- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:168.19-169.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《形而上学》997b12中对设立介于形相与可感觉实体之间的数学实体的批评——特别是天文学对象的天体既必须作为天而运动又必须作为数学对象而不动的疑难——阿斯克勒庇俄斯通过区分三层天(感觉的、作为灵魂中理则的推度理智的、创世主中的可理知的)予以回应,并阐明了亚里士多德的反驳理路。
" Ἔτι δὲ εἴ τις παρὰ τὰ εἴδη καὶ τὰ αἰσθητὰ τὰ μεταξὺ θήσεται, πολλὰς ἀπορίας ἕξει." Φησὶν ὅτι πολλὰς ἀπορίας ἕξει ὁ ὑποτιθέμενος παρὰ τὰς νοητὰς οὐσίας καὶ τὰς αἰσθητὰς πάλιν ἄλλας οὐσίας, φημὶ δὴ τὰς μεταξύ, τουτέστι τὰς διανοητάς· πρὸς αὐτὰς γὰρ νῦν διαμάχεται. φανερὸν ὡς ὅτι1 ἔσονται καὶ γραμμαὶ διανοηταὶ καὶ αἰσθηταὶ καὶ νοηταὶ καὶ ἕκαστον τῶν ἄλλων γενῶν. ἐπεὶ οὖν ἡ ἀστρονομία τῶν μαθηματικῶν ἐστιν ἐπιστημῶν, αἱ δὲ μαθηματικαί, ὡς ἀνωτέρω εἰρήκαμεν, καταγίνονται περὶ τὰ διανοητά, δῆλον ὅτι ἔσται τις καὶ οὐρανὸς παρὰ τὸν αἰσθητὸν οὐρανόν, ἕτερος οὐρανὸς διανοητὸς καὶ ἥλιος καὶ σελήνη καὶ τὰ ἄλλα ὁμοίως τὰ κατὰ τὸν οὐρανόν. πῶς δὲ δυνατόν ἐστι τοῖς τοιούτοις λόγοις πιστεύειν; καθὸ μὲν γάρ ἐστιν οὐρανός, δεῖ αὐτὸν κινεῖσθαι, καθὸ δὲ διανοητός, ἔσται ἀκίνητος· ὥστε ὁ αὐτὸς καὶ κινούμενος καὶ ἀκίνητος, ὅπερ ἐστὶν ἀδύνατον. λέγομεν τοίνυν πρὸς τοῦτο ὅτι καὶ αἰσθητός ἐστιν οὐρανὸς ὁ φαινόμενος καὶ διανοητὸς ὁ λόγος τοῦ οὐρανοῦ ὁ ἐν τῇ ψυχῇ ἡμῶν ὑπάρχων· οὗτος δὲ ἀκίνητός ἐστι λόγος ὑπάρχων. ἔτι δὲ καὶ νοητὸς οὐρανὸς ὁ λόγος ὁ ἐν τῷ δημιουργῷ, καθ’ ὃν προήχθη ἐξ αὐτοῦ· ὁμοίως δὲ καὶ ἐπὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἁπάντων. εἰ οὖν ἔστι τις γραμμὴ κατ’ αὐτοὺς παρὰ τὴν αἰσθητὴν καὶ τὴν ἰδέαν ἡ μαθηματική, περὶ ἣν ἡ γεωμετρία καταγίνεται, οὕτως ἕξει καὶ ἐπὶ τῶν ἄλλων, δηλονότι τῶν μαθηματικῶν· πάντες γὰρ οἱ μαθηματικοὶ λέγουσί τινας μεταξὺ φύσεις, περὶ ὧν θεωροῦσιν. ἐπεὶ οὖν ἔστιν [ἡ] μαθηματικὴ καὶ ἡ ἀστρονομία, οὖσα περὶ τε οὐρανοῦ καὶ ἡλίου2 καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, ἔσται καὶ τούτων ἕκαστον μεταξὺ τῶν τε αἰσθητῶν, οὐρανοῦ καὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, καὶ τῶν ἰδεῶν, περὶ ὧν ὁ μαθηματικὸς ἀστρονόμος λέγει. πῶς δὲ οἷόν τε εἶναί τινα ἥλιον μαθηματικὸν μὴ κινούμενον, ἢ κόσμον ἢ τινα τῶν ἄλλων ἄστρων; ἡ γὰρ οὐσία καὶ ἡ φύσις τούτων μετὰ τῆς τοιᾶσδε κινήσεως· οἱ δέ φασι τὰ μαθηματικὰ ἀκίνητα εἶναι. ἄτοπον οὖν τὸ λέγειν αὐτὰ κινούμενα καὶ οὐκ αἰσθητά· ἀδύνατον δὲ κινεῖσθαι τὸ μὴ ὑπάρχον ἔνυλον καὶ αἰσθητὸν τῇ αὑτοῦ φύσει. διό φησι καίτοι πῶς δεῖ πιστεῦσαι τούτοις; οὐδὲ γὰρ ἀκίνητον εὔλογον εἶναι3 (λέγει τὸν οὐρανόν), κινούμενον δὲ ὑποθέσθαι αὐτὸν παντελῶς ἀδύνατον ὑπάρχει, εἴ γε ἄυλον αὐτὸν λέγουσιν.
“此外,若有人在形相与可感觉事物之外设立中间事物,他将遇到诸多疑难。” 他说,在可理知的实体与可感觉的实体之外又设定其他实体——我正是指中间事物,即推度理智的实体——的人,将遇到诸多疑难;因为他现在所争辩的正是针对这些实体。显而易见,推度理智的线、可感觉的线与可理知的线都将存在,其他各类事物也各自如此。既然天文学属于数学科学,而正如我们在前面所说,数学科学致力于研究推度理智的事物,那么显然,在可感觉的天之外,还将存在某种推度理智的另一个天、太阳、月亮以及天上的其他类似事物。然而,怎能相信这种说法呢?因为就它是天而言,它必须运动,而就它是推度理智之物而言,它将是不动的;以至于同一个事物既运动又不动,而这是不可能的。于是我们对此说道:既有显现着的可感觉的天,也有作为存在于我们灵魂之中的天的理则的推度理智的天;而这后者作为理则存在,乃是不动的。此外,还有作为在创世主之中的理则、〔天〕依之由他产出的那个理则的可理知的天;对于太阳、月亮和所有其他事物也是同样如此。因此,若根据他们的说法,在可感觉的线和理念之外存在着某种几何学所致力于研究的数学的线,那么对于其他事物,显然即数学对象,情况也是如此;因为所有的数学家都谈论着他们所考察的某些中间本性。既然天文学也是一门致力于研究天、太阳、月亮及其他星辰的数学科学,那么数学天文学家所谈论的这些事物中的每一者,也将处于可感觉事物(天、太阳、月亮及其他星辰)与理念之间。然而,怎么可能存在某种不运动的数学的太阳、宇宙或任何其他星辰呢?因为这些事物的实体和本性是伴随着这种运动的;但他们却说数学对象是不动的。因此,说它们运动却非可感觉的,乃是荒谬的;因为在自身本性上不作为具质料且可感觉而存在的事物,是不可能运动的。因此他说,然而怎能相信这些说法呢?因为它是非运动的固然不合情理(他是指天),但假定它是运动的又完全是不可能的,如果他们确实说它是非质料的话。
- 3.41φανερὸν ὡς ὅτι
在 φανερόν 之后,连接词 ὡς 与 ὅτι 发生了叠用。这种叠用是后古典期及晚期希腊语的典型现象,在句法上二者合为一个引出从句的连词,构成由主句谓语 φανερόν 所统辖的名词性从句(“显而易见……”)。
- 3.41οὔσης περὶ τε οὐρανοῦ καὶ ἡλίου
分词 οὖσα 是修饰主语 ἡ ἀστρονομία 的附带性分词(具有因果或说明意义),介词 περί 支配属格 τε οὐρανοῦ καὶ ἡλίου...,界定了天文学所探讨的对象。
- 3.41οὐδὲ γὰρ ἀκίνητον εὔλογον εἶναι
非人称句式 εὔλογόν [ἐστιν] 统辖一个带不定式的宾格结构。不定式 εἶναι 的逻辑主语由注疏者自己在其后紧接着补充为宾格 τὸν οὐρανόν(“他是指天”),谓语形容词 ἀκίνητον 则与这一被补充的宾格主语在性、数、格上一致。
