- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:167.24-168.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯申明柏拉图的本意是在神与灵魂中设定创世理则以作辩护,继而注疏亚里士多德的论证,即把理念当作只是被赋予永恒性的可感觉事物会导致何种荒谬。
ὁ μέντοι γε Πλάτων, ὡς πολλάκις εἴρηται, οὐ τοῦτο ὑποτίθεται, ἀλλὰ λόγους δημιουργικοὺς εἶναι παρὰ τῷ θεῷ τοῦ ἀνθρώπου καὶ πάντων τῶν γινομένων· καὶ τοῦ οὐρανοῦ λόγος ὑγείας,1 εἴ γε μέλλει διατελεῖν ἀγήρως καὶ ἄνοσος, καὶ τῶν ἄλλων ἁπάντων. εἰ γὰρ ὁ ἰατρὸς ἔχει λόγους ἐν ἑαυτῷ ὑγείας, πολλῷ μᾶλλον καὶ ὁ θεὸς ἔχει λόγον ὧν παράγει. ὁμοίως δὲ καὶ αἱ ψυχαὶ ἔχουσιν ἐν ἑαυταῖς τοὺς λόγους τῶν πραγμάτων, εἴ γε αὐτός φησιν ὁ Ἀριστοτέλης ‘εὖ γε οἱ τὴν ψυχὴν εἰρηκότες τόπον εἰδῶν’, καὶ ὅτι ὁ κατ’ ἐνέργειαν νοῦς τὰ πράγματα. ὥστε καὶ νοηταὶ οὐσίαι ὑπάρχουσιν οἱ λόγοι οἱ παρὰ τῷ δημιουργῷ καὶ διανοηταὶ οἱ λόγοι οἱ ἐν τῇ ψυχῇ· οὐκέτι μέντοι γε αὐτοΐππος καὶ βοῦς καὶ τὰ τοιαῦτα αὐτὰ καθ’ αὑτὰ ἐν ὑποστάσει ὄντα, ὥσπερ καὶ τὰ αἰσθητά. τίνες οὖν αἱ πολλαὶ δυσκολίαι, εἰρήκαμεν ἐν τῷ πρώτῳ. τὸ δὲ παρὰ τὰς ἐν τῷ οὐρανῷ λέγει ἀντὶ τοῦ παρὰ τὰς ἐν τῷ κόσμῳ καὶ αἰσθητάς (οὐρανὸν γὰρ τὸν κόσμον λέγει) καὶ ἐν τόπῳ οὔσας καὶ φύσει συνεστώσας. φησὶν οὖν ὅτι πολλῶν ὄντων ἀτόπων τῶν ἑπομένων τῷ περὶ τῶν ἰδεῶν δόγματι (καὶ γὰρ τίς ἡ ὑπόστασις αὐτῶν ἄτοπον, πότερον ἡ οὐσία, καὶ τίς ὁ τῆς μεθέξεως τρόπος, καὶ ὅσα εἴρηται ἐν τῷ μείζονι Α) οὐδενὸς 〈ἧττον〉 ἄτοπον εἶναι καὶ ὃ νῦν τίθησιν ὡς ἑπόμενον αὐτοῖς. λέγουσι μὲν γὰρ εἶναί τινας φύσεις παρὰ τὰς αἰσθητὰς καὶ φύσει συνεστώσας ταύτας, ἃς δὴ ἰδέας λέγουσι, ταύτας δὲ τὰς φύσεις τὰς αὐτὰς τίθενται τοῖς αἰσθητοῖς καὶ ἐν τῷ οὐρανῷ οὖσι, μόνῳ τῷ ἀϊδίους εἶναι τῶν αἰσθητῶν διαφερούσας. ὅτι δὲ ἕπεται τῷ δόγματι, ἐπιστώσατο ἐκ τοῦ παρ’ αὐτῶν λεγομένου· αὐτὸ γὰρ ἄνθρωπόν φασιν εἶναι καὶ αὐτοΐππον καὶ αὐτοϋγείαν, ἄλλο δὲ οὐδὲν λέγουσι περὶ αὐτῶν. εἰ δὲ ἔστι κἀκεῖνα ἄνθρωποι καὶ ἵπποι, τῷ ἀϊδίῳ διαφέροντες τῶν αἰσθητῶν, τὰ μὲν ἄλλα τοῖς αἰσθητοῖς ἕξουσι τὰ αὐτά· τοὺς γοῦν ὁρισμοὺς αὐτῶν λέγοντες εἶναι ἐφαρμόζειν * * * ὥστε ἔσται κἀκεῖνα αἰσθητά. πῶς οὖν φασιν αὐτὰ ὑπὲρ τὰ αἰσθητά; ὡς γὰρ οἱ θεοὺς λέγοντες καὶ τούτους ἀνθρωπομόρφους ποιοῦντες ἀνθρώπους ἀϊδίους αὐτοὺς ἐποίουν διὰ τοῦ ὀνόματος τοῦ θεοῦ τὸ ἀΐδιον αὐτοῖς χαριζόμενοι, οὕτως καὶ οἱ τὰ αὐτὰ τὰ εἴδη τοῖς αἰσθητοῖς ποιοῦντες πλεονεκτοῦντα τῇ τοῦ αὐτὸ προσθήκῃ αἰσθητὰ εἶναι ἀΐδια τὰς ἰδέας.2 ἀδύνατον γὰρ ἄνθρωπον ἢ ἵππον καὶ τὸν τούτων λόγον ἀναδεχόμενον μὴ αἰσθητόν τε καὶ αἰσθητικὸν εἶναι. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη διὰ τῆς τῶν ἰδεῶν θέσεως ἀναιρούμενον τὸ μόνας εἶναι τὰς αἰσθητὰς οὐσίας.
然而正如屡次所说,柏拉图并未假定这一点,而是假定在神那里存在人以及一切生成之物的创世理则;若天注定要不老无病地永续长存,则亦有天的健康的理则,以及其他一切事物的理则。因为如果医者在自身中拥有健康的诸理则,神就更是拥有其所产出之物的理则。同样,灵魂在自身中也拥有诸事物的理则,既然亚里士多德自己也说“称灵魂为形相之所的人说得好”,并且现实活动中的理智就是诸事物。因此,在创世主那里的诸理则作为可理知的实体而存在,在灵魂中的诸理则作为推度理智的实体而存在;但绝不再有自身独立地在实体自立中存在的马自身、牛以及诸如此类之物,如同可感觉事物那样。那么,许多困难究竟是什么,我们在第一卷中已经说过了。而他所说的“在天界诸事物之外”,是用来代替“在宇宙中、可感觉的诸事物之外”(因为他将宇宙称为“天”),即在场所之中且由本性构成的诸事物。因此他说,在伴随理念学说的诸多荒谬之中(因为它们的实体自立究竟是什么乃是荒谬的,究竟是实体与否,分有的方式又是什么,以及在大A卷中所说的一切),他现在提出作为伴随它们的结论也是荒谬的,并不亚于其中任何一条。因为他们虽说在可感觉且由本性构成的诸事物之外还有某些本性存在——这正是他们所称的理念——但他们却假定这些本性与可感觉的、在天界之物是相同的,仅在永恒这一点上与可感觉事物相异。至于这一点确实伴随该学说,他是根据他们自己的说法来证实的;因为他们声称存在人自身、马自身与健康自身,而关于它们并未言及其他任何事情。但如果那些事物也是人与马,仅以永恒性与可感觉事物相异,那么在其他方面它们将与可感觉事物具有相同的特征;至少由于他们声称它们的定义适用[……],以致那些事物也将是可感觉的。那么他们怎么能说它们在可感觉事物之上呢?因为正如那些谈论神祇并将其塑造成人形的人,通过神的名字赋予它们永恒性,从而将其做成了永恒的人,那些将形相做得与可感觉事物相同、仅以“自身”这一附加词而占优的人,同样是将理念做成了永恒的可感觉事物。因为人或马以及接受其理则的事物,不可能不是既可感觉又具有感觉能力的。若是如此,仅有可感觉实体存在这一主张,就不会因设立理念而被推翻。
- 3.40καὶ τοῦ οὐρανοῦ λόγος ὑγείας
承接前句的 ἀλλὰ λόγους δημιουργικοὺς εἶναι παρὰ τῷ θεῷ τοῦ ἀνθρώπου καὶ πάντων τῶν γινομένων 而省略主谓成分的省略句。需补足[ἔστι παρὰ τῷ θεῷ] τοῦ οὐρανοῦ λόγος ὑγείας … καὶ τῶν ἄλλων ἁπάντων [λόγοι εἰσίν],理解为“在神那里也[存在]天的健康的理则……也[存在]其他一切事物的[理则]”。
- 3.40οὕτως καὶ οἱ τὰ αὐτὰ τὰ εἴδη τοῖς αἰσθητοῖς ποιοῦντες πλεονεκτοῦντα τῇ τοῦ αὐτὸ προσθήκῃ αἰσθητὰ εἶναι ἀΐδια τὰς ἰδέας
与前句比较结构 ὡς γὰρ οἱ ... ἀνθρώπους ἀϊδίους αὐτοὺς ἐποίουν 相呼应的主句结构。在句末的 αἰσθητὰ εἶναι ἀΐδια τὰς ἰδέας 之前省略了支配动词(如 ποιεῖν 或限定动词 ποιοῦσιν),整体构成带宾语不定式结构(或双重宾格结构),意为“那些将形相做得与可感觉事物相同、仅以‘自身’这一附加词而占优的人,同样[使得]诸理念成为永恒的可感觉事物”。
