← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§166.22-167.24

理念论批判的目标与对柏拉图的辩护

阿斯克勒庇俄斯注解了亚里士多德提及学派关于理念是原因与实体之说法处(997b3),并辩护称亚里士多德的批判并非针对柏拉图本人的真实意图,而是针对那些将理念实体化为可感觉事物的永恒副本的误解者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.40#1

" Ὡς μὲν οὖν λέγομεν αἴτιά τε καὶ οὐσίας εἶναι καθ’ ἑαυτὰς εἴρηται ἐν τοῖς πρώτοις λόγοις." Ὡς τοῦ αὐτοῦ διδασκαλείου ὑπάρχων ὁ Ἀριστοτέλης φησὶ τὸ λέγομεν.1 ἱκανῶς οὖν ἀντείπομεν ἐν τῷ μείζονι Α πρὸς τὰς ἰδέας ἐλέγχοντες ὅτι οὔτε ἀριθμοὺς δυνατὸν λέγειν αὐτὰς οὔτε ἕτερόν τι τοιοῦτο, καὶ ὅσα ἄλλα εἴρηνται ἐν ἐκείνοις. καὶ πρὸς πάντα δὲ ἀπελογησάμεθα, ὡς φησιν ὁ ἡμέτερος φιλόσοφος, δεικνύντες ὡς ὅτι αἴτια ὑπάρχουσι τῶν τῇδε.2 οἱ γὰρ λόγοι οἱ δημιουργικοὶ παρακτικοὶ ὑπάρχουσι τῶν τῇδε καὶ οὐσίαι οὖσαι ἐν τῷ δημιουργῷ·3 οὔτε γὰρ αὐταὶ καθ’ αὑτὰς ὑπάρχουσιν ὥσπερ τὰ αἰσθητά. οὐ γὰρ τοῦτο ἔλεγεν ὁ Πλάτων ὅτι ἄνθρωπός τίς ἐστιν αὐτὸς καθ’ αὑτὸν ὑπάρχων. ὁ ἔχων ὄνυχας καὶ τρίχας, καὶ ἵππος καὶ ὅσα ἄλλα τοιαῦτα, ἀλλὰ λόγους δημιουργικοὺς ὑπετίθετο ὄντας ἐν τῷ δημιουργῷ, καθ’ οὓς λόγους παράγει πάντα ἅπερ παράγει· οὐ γὰρ ἀλόγως ποιεῖ καθάπερ τὰ ἄψυχα. ὁ οὖν Ἀριστοτέλης διαμάχεται τοῖς κακῶς ἐκλαμβάνουσι τὰ τοῦ Πλάτωνος. καὶ ὅτι πρὸς τοὺς λέγοντας εἶναι ἄνθρωπον αὐτὸν καθ’ αὐτὸν ὄντα ἤγουν ἵππον, καὶ οὕτως ἐξ αὐτῶν γίνεσθαι τὰ τῇδε μάχεται ὁ Ἀριστοτέλης, σαφῶς ἐνταῦθα ἀποκαλύπτει τὴν ἑαυτοῦ διάνοιαν. τί γάρ; φησὶν ὅτι πολλαχῇ ἔχοντος δυσκολίαν τοῦ πράγματος τοῦ κατὰ τὰς ἰδέας οὐδενὸς ἧττόν ἐστιν ἄτοπον τὸ ὑποτίθεσθαι4 εἶναί τινας φύσεις παρὰ τὰς ἐν τῷ οὐρανῷ. καὶ ὑπὲρ τὸν οὐρανὸν γὰρ ἔλεγον εἶναι τὰς ἰδέας, εἴ γε ὁ οὐρανὸς αἰσθητὸς ὑπάρχει, ὑπὲρ πᾶν δὲ αἰσθητὸν ἔλεγον εἶναι τὰς ἰδέας, εἴ γε καὶ νοητὰς αὐτὰς ὑπετίθεντο. ταύτας δὲ τὰς νοητὰς τὰς αὐτὰς ὑπετίθεντο εἶναι τοῖς αἰσθητοῖς. ὥσπερ ἐστὶν οὐρανός, φησίν, αἰσθητός, οὕτως καὶ διανοητὸς καὶ νοητός· διαφέρειν δὲ λέγει, ὅτι τὰ μὲν αἰσθητὰ φθαρτὰ ὑπάρχουσι, τὰ δὲ νοητὰ ἄφθαρτα. ὥστε οἶδεν ὁ Ἀριστοτέλης τοὺς Πλατωνικοὺς λέγοντας φθαρτὸν εἶναι τὸν οὐρανόν, εἴ γε καὶ πάντα τὰ αἰσθητά φησιν αὐτοὺς λέγειν φθαρτά· διό φησι πλὴν ὅτι τὰ μὲν ἀΐδια, τὰ δὲ φθαρτά. αὐτὸ γὰρ ἄνθρωπόν φασιν εἶναι καὶ ἵππον καὶ ὑγείαν. ἰδοὺ πῶς μάχεται πρὸς τοὺς λέγοντας νοητὸν εἶναι ἄνθρωπον αὐτὸν καθ’ αὐτὸν καὶ τὰ ἄλλα ὁμοίως, καὶ οὕτως ἐξ αὐτοῦ παράγεσθαι τὰ αἰσθητὰ πάντα. οἱ οὖν τοιοῦτοι, φησίν, ἐοίκασι τοῖς γραφεῦσι τοῖς ποιοῦσιν ἀνθρωποειδεῖς θεούς· ἀμφότεροι γὰρ οὐδὲν ἄλλο ποιοῦσιν εἰ μὴ ἀνθρώπους ἀϊδίους, ἐπεὶ καὶ ὁ θεὸς ἀΐδιός ἐστιν, ἀνθρωποειδεῖς δὲ θεοὺς ὑποτίθενται. εἰ γὰρ νοητὸν ἄνθρωπον λέγουσιν εἶναι ἐν ὑποστάσει, τοῦτον δὲ ἄφθαρτον ὑποτίθενται, φανερὸν ὅτι οὐδὲν ἄλλο λέγουσιν ἢ ἄφθαρτον εἶναι ἄνθρωπον καὶ ἵππον καὶ ὅσα ἄλλα τοιαῦτα. καὶ πρὸς τούτους μὲν διαμάχεται ὁ Ἀριστοτέλης, ὡς εἴρηται, πρὸς τοὺς λέγοντας εἶναι ἄνθρωπον αὐτὸν καθ’ αὑτὸν ἐν ὑποστάσει, καὶ οὕτως ἐξ αὐτοῦ παράγεσθαι τὰ ἄλλα, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.

“因此,我们如何说它们既是原因,又是自身独立存在的实体,已在最初的诸讨论中说明过了。” 亚里士多德作为属于同一学园的人,说出了“我们说”这句话。因此,我们在大A卷中已充分反驳了诸理念,论证了既不可能将它们称为数,也不可能称为任何其他此类事物,以及在那些讨论中所说的所有其他事情。但正如我们的哲学家所说,我们也针对一切批评进行了辩明,指明它们作为此世诸事物的诸原因而存在。因为创世的诸理则作为此世诸事物的产出者而存在,是存在于创世主之中的诸实体;因为它们自身并不像可感觉事物那样独自存在。因为柏拉图并不是说,有某个自身独立存在、具有指甲与毛发的人,或者马以及所有其他此类事物,而是假定在创世主之中存在创世的诸理则,创世主正是依照这些理则产出他所产出的一切;因为他并不像无灵魂之物那样盲目无理性地创造。因此,亚里士多德所抗争的,是那些误解柏拉图之说的人。亚里士多德所针对的,是那些声称存在自身独立存在的人或者马,并且此世之物以此方式由它们生成的人,他在此时清楚地揭示了他自己的用意。因为说了什么呢?他说,关于理念的事情在许多方面都包含困难,而假定在天界诸本性之外还有某些本性存在,其荒谬程度并不亚于其他任何事情。因为他们甚至说诸理念在天之上(既然天是可感觉的),且说诸理念在一切可感觉事物之上(既然他们也假定它们是可理知的)。然而他们又假定这些可理知之物与可感觉事物是相同的。他说,正如存在可感觉的天,也同样存在推度理智的天和可理知的天;但他指出,两者的差异在于可感觉事物作为可毁灭之物而存在,而可理知之物是不可毁灭的。因此,亚里士多德深知柏拉图主义者主张天是可毁灭的,既然他说他们主张一切可感觉事物都是可毁灭的;因此他说,“除了一方是永恒的,而另一方是可毁灭的之外”。因为他们声称存在人自身、马以及健康。看,他是如何针对那些声称存在自身独立的、可理知的人以及类似的其他事物,并认为一切可感觉事物都以此方式由之产生的人进行驳斥的。因此他说,这样的人就像那些塑造人形神祇的画师;因为两者所做的无非是制造永恒的人(因为神也是永恒的),而他们假定了人形的神。因为如果他们声称一个可理知的人在实体自立中存在,并假定这是不可毁灭的,显然他们所说的无非是存在不可毁灭的人、马以及所有其他此类事物。正如已经说过的,亚里士多德所抗争的正是针对这些人,即针对那些主张人自身在实体自立中存在、其他事物以此方式由其产生的人,而在其他事物上也是如此。

语法注4 条
  1. 3.40Ὡς τοῦ αὐτοῦ διδασκαλείου ὑπάρχων ὁ Ἀριστοτέλης φησὶ τὸ λέγομεν

    Ὡς 连接分词 ὑπάρχων,表主观理由或身份立场(“作为属于同一学园的人”)。τὸ λέγομεν 则是由中性定冠词将直接引用的动词限定形式名词化,作 φησί 的宾语。

  2. 3.40δεικνύντες ὡς ὅτι αἴτια ὑπάρχουσι τῶν τῇδε

    连词 ὡς 与 ὅτι 叠用,这是后古典期及通用希腊语中常见的连词重叠现象,共同引导一个陈述性名词从句,意为“即它们是此世诸事物的原因”。

  3. 3.40καὶ οὐσίαι οὖσαι ἐν τῷ δημιουργῷ

    阴性复数分词 οὖσαι 在语法性上受到了表语名词 οὐσίαι(实体)的引申同化,但其逻辑主语是前文阳性复数的 οἱ λόγοι οἱ δημιουργικοί(创世的诸理则),属于受表语性同化的构词牵引现象。

  4. 3.40οὐδενὸς ἧττόν ἐστιν ἄτοπον τὸ ὑποτίθεσθαι

    比较级副词短语 οὐδενὸς ἧττον(字面直译为“不比任何事物差”)修饰表语形容词 ἄτοπον(荒谬的),表示“同样十分荒谬”。句子的主语是带冠词的不定词短语 τὸ ὑποτίθεσθαι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:166.22-167.24