- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:164.22-165.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐释了亚里士多德提出的疑难(997a25),即智慧是仅以实体为对象还是也以其实体的偶性为对象,并指出同一门知识可以通过定义把握实体并通过证明来指明其偶性。
" Ἔτι δὲ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ καὶ περὶ τὰ συμβεβηκότα." Ὃ λέγει τοῦτό ἐστιν, ὅτι ἆρά γε ἡ παροῦσα θεωρία τὰς οὐσίας μόνας ζητεῖ ἢ καὶ τὰ συμβεβηκότα ταῖς οὐσίαις; οἷον εἰ τὸ στερεὸν οὐσία τίς ἐστι καὶ γραμμὴ καὶ ἐπίπεδα, πότερον τῆς αὐτῆς ταῦτα γνωρίζειν ἐστὶν ἐπιστήμης καὶ τὰ συμβεβηκότα περὶ ἕκαστον γένος, περὶ ὧν αἱ μαθηματικαὶ δεικνύουσιν, ἢ ἄλλης; εἰ μὲν γάρ τις ὑποθοῖτο τῆς αὐτῆς εἶναι, συμβήσεται καὶ ἡ τῆς οὐσίας ἐπιστήμη ἀποδεικτικὴ εἶναι,1 ὅπερ ἐστὶ παρὰ τὰ φαινόμενα· οὐ δυνατὸν γὰρ τῶν ὁρισμῶν εἶναι ἀποδείξεις. εἰ δὲ ἑτέρας, τίς ἐστιν ἡ θεωροῦσα περὶ τὴν οὐσίαν τὰ συμβεβηκότα; τοῦτο εὑρεῖν πάνυ χαλεπόν ἐστι. λέγομεν οὖν πρὸς τοῦτο ὅτι τῆς αὐτῆς ἐστι θεωρῆσαι καὶ τὰς οὐσίας καὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα, ἀλλὰ τὰς μὲν οὐσίας διὰ τῶν ὁρισμῶν, τὰ δὲ καθ’ αὑτὸ συμβεβηκότα διὰ τῶν ἀποδείξεων. ὁ γὰρ γεωμέτρης οἶδε καὶ τὸ τρίγωνον καὶ τὰ συμβεβηκότα τῷ τριγώνῳ· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. ἀπορήσας οὖν, εἴτε τῆς αὐτῆς ἄμφω ἐστὶν εἴτε ἄλλης μὲν τὸ ὁρίσασθαι ἄλλης δὲ τὸ ἀποδεῖξαι, νῦν ἀπορεῖ καὶ ζητεῖ, ἆρά γε ἡ σοφία τῶν οὐσιῶν μόνων ἐστὶ θεωρητικὴ ἢ τὸ εἶναι τῆς οὐσίας ἐξετάζουσα καὶ τίς ἡ φύσις αὐτῆς ὁριζομένη, ἢ καὶ περὶ τῶν καθ’ αὐτὰ συμβεβηκότων τῇ οὐσίᾳ θεωρεῖ, ὡς εἶναι ἅμα καὶ ἀποδεικτική. εἰ μὲν γὰρ ἡ αὐτὴ θεωρεῖ τὴν οὐσίαν καὶ τὰ καθ’ αὑτὰ συμβεβηκότα, εἴη ἂν ἀποδεικτική· ἀποδεικτικῆς γὰρ τὸ δεικνύναι τὰ καθ’ αὑτὸ ὑπάρχοντα. τοῦτο δὲ οὐ καλῶς λαμβάνει·2 τὸ μὲν γὰρ τί ἐστιν ἀναπόδεικτον λαμβάνει, ἀποδείξει δὲ τὰ καθ’ αὑτὸ ὑπάρχοντα. οἱ μὲν οὖν γεωμέτραι οὐκ ἔχουσιν οὐσίας τὰ ὑποκείμενα αὐτοῖς ἢ ὁρίζονται, ἡ δὲ φυσικὴ οὐσίας τε ἔχει τὰ ὑποκείμενα καὶ οὐδὲν ἔλαττον αὐτὰς ὁρίζεται, ἀποδείκνυσι δὲ τὰ καθ’ αὑτὸ ὑπάρχοντα. τί μὲν γάρ ἐστιν ἥλιος ἢ κόσμος, φησί, 〈ὁρίζεται〉, περὶ δὲ τῶν καθ’ αὑτὸ ὑπαρχόντων αὐτοῖς ἀποδείκνυσι σχημάτων ἤ τινων τοιούτων. ὁμοίως καὶ ὁ γεωμέτρης ὁρίζεται τί ἐστιν εὐθεῖα καὶ τρίγωνον, ἀποδείκνυσι δὲ τὸ σύμπτωμα τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. πάλιν εἴ τίς ἐστιν ἐπιστήμη παρὰ τὴν τῆς οὐσίας θεωρητικήν τε καὶ ἀποδεικτικὴν διαφέρουσα ἐκείνης, εὑρεῖν πάνυ χαλεπόν.
“此外,考察是仅关于实体,还是也关于偶性。” 他所说的是指:当下的考察究竟是仅探求实体,还是也探求实体的偶性?例如,如果立体是某种实体,线和面也是,那么认识这些东西以及数学各科所论证的关于各个属的偶性,是属于同一门知识,还是属于另一门知识?因为如果有人假定属于同一门知识,就会得出实体的知识也是论证性的结果,而这是违背显然事实的;因为定义的论证是不可能的。但如果属于另一门知识,那么考察关于实体的偶性的知识究竟是什么呢?发现这一点是极其困难的。于是我们对此回答说:考察实体和自体偶性两者属于同一门知识,但考察实体是通过定义,而考察自体偶性则是通过论证。因为几何学家既知道三角形,也知道属于三角形的偶性;在所有其他事物上也是同样的情形。因此,在提出了究竟两者属于同一门知识、还是定义属于一门而论证属于另一门的疑难之后,现在他又提出疑难并探求:智慧究竟仅仅理论考察实体(即审视实体的存在并定义其本性为何),还是也考察自体属于实体的偶性,从而同时也是论证性的。因为如果同一门知识考察实体和自体偶性,它就将是论证性的;因为指明自体属于的属性属于论证性知识。但他对这一点的把握并不恰当;因为〔知识〕把“是什么”作为不可论证的来接受,而论证自体属于的属性。因此几何学家并不把其基底受词作为实体来拥有,或者给它们下定义;而自然学不仅把实体作为其基底受词,而且丝毫不减地给它们下定义,并论证自体属于的属性。他说,因为太阳或宇宙是什么,自然学加以〈定义〉,而关于自体属于它们的形状或诸如此类的事物,它加以论证。同样,几何学家也定义什么是直线和三角形,并论证具有三内角等于两直角这一附随性质。再次,如果存在某一门在理论考察实体且是论证性的知识之外、不同于它的学问,要发现它是极其困难的。
- 3.37συμβήσεται καὶ ἡ τῆς οὐσίας ἐπιστήμη ἀποδεικτικὴ εἶναι
非人称动词 συμβήσεται 支配不定式 εἶναι,名词短语 ἡ τῆς οὐσίας ἐπιστήμη 采取主格形式(而非受格)作主语,与表语形容词 ἀποδεικτικὴ 一致。这构成了具有人称结构的逻辑推导句式,意为“实体的知识也是论证性的这一结果将会随之发生”。
- 3.37τοῦτο δὲ οὐ καλῶς λαμβάνει
动词 λαμβάνει 的主语指涉提出该两难推论者(或该论证预设)。后续说明(τὸ μὲν γὰρ τί ἐστιν ἀναπόδεικτον λαμβάνει)表明,一门学问完全可以无须论证地预设本质的定义,同时去论证自体属性,因此该两难假定“同一门学问若考察两者就必定仅仅是论证性的”在设定前提上是不恰当的。
