← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§162.4-163.27

第一哲学中实体与论证本原的同一性

阿斯克勒庇俄斯注解了贝克尔版 997a11–997a15,论证第一哲学是一门既涵盖实体又涵盖论证本原(公理)的单一知识,并探讨考察可理知实体与可感觉实体以及普遍偶性究竟属于一门还是多门知识。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.35

" Ἀλλὰ μὴν εἰ ἑτέρα ἡ τῆς οὐσίας καὶ ἡ περὶ τούτων." Ἐντεῦθεν πειρᾶται δεῖξαι τὸ ἀληθές, ὅτι μία καὶ ἡ αὐτή ἐστιν ἐπιστήμη τῶν οὐσιῶν, τουτέστιν ἡ γινώσκουσα καὶ τὰς οὐσίας τῶν πραγμάτων καὶ τὰ ἀξιώματα, τουτέστι τὰς ἀποδείξεις, καθάπερ ἐν τῇ θεωρίᾳ ἐδείξαμεν. φησὶ γὰρ ὅτι εἰ ὑποθώμεθα ἑτέραν μὲν ἐπιστήμην εἶναι τῶν οὐσιῶν καὶ ἑτέραν τῶν συμβεβηκότων, ταύταις μάχη γενήσεται, ποία ἄρα αὐτῶν ἐστι κυριωτέρα καὶ προτέρα, ἆρά γε ἡ τὰς οὐσίας γινώσκουσα ἤγουν ἡ τὰ συμβεβηκότα ταῖς οὐσίαις. καθόλου γὰρ μάλιστα καὶ πάντων ἀρχαὶ ὑπάρχουσι τὰ ἀξιώματα, ἐπειδὴ καὶ ἀρχαὶ γίνονται ἀποδείξεων. εἰ δὲ μή ἐστι τοῦ φιλοσόφου τοῦ πρώτου θεωρῆσαι περὶ τῶν ἀξιωμάτων καὶ εἰδέναι αὐτά, τίνος ἄρα ἄλλου ἔσται τὸ θεωρῆσαι περὶ αὐτῶν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος; ζητεῖ οὖν ποτέρα αὐτῶν ἐστι σοφία καὶ ποτέρα κυριωτέρα καὶ προτέρα, πότερον ἡ περὶ τὰς τῆς οὐσίας ἀρχὰς ἢ ἡ περὶ τὰς τῆς ἀποδείξεως. ὅτι δὲ εὔλογον εἶναι λέγειν τοιαύτην τὴν περὶ τὰ ἀξιώματα,1 οὕτως ἐπιχειρεῖ. ἡ περὶ τὰ πρῶτα πρώτη, τὰ δὲ ἀξιώματα πρῶτα, ὃ ἔδειξε διὰ τοῦ εἰπεῖν ὅτι καθόλου· τὰ γὰρ καθόλου πρῶτα τῶν ὑφ’ αὑτὰ δέδεικται τῇ φύσει ὄντα, τοιαῦτα δὲ τὰ ἀξιώματα κοινὰ πάντων καὶ καθόλου· ὥστε καὶ ἀρχαί, ἐπεὶ τὰ ἄλλα διὰ τῶν ἀξιωμάτων ἀποδείκνυνται. νῦν οὖν δείκνυσιν, ὡς εἴρηται, ὅτι εὔλογον τὸν φιλόσοφον διαλέγεσθαι περὶ τῶν ἀξιωμάτων, ἅ εἰσιν ἀποδείξεως ἀρχαί, δι’ ὧν τὸ ἐν πᾶσι τοῖς ζητουμένοις ἀληθὲς πρῶτον δείκνυται. ἄτοπον γὰρ τὸ ἄλλον τινὰ λέγειν περὶ τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους. τὸ δὲ περὶ αὐτῶν λέγοιτο ἂν περὶ τῶν προτάσεων· ἐν αὐταῖς γὰρ καὶ τὰ ἀξιώματα. τίνος γὰρ ἄλλου τὸ περὶ τοῦ ἐν προτάσεσιν ἀληθοῦς τε καὶ ψεύδους διαλέγεσθαι παρὰ τὸν φιλόσοφον; ἐνδείκνυται δὲ διὰ τούτων ὅτι εἰ καὶ μὴ τοῦ πρώτου φιλοσόφου ἐστὶ τὸ περὶ ἀποδείξεως καὶ τῶν ταύτης ἀρχῶν διαλαμβάνειν, ἀλλὰ ἁπλῶς φιλοσόφου γε.

“再者,如果关于实体的知识与关于这些的知识是不同的。” 由此他试图指明真理,即关于实体的知识是一门且同一的,也就是既认识事物的实体又认识公理(即认识诸论证)的知识,正如我们在理论考察中所展示的那样。因为他说,如果我们假定关于实体的知识与关于偶性的知识是不同的,它们之间就会产生争论:它们之中哪一门更具权威且更在先,是认识实体的知识,还是认识属于实体的偶性的知识?因为公理是最普遍的且是万物的本原,既然它们也是论证的本原。如果考察公理并认识它们不属于第一哲学家,那么考察关于它们的真与假又属于别的什么人呢?因此他探究它们之中哪一个是智慧,哪一个更具权威且更在先:是关于实体的本原的,还是关于论证的本原的?至于说主张关于公理的知识具有这种性质是合乎情理的,他是这样进行论证的。关于最初事物的知识是最初的,而公理是最初的,这一点他通过说公理是普遍的指明了;因为普遍者已被指明在本性上先于从属于它们的事物,而公理既然对万物共同且是普遍的,便是这样的事物;从而公理也是本原,因为其余的事物都是通过公理被论证的。因此正如所说,他现在指明,由哲学家来探讨公理是合乎情理的,公理是论证的本原,在一切被探究的问题中的真理首先都是通过它们被指明的。因为由别的某个人来论及真与假是荒谬的。而“关于它们”也可以说是关于命题说的;因为公理也包含在命题之中。因为探讨命题中的真与假,除了哲学家之外还能属于别的什么人呢?他通过这些表明,即使考察论证及其本原不属于第一哲学家,至少也是属于一般而言的哲学家的。

§3.36#1

"Ὅλως τε τῶν οὐσιῶν πότερον μία πασῶν ἐπιστήμη ἐστὶν ἢ πλείους ἐπιστῆμαι." Ἐπεὶ τῶν οὐσιῶν αἱ μὲν ὑπάρχουσι νοηταί τε καὶ ἀκίνητοι, αἱ δὲ αἰσθηταί τε καὶ ἐν κινήσει, ζητεῖ πότερον περὶ πασῶν τῶν οὐσιῶν μιᾶς ἐστι τὸ θεωρεῖν ἐπιστήμης, ἢ πλειόνων καὶ διαφόρων. καὶ εἰ 〈μὴ〉 μιᾶς, ποίας οὐσίας ἡγητέον τὴν προκειμένην νῦν ἡμῖν·2 ἔστι δὲ αὕτη ἡ σοφία. τὸ γὰρ μίαν πασῶν ὑπολαμβάνειν τῶν οὐσιῶν ἐπιστήμην εἶναι οὔ φησιν εὔλογον εἶναι. εἰ οὖν μὴ μία ἐστὶν ἐπιστήμη, ποίας οὐσίας θετέον τὴν ἐπιστήμην ταύτην, ἆρά γε νοητῆς ἢ αἰσθητῆς; πάλιν δὲ τὸ λέγειν μίαν ἐπιστήμην εἶναι πασῶν οὐκ εὔλογον ὑπάρχει. εἰ γὰρ εἴη μία, μία ἂν εἴη καὶ ἡ ἀποδεικτικὴ πάντων τῶν ταῖς οὐσίαις καθ’ αὑτὰ συμβεβηκότων, εἴπερ πᾶσα ἀποδεικτικὴ περί τι ὑποκείμενον θεωρεῖ τὰ καθ’ αὑτὰ συμβεβηκότα ἐκ τῶν κοινῶν δοξῶν, οἷον ἀριθμητικὴ μὲν περὶ ἀριθμούς, γεωμετρία δὲ περὶ μεγέθη, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων πασῶν ἐπιστημῶν. φαμὲν οὖν πρὸς αὐτὸν ἡμεῖς ὅτι αἱ μὲν κατὰ μέρος ἐπιστῆμαι τὰ κατὰ μέρος συμβεβηκότα ἐπισκέψονται, οἷον ἀριθμητικὴ τὰ ἐν τοῖς ἀριθμοῖς, γεωμετρία δὲ τὰ ἐν τοῖς μεγέθεσιν, ἡ μέντοι γε πρώτη φιλοσοφία τὰ καθόλου συμβεβηκότα ἐπισκέπτεται· ὥστε ἡ μία ἐπιστήμη περὶ πάντων τῶν συμβεβηκότων διαλέγεται, ἐπεὶ καὶ περὶ πασῶν τῶν οὐσιῶν. ἐκ γὰρ τῶν συμβεβηκότων ἐσπούδαζε δεικνύναι τὸ ἄτοπον ὁ φιλόσοφος. περὶ οὖν τὸ αὐτὸ γένος (ἀντὶ τοῦ περὶ οὖν ἓν γένος) τὰ [καθ’ αὑτὰ] καθ’ αὑτὸ συμβεβηκότα διὰ τῶν κοινῶν δοξῶν,3 τουτέστι μιᾶς ἐστι θεωρῆσαι τὰ καθ’ αὑτὸ συμβεβηκότα τοῖς μεγέθεσι, καὶ πάλιν ἑτέρας τοὺς ἀριθμούς· ὥστε καὶ τῶν οὐσιῶν διάφοροι ἐπιστῆμαι, ἐπεὶ καὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ταῖς οὐσίαις. εἰρήκαμεν δὲ ἡμεῖς τὸ ἀληθές, ὥστε τῆς αὐτῆς ἐστιν ἐπιστήμης τὸ εἰδέναι καὶ τὸ ὑποκείμενον καὶ τὰ καθ’ αὑτὸ ὑπάρχοντα τῷ ὑποκειμένῳ. περί τε τὸ ὅτι μιᾶς καὶ ἐξ ὧν· ὅ φησι τὸ ὑποκείμενον, ἐξ ὧν δὲ δείκνυται. καὶ τὸ ὅτι, φημὶ δὴ τὴν οὐσίαν, μιᾶς ἐστιν ἐπιστήμης τὸ θεωρῆσαι, καὶ ἐξ ὧν, τουτέστι τὰ καθ’ αὑτὸ ὑπάρχοντα τῇ οὐσίᾳ, μιᾶς ἐστιν * * * ἄλλης θεωρῆσαι ἐπιστήμης. ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν.

“而总的来说,是关于所有实体只有一门知识,还是有多门知识。” 既然在实体中,有些是可理知的且不动的,另一些则是可感觉的且处于运动中,他便探究:考察所有的实体是属于一门知识,还是属于多门且各异的知识?如果不属于一门知识,应当把我们现前摆着的这门知识——这就是智慧——看作是关于何种实体的?因为他说,假定关于所有实体只有一门知识是不合情理的。因此,如果不是一门知识,应当把这门知识设定为关于何种实体的:是关于可理知的实体,还是关于可感觉的实体?但另一方面,说关于所有实体只有一门知识也是不合情理的。因为如果是一门知识,那么论证所有自体属于实体的偶性的知识也会是一门,如果确实每门论证性知识都是从共同观点出发关于某个基底受词考察其自体偶性,就像算术关于数、几何学关于大小那样,在所有其他知识上同样也是如此。因此我们对他说:各门个别的知识将考察个别的偶性,例如算术考察数中的偶性,几何学考察大小中的偶性,然而第一哲学则考察普遍的偶性;因此这门单一的知识探讨所有的偶性,既然它也探讨所有的实体。因为哲学家[亚里士多德]正是极力从偶性出发来展示这种荒谬的。因此,关于同一属(用以代替说:因此关于一个属),通过共同观点[考察]自体偶性,也就是说,考察大小的自体偶性属于一门知识,而考察数则又属于另一门;从而关于实体也有各异的知识,既然关于自体属于实体的偶性也有各异的知识。然而我们已经道出了真理:认识基底受词和认识自体属于基底受词的偶性属于同一门知识。关于事实属于一门知识,而关于由以出发的东西也属于一门知识;他所说的就是基底受词,而“由以出发的东西”就是借以指明的事物。考察事实,我指的就是实体,属于一门知识;而考察由以出发的东西,即自体属于实体的偶性,属于一门……另一门知识去考察。因此,他所说的就是这样一回事。

语法注3 条
  1. 3.35ὅτι δὲ εὔλογον εἶναι λέγειν τοιαύτην τὴν περὶ τὰ ἀξιώματα

    τοιαύτην 是宾格补足语,指代前文提到的“智慧以及更具权威且在先的”(σοφία καὶ κυριωτέρα καὶ προτέρα),修饰不定式结构中的宾语/主语 τὴν περὶ τὰ ἀξιώματα(关于公理的知识)。

  2. 3.36ποίας οὐσίας ἡγητέον τὴν προκειμένην νῦν ἡμῖν

    在形容动词 ἡγητέον 的无人称结构中,ποίας οὐσίας 用作所属/关涉属格(“关于何种实体的[知识]”),而宾格 τὴν προκειμένην νῦν ἡμῖν 则充当动词的直接宾语(“应当将现前向我们摆出的[知识]看作是……”)。

  3. 3.36περὶ οὖν τὸ αὐτὸ γένος (ἀντὶ τοῦ περὶ οὖν ἓν γένος) τὰ [καθ’ αὑτὰ] καθ’ αὑτὸ συμβεβηκότα διὰ τῶν κοινῶν δοξῶν

    该省略分句依赖于上下文(参见上文 εἰ γὰρ εἴη μία ... θεωρεῖ τὰ καθ’ αὑτὰ συμβεβηκότα),省略了谓语动词(如 θεωρεῖ 或 θεωρεῖν δεῖ)。它简要重述了亚里士多德式的公式:“关于同一(即单一)属,通过共同观点[考察]自体偶性”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:162.4-163.27