- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:165.18-166.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯针对亚里士多德关于在可感觉实体之外是否存在其他实体的疑难,从新柏拉图主义立场论述了可理知实体(理念与创世主理则)及推度理智实体(数学对象与灵魂理则)的实在性。在接下来的章节中,他详细阐明了柏拉图学派如何将数学对象置于可感觉事物与理念之间的中间地位。
" Ἔτι δὲ πότερον τὰς αἰσθητὰς οὐσίας μόνας εἶναι φατέον ἢ καὶ παρὰ ταύτας ἄλλας." Ὅπερ ζητεῖ ἐνταῦθα, τοῦτό ἐστιν, ὅτι ἆρά γε αἱ αἰσθηταὶ οὐσίαι μόναι ὑπάρχουσιν ἢ καὶ ἕτεραι παρὰ ταύτας, τουτέστιν νοηταί; καὶ εἰ ὑπάρχουσιν ἕτεραι οὐσίαι παρὰ τὰς αἰσθητάς, πότερον μοναχῶς ἢ πλεοναχῶς; καί φησιν ὅτι πλεοναχῶς· φασὶ γὰρ ὑπάρχειν καὶ νοητὰς οὐσίας καὶ διανοητάς, περὶ ἃς καταγίνονται αἱ μαθηματικαὶ ἐπιστῆμαι. ἡ γὰρ γεωμετρία καταγίνεται περὶ τὸ εἶδος τοῦ κύκλου καὶ τοῦ τριγώνου τοῦ ἁπλῶς· ταῦτα δὲ πάντα διανοητὰ ὑπάρχουσι. διανοηταὶ δὲ οὐσίαι ὑπάρχουσιν οἱ λόγοι οἱ ἐν τῇ ψυχῇ. ἄμεινον οὖν ἦν αὐτὸν ζητῆσαι,1 ἆρα ὑπάρχουσιν ἕτεραι οὐσίαι παρὰ τὰς νοητάς· κυρίως γὰρ οὐσίαι αἱ νοηταὶ μόναι ὑπάρχουσι. ‘τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον, ὂν δὲ οὐδέποτε’· ὥστε τὸ ἐναντίον ἔδει αὐτὸν ζητῆσαι, καθάπερ εἴρηται. ὅτι γὰρ ὑπάρχουσι νοηταὶ οὐσίαι φανερὸν ἐντεῦθεν. ὁ γὰρ νοῦς κεχωρισμένην ἔχει οὐσίαν τῶν αἰσθητῶν, ὡς δείκνυται ἐν τῷ Φαίδωνι, ὥστε καὶ χωριστὴν ἐνέργειαν καὶ κρείττονα τῶν αἰσθητῶν. εἰ οὖν μὴ μάτην ἔχει τὴν ἐνέργειαν ὁ νοῦς, δῆλον ὡς ὅτι ἀντιλήψεται2 τῶν νοητῶν. ὥστε ὑπάρχουσι πολλῷ μᾶλλον τῶν αἰσθητῶν τὰ νοητά. πρὸς τούτοις δὲ φαμεν ὅτι καὶ νοηταὶ οὐσίαι ὑπάρχουσιν οἱ λόγοι οἱ παρὰ τῷ δημιουργῷ, καθ’ οὓς λόγους ποιεῖ τε πάντα καὶ προάγει· οὔτε γὰρ ἀλόγως ποιεῖ· πάντων γὰρ τῶν ὄντων ἔχει λόγους ἐν ἑαυτῷ. εἰσὶ δὲ καὶ οὐσίαι διανοηταὶ οἱ λόγοι οἱ ἐν τῇ ψυχῇ ὑπάρχοντες, καθ’ οὓς θεωρεῖ τὰ πάντα. εἰ μὲν γὰρ περὶ τὰ καταδεέστερα ἐνεργεῖ ὀρθῶς ἡ ψυχή, ἡ τοιαύτη ἀρετὴ πολιτικὴ ὑπάρχει· εἰ δὲ πρὸς ἑαυτὴν ἐπιστρέφεται θεωροῦσα τὴν φύσιν ἑαυτῆς καὶ τὰ ὅμοια, καθαρτική· εἰ δὲ περὶ τὸ θεῖον ἐπέστραπται,3 θεωρητικὴ ὑπάρχει.
“此外,是否应当说唯有可感觉的实体存在,还是除这些之外还有其他的[实体存在]。” 他在此所探求的是指:究竟唯有可感觉的实体存在,还是除这些之外还有其他的、即可理知的实体存在?如果除可感觉的实体之外还有其他实体存在,究竟是以单一的方式存在,还是以多种方式存在?他说,是以多种方式;因为他们主张既存在可理知的实体,也存在推度理智的实体,数学诸学科所从事的正是这些推度理智的实体。因为几何学所从事的是圆的形式以及全然绝对的三角形形式;而这一切都作为推度理智之物存在。推度理智的实体就是灵魂中的诸理则。因此,由他来探求除可理知的实体之外是否还有其他实体,本是更好的;因为严格意义上的实体唯有可理知的实体存在。“何为恒存而无生成之物,何为生成而永无存在之物?”因此,正如已经说过的,他本应当探求相反的问题。因为可理知的实体存在,从以下事实即可明了:理智具有与可感觉事物相分离的实体(正如在《斐多篇》中所展示的),从而也具有与可感觉事物相分离且更为优越的现实活动。如果理智拥有这种现实活动并非徒劳,显然它必将把握可理知之物。因此,可理知之物远比可感觉之物更为充分地存在。此外我们还说,可理知的实体也是创世主那里的诸理则,创世主正是依据这些理则创造并引导出万物;因为他并非无理性地创造,因为他在自身中拥有万有的理则。而推度理智的实体也就是存在于灵魂中的诸理则,灵魂正是依据这些理则理论考察万物。因为灵魂若关于较低劣的事物正确地活动,这样的德性就是政治性的;若回转朝向自身,考察自身的本性及诸如此类的事物,则是净化性的;若朝向神圣者,则是理论考察性的。
"Ἔτι δὲ πότερον τὰς αἰσθητὰς οὐσίας μόνας εἶναι φατέον." Καθάπερ εἴρηται, ἀπορητικῶς προέρχεται καί φησιν ὅτι ἆρά γε τὰς αἰσθητὰς οὐσίας μόνας εἶναι δεῖ ὑπολαμβάνειν, ἢ καὶ παρὰ τὰς αἰσθητὰς ἄλλας οὐσίας; καὶ πότερον αἱ ἄλλαι οὐσίαι αἱ παρὰ τὰς αἰσθητὰς μοναχῶς ὑπάρχουσιν, ἢ πλείονα γένη τετύχηκεν ὄντα τῶν οὐσιῶν; οἷον οἱ λέγοντες τά τε εἴδη, τουτέστι τὰ νοητά, καὶ τὰ μεταξύ, τουτέστι τὰ διανοητά, περὶ ἃ διανοητὰ καταγίνονται αἱ μαθηματικαὶ ἐπιστῆμαι. περὶ γὰρ τοῦ εἴδους τοῦ τριγώνου διαλέγονται καὶ τοῦ κύκλου καὶ τῶν ὁμοίων, ἅτινα διανοητὰ ὑπάρχουσι· τὸ γὰρ εἶναι ἐν τῇ ἡμετέρᾳ ψυχῇ ἔχουσι. πότερον οὖν μοναχῶς εἰσιν αὗται, ἢ πλείω γένη τῶν τοιούτων οὐσιῶν, ὡς εἶναι τὰς μέν τινας ἰδέας4 καὶ παραδείγματα, τὰς δέ τινας μεταξὺ τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν, ὡς τὰς μαθηματικάς; 〈κατὰ〉 ταύτην γὰρ τὴν χώραν τὰ μαθηματικὰ ἔταττον οἱ περὶ Πλάτωνα, οὐσίας καὶ ταῦτα λέγοντες εἶναι ἔξω ὄντα καὶ κεχωρισμένα τῶν τε αἰσθητῶν οὐσιῶν καὶ τῶν ἰδεῶν.
“此外,是否应当说唯有可感觉的实体存在。” 正如已经说过的,他以提出疑难的方式推进,并说究竟应当假定唯有可感觉的实体存在,还是除可感觉的实体之外还有其他实体?而除可感觉的实体之外的其他实体是以单一的方式存在,还是恰好存在多个实体的属类?例如那些谈论形式即可理知者,以及中间物即推度理智者的人所做的那样,数学诸学科所从事的正是这些推度理智之物。因为他们所讨论的是三角形的形式、圆的形式及诸如此类的事物,这些事物作为推度理智之物而存在;因为它们在我们灵魂中拥有其存在。那么,这些究竟是以单一的方式存在,还是存在诸如此类实体的多个属类,以至于某些是理念和范型,而某些则如数学对象一样处于理念与可感觉事物之间?因为柏拉图学派的人正是把数学对象置于这个地位,声称它们也是实体,存在于可感觉实体和诸理念之外并与之相分离。
- 3.38ἄμεινον οὖν ἦν αὐτὸν ζητῆσαι
非人称形容词未完成过去时 ἦν 不带 ἄν,表达与过去事实相反或未实现的适宜性(“由他来探求……本是更好的[而他并未如此]”)。后文的 ἔδει αὐτὸν ζητῆσαι(“他本应当探求”)同样是表示未尽义务的过去时态结构。
- 3.38δῆλον ὡς ὅτι ἀντιλήψεται
连词 ὡς 与 ὅτι 赘连使用,这是晚期及拜占庭希腊语散文的常见现象。在句法上,两者复合充当单个引导词,引导依赖于主句谓语 δῆλον [ἐστι] 的主语从句。
- 3.38ἐπέστραπται
动词 ἐπιστρέφω 的完成时中被动态第三人称单数。它与前一个条件句中的现在时中动态 ἐπιστρέφεται 相对照,表示灵魂朝向神圣者这一已经确立、安定的完成状态。
- 3.39ὡς εἶναι τὰς μέν τινας ἰδέας
ὡς + 不定词(εἶναι)结构如同 ὥστε + 不定词,用于表达结果或具体内容的规定,对前文的“诸如此类实体的多个属类(πλείω γένη τῶν τοιούτων οὐσιῶν)”进行具体的展开说明。
