← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§159.1-160.16

第一哲学与分科学问对公理的处理之别

针对亚里士多德《形而上学》卷B(996b33),阿斯克勒庇俄斯探讨了探讨实体的知识与探讨论证公理的知识是否为同一门知识的疑难。他指出几何学等分科知识与第一哲学在使用公理上的不同,对亚里士多德所设立论证的小前提(附设前提)进行了批判性辨析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.32

" Μιᾶς μὲν οὖν οὐκ εὔλογον εἶναι· τί γὰρ μᾶλλον γεωμετρίας." Ἐντεῦθεν ἄρχεται ἐπιχειρεῖν καὶ λέγειν ὅτι οὐ δυνατὸν εἶναι μίαν ἐπιστήμην τὴν γινώσκουσαν τὰς οὐσίας τῶν πραγμάτων καὶ τὰ ἀξιώματα. αἱ γὰρ ἐπιστῆμαι κατὰ τὴν ἀπόδειξιν οὐ διαφέρουσιν ἀλλήλων· ὥσπερ γὰρ γεωμετρία ἀποδείκνυσιν, οὕτως καὶ ἀριθμητικὴ καὶ αἱ ἄλλαι πᾶσαι ἐπιστῆμαι. εἰ τοίνυν ὑποθώμεθα μίαν καὶ τὴν αὐτὴν ἐπιστήμην γινώσκειν καὶ τὰς οὐσίας τῶν πραγμάτων καὶ τὰς ἀποδείξεις, ἐπειδὴ οὐ διαφέρουσιν ἀλλήλων αἱ ἐπιστῆμαι κατὰ τὰς ἀποδείξεις, συμβήσεται τὴν πρώτην ἐπιστήμην μὴ διαφέρειν τῶν ἄλλων ἐπιστημῶν τῶν κατὰ μέρος. φημὶ δὴ γεωμετρίας καὶ ἀριθμητικῆς καὶ ὅσαι ἄλλαι τοιαῦται. εἰ οὖν ἐκεῖναι οὐκ ἴσασι τὰς οὐσίας τῶν πραγμάτων, φανερὸν ὅτι οὐδὲ ἡ πρώτη ἐπιστήμη οἶδε τὰς οὐσίας τῶν πραγμάτων. ἡ γὰρ γεωμετρία οἶδεν ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, καὶ ὅτι τὸ σημεῖον ἀμερές· οὐ μέντοι γε τὰς αἰτίας οἶδε καὶ τὴν οὐσίαν αὐτὴν τοῦ πράγματος· ὥστε οὐδὲ ἡ πρώτη ἐπιστήμη. καὶ οὕτως ὁ Ἀριστοτέλης· φαμὲν δὲ ἡμεῖς πρὸς αὐτὸν λέγοντες ὅτι τὸ μὲν συνημμένον τοῦ συλλογισμοῦ ἔρρωται, ἡ δὲ πρόσληψις οὐδαμῶς ὑγιῶς ἔχει·1 τὸ γὰρ λέγειν ὅτι αἱ ἀποδείξεις, καθὸ ἀποδείξεις ὑπάρχουσιν, οὐδὲν ἀλλήλων διαφέρουσι, καὶ ὅτι ἀποδείξεσι κέχρηνται καὶ αἱ κατὰ μέρος καὶ αἱ πρῶται οὐκ ἄτοπον· τὸ δὲ λέγειν ‘ἀλλὰ μὴν ὅμοιαι διὰ τοῦτο’ πάνυ ἐστὶν ἄτοπον. ἡ μὲν γὰρ πρώτη ἐπιστήμη οἶδε καὶ τὰς οὐσίας τῶν πραγμάτων καὶ τὰς ἀρχὰς τῶν ἀποδείξεων, τὰς μὲν οὐσίας δι’ ὁρισμῶν, τὰς δὲ ἀποδείξεις διὰ τῶν ἀρχῶν διὰ τὰς εἰρημένας αἰτίας ἐν τῇ θεωρίᾳ· αἱ μέντοι γε κατὰ μέρος ἐπιστῆμαι τὰς μὲν ἀποδείξεις ἴσασι, τὰς δὲ ἀρχὰς οὐκ ἴσασιν· ἀρκοῦνται γὰρ τῇ δόξῃ τῆς πρώτης φιλοσοφίας. τοῦτο οὖν ἐστιν ὃ λέγει ὁ Ἀριστοτέλης, ὅτι εἰ πᾶσαι ὁμοίως αἱ ἀποδεικτικαὶ ἐπιστῆμαι χρῶνται τοῖς ἀξιώμασι πρὸς τὰ οἰκεῖα ἀποδεικτά, καὶ μὴ πᾶσαι περὶ αὐτῶν λέγουσιν, οὐδὲ μία τις τῶν ὁμοίως αὐτοῖς χρωμένων ἐρεῖ περὶ αὐτῶν. ἀλλὰ μὴν τὸ πρῶτον· πᾶσαί τε γὰρ αὐτοῖς χρῶνται, ὥσπερ καὶ ἡ περὶ τὰς τῆς οὐσίας ἀρχάς τε καὶ αἰτίας οὖσα, καὶ οὐ λέγουσι πᾶσαι περὶ αὐτῶν· οὔτε γὰρ γεωμετρία περὶ αὐτῶν οὔτε μουσικὴ λέγει, καίτοι χρώμεναι αὐτοῖς. τὸ ἄρα δεύτερον.2 εἰρήκαμεν δὲ ὅτι ἡ πρόσληψις ἡμάρτηται· οὔτε γὰρ πᾶσαι ὁμοίως αὐτοῖς χρῶνται· ἡ γὰρ πρώτη καὶ τὰ ἀξιώματα οἶδε καὶ τὰς οὐσίας αὐτῶν· διὸ καὶ προϊὼν ἀποδείκνυσι τὴν ἀντίφασιν ἐν τῷ Γ. ἔστι καὶ οὕτως εἰπεῖν. εἰ ὁμοίως πᾶσαι αἱ ἐπιστῆμαι περὶ τὰ ἀξιώματα ἔχουσιν ὡς καὶ ἡ περὶ τὴν οὐσίαν, ἢ πᾶσαι περὶ αὐτῶν ἐροῦσιν ἢ οὐδὲ αὕτη. ἀλλὰ μὴν ὁμοίως πᾶσαι ἔχουσι περὶ αὐτῶν ὡς αὐτή (πᾶσαι γὰρ αὐτοῖς ὁμοίως πρὸς τὰς τῶν οἰκείων ἀποδείξεις χρῶνται ὥσπερ καὶ αὐτή), καὶ οὐ πᾶσαι περὶ αὐτῶν λέγουσιν· ὥστε οὐδ’ ἂν ἡ περὶ τὰς οὐσίας λέγοι· εἰ δὲ τοῦτο, οὐχ ἡ αὐτὴ περί τε τῆς οὐσίας καὶ τῶν ἀξιωμάτων. ὡς γὰρ τῶν ἄλλων τῶν χρωμένων αὐτοῖς ὁμοίως ταύτῃ οὐκ ἔστιν οἰκεῖον τὸ περὶ αὐτῶν λέγειν, οὕτως οὐδὲ ταύτης ἂν εἴη. ὥστε μιᾶς ἐπιστήμης οὐκ εὔλογον εἶναι τὸ γινώσκειν τὰς οὐσίας καὶ τὰ ἀξιώματα· ὁμοίως γὰρ ἐπαΐει καὶ γινώσκει καὶ γεωμετρία καὶ αἱ ἄλλαι ἐπιστῆμαι, καθάπερ εἰρήκαμεν. εἴπερ οὖν ἅπασαι ὁμοίως χρώμεναι τοῖς ἀξιώμασιν ἀποδεικνύουσι τὰ ὑποβεβλημένα αὐταῖς πράγματα, γεωμετρία μὲν μεγέθη, ἀριθμητικὴ δὲ ἀριθμούς, οὐδὲ μία δὲ αὐτῶν γινώσκει τὰς οὐσίας καὶ τὰ ἀξιώματα, ὥσπερ οὖν ἐπὶ τῶν ἄλλων, οὕτως οὐδὲ τῆς γνωριζούσης τὰς οὐσίας, τουτέστι τῆς πρώτης ἐπιστήμης, ἴδιόν ἐστι τὸ γινώσκειν περὶ αὐτῶν τῶν ἀξιωμάτων. πρὸς τούτοις δὲ πῶς δυνατόν ἐστι γινώσκειν τὰ ἀξιώματα; χρεία γάρ ἐστιν ἄλλων ἀξιωμάτων πρὸς τὸ γνῶναι αὐτά· καὶ τοῦτο ἐπ’ ἄπειρον. καὶ ὅπερ φησὶν ἐν τῇ Ἀποδεικτικῇ,3 ὅτι εἰ πάντα ὑπάρχουσιν ἀποδεικτά, οὐδὲν ἔσται ἀποδεικτόν.

“因此,属于一门[知识]是不合情理的;因为凭什么属于几何学而不属于[其他知识]呢?” 从这里他开始论述并指出,认识事物的实体与公理的知识不可能是一门知识。因为各门知识在论证上彼此并无区别;正如几何学进行论证,算术以及所有其他知识也同样进行论证。因此,如果我们假定同一门知识既认识事物的实体又认识论证,那么既然各门知识在论证上彼此并无区别,结论就会是第一知识与分科的其余各门知识毫无区别——我指的正是几何学、算术以及所有其他这类知识。既然那些知识并不认识事物的实体,显而易见,第一知识也同样不认识事物的实体。因为几何学知道与同一事物相等者彼此也相等,并且知道点是无部分的;然而它却不知道事物的诸原因以及实体本身;因此第一知识也不认识。亚里士多德便是如此[论证的];但我们对他说:这一推论的条件前提虽然坚固,其附设前提却绝非健全。因为说论证只要作为论证就彼此毫无区别,并且分科的知识与第一知识都使用论证,这并非荒谬;但若说“正因如此它们彼此相似”,则是极其荒谬的。因为第一知识既认识事物的实体,也认识论证的本原——通过定义认识实体,通过本原认识论证,这是由于在观照中所述的诸原因;然而分科的知识虽认识论证,却不认识本原;因为它们满足于第一哲学的见解。因此,这便是亚里士多德所说的:如果一切论证的知识都同样为了自己固有的被论证对象而使用公理,并且并非一切知识都谈论公理,那么同样使用公理的各门知识中就没有任何一门会谈论公理。“然而前件[属实];因为一切知识都使用公理,正如同探讨实体的本原与原因的知识一样,并且并非一切知识都谈论公理;因为几何学和音乐虽然使用公理,却都不谈论公理。因此后件[成立]。”但我们已经说过,其附设前提是错误的;因为并非一切知识都同样地使用公理;第一知识既认识公理又认识它们的本质;因此他在下文推进时也在《伽玛》卷中论证了矛盾[律]。也可以这样表述:如果一切知识关于公理所处的状态都与关于实体的知识相似,那么要么一切知识都将谈论公理,要么连这一门[知识]也不谈论。然而一切知识关于公理所处的状态都与它相似(因为一切知识都为了自身固有的论证而同样使用公理,正如同它一样),并且并非一切知识都谈论公理;从而探讨实体的知识也不会谈论公理;如果这样,关于实体与关于公理的就不是同一门知识。因为正如同对于以与它相似的方式使用公理的其他各门知识而言,谈论公理并不属于它们固有的一样,谈论公理也同样不属于这一门[知识]。因此,由一门知识认识实体与公理是不合情理的;因为正如同我们所说,几何学与其他各门知识都同样领会并认识。因此,如果一切知识都同样使用公理来论证置于其下的事物——几何学论证大小,算术论证数——并且其中没有任何一门认识实体与公理,那么正如同在其余各门知识上一样,对于认识实体的知识、即第一知识而言,认识公理本身也并非其所固有。此外,认识公理又是如何可能的呢?因为为了认识公理还需要其他公理,而这将至于无穷。这也正是他在《后分析篇》中所说的:“如果一切事物都是可论证的,那么就没有任何事物是可论证的。”

语法注3 条
  1. 3.32τὸ μὲν συνημμένον τοῦ συλλογισμοῦ ἔρρωται, ἡ δὲ πρόσληψις οὐδαμῶς ὑγιῶς ἔχει

    晚期古代逻辑学术语:在假言三段论中,τὸ συνημμένον 指“条件命题(大前提)”,而 ἡ πρόσληψις 指“附设前提(小前提)”。在此注疏者指出推论的条件蕴涵形式虽然稳固(ἔρρωται),但其小前提(即各门知识对公理的使用完全相同)并不成立。

  2. 3.32ἀλλὰ μὴν τὸ πρῶτον ... τὸ ἄρα δεύτερον

    假言三段论中肯定前件式(modus ponens)的标准表达程式。对应于假言命题“若前件则后件”,小前提肯定前件(ἀλλὰ μὴν τὸ πρῶτον,“然而前件为真”),从而得出结论(τὸ ἄρα δεύτερον,“因此后件成立”)。

  3. 3.32ἐν τῇ Ἀποδεικτικῇ

    阴性单数与格形容词,句法上省略了名词 πραγματείᾳ(“论著”),是古希腊注疏中指代亚里士多德《后分析篇》(Posterior Analytics)的标准习用表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:159.1-160.16