- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:163.27-164.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐释了亚里士多德关于探究实体及其自体偶性的知识是一门还是多门的论证(997a15–25),分析了定义性知识与论证性知识的关系,并对文句中的省略作了补充说明。
εἰπὼν ὅτι εἴπερ ἓν γένος ἐστὶν ἡ οὐσία ὑποκείμενον, μία ἔσται καὶ ἡ πάντων τῶν καθ’ αὑτὰ ὑπαρχόντων τῇ οὐσίᾳ ἀποδεικτικὴ ἐπιστήμη, ἐπήνεγκε καθόλου περί τε γὰρ τὸ ὅτι μιᾶς καὶ ἐξ ὧν μιᾶς,1 εἴτε τῆς αὐτῆς εἴτε ἄλλης· ὥστε καὶ τὰ συμβεβηκότα, εἴτε αὗται θεωρήσουσιν εἴτε ἐκ τούτων μία. εἴη δ’ ἂν τὸ λεγόμενον τοιοῦτον. τῆς αὐτῆς, φησίν, ἐστὶν ἐπιστήμης τό τε ὑποκείμενον θεωρεῖν τί ποτέ ἐστι, καὶ τὰ τούτῳ καθ’ αὑτὰ ὑπάρχοντα· ἐκ γὰρ τούτων καὶ ἐν τούτοις ἐκείνῳ τὸ εἶναι. ἀλλὰ μὴν ἧς τὸ τὰ καθ’ αὑτὰ ὑπάρχοντά τινι εἰδέναι, ταύτης καὶ τὸ ἀποδεικνύναι τὰ καθ’ αὑτὰ συμβεβηκότα ἐκείνῳ. δύναται δὲ τὸ καὶ ἐξ ὧν μιᾶς εἰρηκέναι ἀντὶ τοῦ καὶ ἐξ ὧν αἱ περὶ ἐκείνου τοῦ ὑποκειμένου ἀποδείξεις γίνονται· διὰ γὰρ τῶν καθ’ αὑτὰ ὑπαρχόντων αἱ ἀποδείξεις, ἃ δεῖ εἰδέναι τὸν περὶ ἐκεῖνο καταγινόμενον. ὥστε οὗ τὸ εἰδέναι τὴν ὑποκειμένην φύσιν, τούτου ἐστὶ τὸ εἰδέναι καὶ τὰ ταύτῃ ὑπάρχοντα καθ’ αὑτά· διὰ γὰρ τούτων ἡ γνῶσις τῆς οὐσίας τοῦ προκειμένου, δι’ ὧν καὶ αἱ περὶ τῶν ὑπαρχόντων αὐτῇ ἀποδείξεις. ἧς δὲ τὸ ταῦτα εἰδέναι, ταύτης καὶ τὸ τὰ καθ’ αὑτὸ συμβεβηκότα τῷ γένει τούτῳ δεικνύναι, τουτέστι τὰ διὰ ἀποδείξεως * * * τὸ δὲ εἴτε τῆς αὐτῆς εἴτε ἄλλης εἴη ἂν λέγων, εἴτε τῆς αὐτῆς τό τε ὁρίσασθαι τὸ αὐτὸ καὶ τὸ ἀποδεῖξαι τὰ καθ’ αὑτὸ ὑπάρχοντα τῷ αὐτῷ, τουτέστιν εἰ ἡ αὐτὴ ἐπιστήμη ἐστὶν ὁριστική τε καὶ ἀποδεικτική, εἴτε καὶ ἑκάτερα αὐτῶν ἑτέρα ἐστὶ καὶ μὴ μιᾶς ἄμφω μόρια· ἀκολουθήσει γοῦν καὶ τὰ καθ’ αὑτὰ συμβεβηκότα τῷ αὐτῷ γένει μίαν ἀποδεικνύναι. λείπει γὰρ τοῦτο τῇ λέξει τῇ ὥστε καὶ τὰ συμβεβηκότα· ἐνδεῖ γὰρ αὐτῷ τὸ ‘μιᾶς ἔσται θεωρεῖν τε καὶ δεικνύναι’.2 ἧς γὰρ τὸ εἰδέναι τὰ ἐξ ὧν, ταύτης [τε] καὶ τὸ τὰ συμβεβηκότα τῷ ὑποκειμένῳ δεικνύναι· εἴτε ἑκατέρα τούτων ἑτέρα οὖσα τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ ὑποκειμένῳ θεωρεῖ, καὶ ἡ μὲν ὁριστικὴ λαμβάνουσα, ἡ δὲ ἀποδεικτικὴ ἀποδεικνύουσα, εἴτε καὶ μία ἐστὶν ἐπιστήμη ἐξ ἀμφοτέρων τοῦ τε ὁρίζεσθαι καὶ τοῦ ἀποδεικνύναι συγκειμένη. ὡς γὰρ μία ἡ ὁριστικὴ καὶ δεικτικὴ τοῦ τί ἦν εἶναι τοῦ ἑνός, οὕτως μία καὶ ἡ ἀποδεικτική. καὶ τὰ συμβεβηκότα οὖν αἱ αὐταὶ θεωρήσουσι, τουτέστιν ἡ ὁριστική τε καὶ ἀποδεικτική, ἢ ἐκ τούτων μία, τουτέστιν ἡ ἀποδεικτική, ὥσπερ καὶ τὸ ὑποκείμενον ἢ ἀμφότεραι ἤγουν μία.
在说明了如果作为基底受词的实体是一个属,那么论证所有自体属于实体的属性的知识也将是一门之后,他普遍地补充道:“因为关于事实属于一门,关于由以出发的东西属于一门,无论是属于同一门还是属于另一门;因此关于偶性也是如此,无论是由这些考察还是由这些之中的一门考察。”所说的大意是这样的。他说,考察基底受词到底是什么,以及自体属于它的属性,属于同一门知识;因为对于那个受词而言,其存在正是出于这些并在这些之中。然而,知道某物之自体属于它的属性属于哪一门知识,论证那个受词的自体偶性也属于这门知识。而他说“关于由以出发的东西属于一门”,也可以解释为用来代替说:“关于借以产生对该基底受词的论证的前提,也属于一门知识”;因为论证是通过自体属于它的属性而进行的,凡从事于该受词研究的人都必须知道这些。从而,知道作为基底的本性属于谁,知道自体属于它的属性也属于此人;因为正是通过这些才获得关于所设立对象的实体的认识,也正是通过这些才获得关于属于它的属性的论证。而知道这些属于哪一门知识,指明自体属于该属的偶性——也就是通过论证[指明的事物]——也属于这门知识……而他说“无论是属于同一门还是属于另一门”,大概是说:无论是定义同一对象和论证自体属于同一对象的属性属于同一门[知识](也就是定义性知识和论证性知识是同一门知识),还是它们各自是不同的、两者并非同一门知识的部分;无论如何都会得出结果:由一门知识论证自体属于同一属的偶性。因为在“因此关于偶性也是如此”这句话中缺少了这一点;它缺少了“考察并指明将属于一门知识”。因为知道“由以出发的东西”属于哪一门知识,指明属于基底受词的偶性也属于这门知识;无论它们各自虽然互不相同却都考察自体属于基底受词的属性(定义性知识加以把握,而论证性知识加以论证),抑或这是一门由定义和论证两者构成的单一知识。因为正如揭示那一对象的本质的定义性知识是一门的,论证性知识同样也是一门的。因此,同样的〔诸知识〕(即定义性知识与论证性知识)将考察偶性,或者由它们之中的一门(即论证性知识)来考察,就像对于基底受词,要么两者[考察],要么其中一门[考察]一样。
- 3.36περί τε γὰρ τὸ ὅτι μιᾶς καὶ ἐξ ὧν μιᾶς
属格 μιᾶς 是表示从属/所属的表语性属格,根据后文语境可补出省略的 ἐπιστήμης ἐστίν(“属于一门知识”)。τὸ ὅτι(事实,即基底实体)与 ἐξ ὧν(由以出发的东西,即论证前提)均由介词 περί 所管辖。
- 3.36λείπει γὰρ τοῦτο τῇ λέξει τῇ ὥστε καὶ τὰ συμβεβηκότα· ἐνδεῖ γὰρ αὐτῷ τὸ ‘μιᾶς ἔσται θεωρεῖν τε καὶ δεικνύναι’
λείπει 意为“欠缺、不足”,支配处所或关联与格 τῇ λέξει(“在……词句中”)。接下来的 ἐνδεῖ 含义相同,带有与格代词 αὐτῷ(=τῇ λέξει),并以冠词短语 τὸ ‘μιᾶς ἔσται θεωρεῖν τε καὶ δεικνύναι’(“‘考察并指明将属于一门’这一词句”)作为其语法主语。
