← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§160.17-162.3

公理的自明性与否定论证的无穷后退

阿斯克勒庇俄斯注释了亚里士多德《形而上学》卷B 997a3–5,指出公理本身的定义不假专门知识已自明,而若将公理视为论证对象,则必须设定基底的属和更在先的公理,从而陷入无穷后退,导致论证不可能成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.33

" Τί μὲν γὰρ ἕκαστον τούτων τυγχάνει ὂν καὶ νῦν γνωρίζομεν." Τί σημαίνει ἕκαστον τῶν ἀξιωμάτων φανερὸν ἡμῖν ὑπάρχει. ἐπιστάμεθα γὰρ ἢ δι’ ὁρισμῶν ἢ δι’ ἀποδείξεως. καὶ τῶν οὖν ἀξιωμάτων εἴπερ ἔστιν ἐπιστήμη, ἤτοι τοῦ τί ἐστιν 〈ἕκαστον〉 αὐτῶν ἔσται δεικτικὴ ἢ ἀποδεικτικὴ [ἢ] περί τινος τῶν ὑπαρχόντων αὐτοῖς.1 ἀλλὰ τὸ μὲν τί ἐστιν ἕκαστον αὐτῶν γνώριμον πᾶσιν αὐτόθεν· χωρὶς γὰρ ἐπιστήμης γνώριμον τί σημαίνει τὸ κατὰ παντὸς 〈ἢ〉 ἡ κατάφασις ἤγουν ἡ ἀπόφασις, καὶ τί σημαίνει τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα εἶναι· ὡς γὰρ γνωρίμοις αὐτοῖς πᾶσαι αἱ ἐπιστῆμαι χρῶνται, οὐδὲν δεόμεναι τῆς διδαξούσης ἐπιστήμης.

“因为这些之中的每一个究竟是什么,我们现今也认识。” 各个公理意谓着什么,对我们而言是显而易见的。因为我们或是通过定义或是通过论证来认识。因此,如果存在关于公理的知识,它要么是指明它们之中每一个是什么,要么是论证属于它们的某种性质。然而,它们之中每一个究竟是什么,对所有人而言原本就是熟知的;因为无需专门知识,人们便熟知“关于一切,要么是肯定要么是否定”意谓着什么,以及与同一事物相等者彼此也相等意谓着什么;因为各门知识都将它们视为熟知的事物来使用,绝不需要传授它们的知识。

§3.34

"Εἰ δὲ ἀποδεικτικὴ περὶ αὐτῶν ἐστι, δεήσει τι γένος εἶναι ὑποκείμενον." Ὃ λέγει τοῦτό ἐστιν, ὅτι εἰ ὑποθώμεθα τὰ ἀξιώματα θηρᾶσθαι διὰ ἀποδείξεων, ἐπειδὴ πᾶν τὸ ὑποπῖπτον ἀποδείξει ἔχει καὶ ὑποκείμενον, ἔχει δὲ καὶ κατηγορούμενον, φανερὸν ὅτι χρεία ἐστὶν ἑτέρου ἀξιώματος πρὸς τὸ γενέσθαι ἀρχὴν ἀποδείξεως τῆς ἀποδεικνύσης τὸ ἀξίωμα, καὶ τοῦτο ἐπ’ ἄπειρον· καὶ οὕτως οὐδὲν ἔσται ἀποδεικτόν, καθάπερ εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ, ὅτι εἰ ὑποθώμεθα πάντα ἀποδεικτὰ εἶναι, οὐδενὸς ἔσται ἀπόδειξις. ὥστε δεῖ τὰ κοινὰ ἀξιώματα ὁμολογούμενα εἶναι. εἰ οὖν ἔστιν ἀπόδειξις τῶν ἀξιωμάτων καὶ ἀποδεικτική τις ἐπιστήμη, δεήσει τὰ ἀξιώματα εἶναι τὰ πρῶτα ἕν τι γένος καὶ μίαν τινὰ φύσιν ὑποκειμένην, εἶναί τε αὐτῶν τὰ μὲν πάθη, τουτέστι τὰ ἀποδεικνύμενα ὑπάρχειν αὐτοῖς (τὰ γὰρ καθ’ αὑτὰ ὑπάρχοντα, ἅπερ ἐστὶ τὰ ἀποδεικτά, πάθη εἶπε) τὰ δέ τινα ἄλλα ἀξιώματα, δι’ ὧν τὰ ὑπάρχοντα αὐτοῖς καθ’ αὑτὰ δείκνυται (χρεία γάρ ἐστιν ἀξιωμάτων ἐπὶ πάσης ἀποδείξεως), ἀξιώματα λέγων τὰς ἀναποδείκτους καὶ ἀμέσους προτάσεις. τὸ δὲ περὶ πάντων γὰρ ἀδύνατον ἀπόδειξιν εἶναι εἶπεν ὡς ἀκόλουθον τῷ δεήσει τι γένος εἶναι ὑποκείμενον,2 καὶ τὰ μὲν πάθη τὰ δὲ ἀξιώματα αὐτῶν. εἰ οὖν ἀποδεικτὰ τὰ ἀξιώματα, χρεία ἐστὶν ἄλλων ἀξιωμάτων ἀναποδείκτων· οὐ γὰρ δυνατὸν πάντα ἀποδεικτὰ εἶναι, ἐπεὶ οὕτως οὐδὲν ἔσται ἀποδεικτόν. τίς οὖν χρεία μὴ ἵστασθαι εἰς τὰ προφανῶς ἀξιώματα καὶ λέγειν ὅτι ἀναπόδεικτα ὑπάρχουσιν; οὐδὲ γὰρ τῶν λαμβανομένων πρὸς τήν τινων δεῖξιν οἷόν τε πάντων ἀπόδειξιν εἶναι. τὸ δὲ ἑξῆς ἀνάγκη γὰρ ἔκ τινων εἶναι καὶ περί τι καὶ τινῶν τὴν ἀπόδειξιν συνάπτει τῷ δεήσει τι γένος εἶναι ὑποκείμενον, καὶ τὰ μὲν πάθη τὰ δὲ ἀξιώματα. καὶ ἔστι τὸ μὲν ἔκ τινων τῶν ἀξιωμάτων δι’ ὧν ἡ δεῖξις δηλωτικόν, τὸ δὲ περί τι τοῦ ὑποκειμένου γένους, ᾧ δείκνυταί τι ὑπάρχον ἢ μὴ ὑπάρχον, τὸ δὲ τινῶν τῶν ἀποδεικνυμένων ὑπάρχειν ἢ μὴ ὑπάρχειν τῷ ὑποκειμένῳ, ἃ εἶπε πάθη. τὸ δὲ ὥστε συμβαίνει πάντων εἶναι γένος ἕν τι τῶν δεικνυμένων ἴσον ἂν εἴη τῷ3 ‘οὕτως τε συμβήσεται, εἴπερ ἔστιν ἀπόδειξις περὶ τῶν ἀξιωμάτων, καὶ ἔστιν ἕν τι γένος καὶ μία τις φύσις ὑποκειμένη τὰ ἀξιώματα, πάντα τὰ ἀποδεικνύμενα διὰ τῶν ἀξιωμάτων μιᾶς τινος φύσεως εἶναι, εἴ γε πᾶσαι μὲν αἱ ἐπιστῆμαι καὶ αἱ ἀποδείξεις διὰ τῶν ἀξιωμάτων δεικνύουσι τὰ προκείμενα, τὰ δὲ ἀξιώματα μιᾶς καὶ τῆς αὐτῆς φύσεώς ἐστιν, ὡς δείκνυμεν, τὰ δὲ τῆς αὐτῆς φύσεως ἀλλήλοις ὄντα μιᾶς τινος φύσεώς ἐστι δεικτικά, εἴ γε ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων αἱ ἀποδείξεις, μιᾷ δὲ φύσει καθ’ αὑτὰ ὑπάρχειν ἀνάγκη τὰ μιᾶς καὶ τῆς αὐτῆς φύσεως ὄντα ἀλλήλοις.’ ἓν δὲ γένος εἶπεν ἀντὶ τοῦ μίαν φύσιν. εἰ οὖν ἔστιν ἐπιστήμη τις καὶ ἀπόδειξις τῶν ἀξιωμάτων, δεήσει εἶναί τι γένος ὑποκείμενον αὐτοῖς· πᾶσα γὰρ ἀπόδειξις καὶ πᾶσα ἐπιστήμη ἀποδεικτικὴ περί τι γένος ὡρισμένον, καὶ πᾶν τὸ ἀποδεικτὸν γένει τινὶ ὡρισμένῳ ὑπάρχει. καὶ τοῖς ἀξιώμασιν ἄρα, εἰ ἔστιν ἀποδεικτὰ καὶ ἔστιν ἐπιστήμη τις αὐτῶν ἀποδεικτική, ὡρισμένον τι γένος ὑπόκειται, ᾧ δείκνυται ὑπάρχοντα. ὥστε καὶ τῶν ἀξιωμάτων ἓν γένος ἔσται 〈καὶ〉 ἕτερον ἀξίωμα δι’ οὗ δείκνυνται, εἰ ἄρα δείκνυνται, ἐπειδὴ πᾶσαι αἱ ἀποδείξεις χρῶνται τοῖς ἀξιώμασιν.

“而如果是关于它们的论证性知识,就必须有某个基底的属。” 他所说的是指:如果我们假定公理是通过论证来探究的,那么既然落入论证之下的每一事物既有基底的受词又有被述说的谓词,显然就需要另一条公理来作为论证该公理的论证本原,而这将至于无穷;这样就没有任何事物是可论证的,正如在关于论证的著述中所说的那样:如果我们假定一切事物都是可论证的,那么对任何事物都不会有论证。因此共同的公理必须是被一致赞同的。因此,如果存在公理的论证以及某种论证性知识,诸公理就首先必须是某个单一的属和某种基底的本性,并且它们之中有些是属性,也就是被论证属于它们的东西(因为他把作为论证对象的本质属性称为属性),而另一些则是另一些公理,通过它们,自体属于它们的东西被指明出来(因为在一切论证中都需要公理),他所说的公理是指不可论证且直接的前提。而他说“因为不可能有对一切事物的论证”,是作为“必须有某个基底的属,且它们之中有些是属性,有些是公理”的推论而说的。因此,如果公理是可论证的,就需要其他不可论证的公理;因为不可能一切事物都是可论证的,既然这样就没有任何事物是可论证的。那么,不停在显而易见的公理上并说它们是不可论证的,又有什么必要呢?因为为了证明某些事物而采用的前提,也不可能全部都有论证。而紧接在后的“因为论证必然是从某些事物出发、关于某物、并且针对某些事物”,他是将其与“必须有某个基底的属,且有些是属性,有些是公理”联系在一起的。其中“从某些事物出发”指明的是借以进行论证的公理,“关于某物”指明的是基底的属,关于这一属,某物被证明属于或不属于它,“针对某些事物”指明的是被论证属于或不属于基底受词的东西,即他所谓的属性。而“因此结论就是一切被论证的事物都有一个单一的属”,就等于说:“这样结论就会是:如果存在关于公理的论证,且公理是某个单一的属和某种单一的基底本性,那么通过公理被论证的一切事物就都属于同一种本性;如果各门知识和论证确实都通过公理来指明摆在前面的课题,而公理正如同我们指明的那样是属于同一本性的,且彼此具有相同本性的事物是指明某种单一本性的;如果论证确实出自本质属性,且对于一种本性而言,彼此具有同一本性的事物必然自体属于它。”他说“一个属”,是用以代替“一种本性”。因此,如果存在某种关于公理的知识与论证,就必须有某种位于它们之下的基底属;因为一切论证和一切论证性知识都是关于某个确定的属,且一切可论证之物都属于某个确定的属。从而对于公理而言,如果它们是可论证的且存在某种关于它们的论证性知识,也有某个确定的属作为基底,公理被证明属于这一基底。因此诸公理也会有一个属,并且有另一条借以证明它们的公理(如果它们确实被证明的话),因为一切论证都使用公理。

语法注3 条
  1. 3.33ἤτοι τοῦ τί ἐστιν 〈ἕκαστον〉 αὐτῶν ἔσται δεικτικὴ ἢ ἀποδεικτικὴ [ἢ] περί τινος τῶν ὑπαρχόντων αὐτοῖς

    由 ἤτοι... ἤ... 构成的析取结构,表语形容词 δεικτική(带属格补足语 τοῦ τί ἐστιν)与 ἀποδεικτική(带介词短语 περί τινος...)与 ἔσται 并列。此句将知识的形式二分为“指出其本质(定义)”或“论证其属性”。

  2. 3.34τὸ δὲ περὶ πάντων γὰρ ἀδύνατον ἀπόδειξιν εἶναι εἶπεν ὡς ἀκόλουθον τῷ δεήσει τι γένος εἶναι ὑποκείμενον

    中性单数定冠词 τό 将所引语句 περὶ πάντων γὰρ ἀδύνατον ἀπόδειξιν εἶναι 整体名词化,作动词 εἶπεν 的直接宾语。ὡς ἀκόλουθον τῷ... 是补足语,表示“作为……的推论/随之而来的结论”。

  3. 3.34τὸ δὲ ὥστε συμβαίνει πάντων εἶναι γένος ἕν τι τῶν δεικνυμένων ἴσον ἂν εἴη τῷ

    由定冠词 τό 名词化的引句为主语,ἴσον ἂν εἴη 为谓语(ἄν 加祈愿语气的潜在用法),与格定冠词 τῷ 引出后文整段意译。这是注疏中常见的固定程式:“引文[……]等同于说[……]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:160.17-162.3