为极致的结合。此外,推动天球的诸理智向万物之单一始基的回归,也被称为可理知的和谐。因此亚里士多德说,由于同样的原因,这些和声对象在可感觉事物之外存在也是不可能的,因为这样一来就会出现同一事物既运动又不动的情况,正如同关于天所说的那样,而这是不可能的。因为如果存在着中间的可感觉事物与感觉,那么显而易见,在可理知事物自身与可感觉事物(它们是可毁灭的)之间也必将存在中间的动物。于是我们说,无可争议地存在着动物,即存在于我们灵魂中的动物之理则。因此他说,关于光学及其所研讨的事物,以及关于数学的和声学,道理也是相同的。而这并不是指我们用以调弦的那种和声学(因为在他们看来这是关于可感觉事物的),而是指指明每种协和音处于何种数之比例之中的那种和声学;因为这才是数学的和声学,显然它是关于数学对象的。因为所有这些学问既然是数学科学,就都将具有作为基础的某些数学实体,这些实体处于可感觉事物与理念之间。然而,怎么可能存在某些光学所关于的非可感觉的可见之物,或和声学所关于的非可感觉的可闻之物呢?因为光学的本质就是论述可见之物,和声学的本质就是论述可闻之物。因为随之而来的必然是还要主张某些中间的感觉,以及在这些感觉之外的另外某些感觉,通过它们来实现对那些中间对象的感知。如果存在感觉,那么显而易见,也必将存在拥有那些感觉的动物,它们处于动物自身(即理念)与可毁灭的动物之间;因为没有动物,感觉无论如何也是不可能存在的。

语法注2 条
  1. 3.42τὸ γὰρ ὀπτικῇ εἶναι τὸ περὶ ὁρατῶν λέγειν καὶ τὸ ἁρμονικῇ τὸ περὶ ἀκουστῶν

    带与格的 τὸ ... εἶναι 是表达本质的典型亚里士多德式句构(“……的本质”)。在此处,τὸ ὀπτικῇ εἶναι(光学的本质)与 τὸ ἁρμονικῇ εἶναι(和声学的本质)分别充当主语,带有冠词的不定词短语 τὸ περὶ ὁρατῶν λέγειν 与 τὸ περὶ ἀκουστῶν [λέγειν] 则作为其表语。

  2. 3.42εἰ δὲ ὅτι αἰσθήσεις

    这是主句 δῆλον ὅτι... 之前极为紧缩的条件从句。结合上文必须主张中间感觉的论述,此处的动词被省略,理解为 εἰ δὲ [ἔσονται] αἰσθήσεις(“如果存在感觉”)或“如果[声称]有感觉的话”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:169.17-170.16