- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:15.15-16.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注疏了亚里士多德以共同概念(前概念)为线索推导智者与智慧的诸项特征(普遍认识、把握深奥事物、精确性与教学能力、因自身而被追求以及主导地位),并解释了第一原理的普遍知识如何满足这些条件。
" Ἐπειδὴ οὖν ταύτην τὴν ἐπιστήμην ζητοῦμεν, δεῖ ἡμᾶς γνῶναι περὶ ποίας ἀρχὰς καὶ αἰτίας ἐστὶν ἡ σοφία ἐπιστήμη." Ἐν πᾶσιν οὖν ἔθος τῷ Ἀριστοτέλει ταῖς κοιναῖς καὶ φυσικαῖς τῶν ἀνθρώπων προλήψεσιν ἀρχαῖς εἰς τὰ δεικνύμενα πρὸς αὐτοῦ χρῆσθαι,1 βεβαιοῦντι καὶ διὰ τούτου τὸ εἶναι τὴν γνῶσιν καὶ τὴν τῆς ἐπιστήμης ὄρεξιν κατὰ φύσιν τοῖς ἀνθρώποις, καὶ διὰ τοῦ τὰς τῆς γνώσεως ἀρχὰς φύσει ἡμῖν δεδόσθαι· αὗται γάρ εἰσιν αἱ κοιναὶ ἔννοιαι. οὕτως καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει πεποίηκε περὶ τοῦ τόπου ζητῶν, ὁμοίως δὲ καὶ περὶ χρόνου, σχεδὸν δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων προβλημάτων τῇ ὁδῷ ταύτῃ κέχρηται. τοῦτο οὖν καὶ νῦν ποιεῖ· ζητῶν γὰρ περὶ ποίας ἀρχάς ἐστιν ἡ σοφία, καὶ τί ἔργον τοῦ σοφοῦ καὶ τίς ὁ ὅλως σοφός, τὰς κοινὰς καὶ φυσικὰς ἐννοίας ἃς ἔχομεν περὶ τῶν σοφῶν ἐκτίθεται, ἵνα ταύταις τὰ ἀκόλουθα συμφώνως ζητοῦντες λαμβάνωμέν τε καὶ τιθῶμεν· διό φησιν εἰ δὴ λάβοι τις τὰς ὑπολήψεις ἃς ἔχομεν περὶ τοῦ σοφοῦ, τάχ’ ἂν ἐκ τούτου φανερὸν γένοιτο μᾶλλον. ἔστι δὲ ἡ κοινὴ πρόληψις τῷ σοφῷ καὶ τῇ σοφίᾳ ὑπάρχουσα· αὕτη τίθησιν, ὥς φησι, τό τε πάντα ἐπίστασθαι κοινῶς καὶ καθόλου καὶ περὶ πάντων δύνασθαι διαλαμβάνειν περιληπτικῶς, καὶ μὴ ὡς ὁ καθ’ ἑκάστην ἐπιστήμην ἐπιστήμων· τοὺς γὰρ οὕτως εἰδότας οὐ σοφοὺς εἶναι,2 ἀλλὰ τεχνίτας ἐκείνου περὶ οὗ λέγουσι * * * καλῶς δὲ προσέθηκε τὸ σχεδόν· τελείαν γὰρ γνῶσιν οὐδεὶς ἔχει εἰ μὴ μόνος ὁ θεός. ἀλλὰ καὶ τὸν περιττὰ καὶ χαλεπὰ καὶ μὴ ῥᾴδια γνωσθῆναι εἰδότα, καὶ τοῦτον σοφόν φασιν· τοὺς γὰρ τὰ κοινὰ καὶ ῥᾴδια εἰδότας οὔ φασι σοφούς. διὸ οὐδὲ τὴν αἴσθησιν σοφίαν λέγουσιν, οὐδὲ σοφοὺς τοὺς αἰσθανομένους καθὸ αἰσθάνονται· κοινὴ γὰρ καὶ ῥᾳδία ἡ αἰσθητικὴ γνῶσις. ἔτι τὸν ἀκριβέστερον περὶ ἕκαστον τῶν νοουμένων καὶ ἀναμάρτητον σοφὸν εἶναι λέγουσιν. ἀλλὰ καὶ τὸν διδασκαλικώτερον τῶν αἰτιῶν, τουτέστι τὸν τὴν διδασκαλίαν διὰ τῆς τῶν αἰτιῶν παραδόσεως ποιούμενον, μᾶλλον σοφὸν λέγουσι τῶν μὴ οὕτως διδασκόντων.
“因此,既然我们在寻求这门科学,我们就必须弄清智慧是关乎何种原理与原因的科学。” 因此,在一切事情上,亚里士多德都惯于将人们共同且自然的前概念用作由他所证明之事的原理,借此他也证实了认识与对科学的欲求对人类而言是合乎本性的,并且也是借由认识的诸原理是由本性赋予我们这一点〔来证实的〕;因为这些就是共同观念。他在《物理学》中探究场所时也是这样做的,关于时间亦是如此,并且在几乎所有其他问题上也皆采用了这一途径。因此,他现在所做的也正是这一点:因为在探究智慧关乎何种原理、智者的功用为何以及究竟谁是智者时,他列举出我们关于智者所抱有的共同且自然的概念,以便我们循着这些概念一致地进行探究,从而把握并确立后续的推论。因此他说:“如果有人把握我们关于智者所抱有的设想,或许由此会变得更加明显。”而存在着属于智者与智慧的共同前概念:正如他所说,这一前概念设定了普遍且贯通地知晓一切事物,并且能够总括性地探讨一切事物,而不是像分门别类的各门科学中的专家那样;因为以此种方式认识的人并非智者,而是他们所谈论对象的工匠[……]。他恰当地加上了“几乎”一词;因为除了神独一自身之外,没有人拥有完全的认识。不仅如此,认识非同寻常、艰深且不易被认识之事物的人,人们也称此人为智者;因为他们并不称认识普遍且容易之事物的人为智者。因此,他们既不称感觉为智慧,也不称感觉者在其感觉的限度内为智者;因为感觉的认识是普遍且容易的。此外,他们称在各个可知对象上更为精确且不犯错误的人为智者。而且,他们称在原因上更具教学能力的人——即通过传授原因来进行教学的人——比不这样教学的人更有智慧。
"Καὶ τῶν ἐπιστημῶν δέ." Εἰρηκὼς τὰ κατὰ τὴν κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ σοφίᾳ φησὶν οὕτως· καὶ τῶν ἐπιστημῶν δὲ σοφίαν ταύτην λέγουσι, τὴν αὐτῆς τῆς γνώσεως τῶν κατὰ τὴν ἐπιστήμην ἕνεκεν μετιοῦσαν αὐτὰ καὶ αἱρουμένην,3 ἀλλὰ μὴ διά τινα ἀποβαίνοντα· καὶ σοφοὺς οὖν δῆλον ὅτι τοὺς τὴν τοιαύτην ἐπιστήμην ἔχοντας. καὶ τὴν ἀρχικωτέραν τῆς ὑπηρετούσης μᾶλλον σοφίαν· οὐ γὰρ δεῖ ἐπιτάττεσθαι τὸν σοφόν, ἀλλ’ ἐπιτάττειν, ὡς ἔχοντα τὰς ἀρχάς, καὶ οὐ τοῦτον ἑτέρῳ πείθεσθαι, ἀλλὰ τούτῳ τὸν ἧττον σοφόν. ὥστε εἰ τοιαύτας ἔχομεν ὑπονοίας καὶ τοσαύτας περὶ τῆς σοφίας καὶ τῶν σοφῶν, πειρατέον ταῦτα πάντα ἁρμόσαι τῷ σοφῷ. τούτων οὖν τὸ μὲν πάντα ἐπίστασθαι τῷ μάλιστα ἔχοντι τὴν καθόλου ἐπιστήμην ἀναγκαῖον ὑπάρχειν· καθόλου τε γὰρ μάλιστα καὶ κοινῶς περὶ πάντων ἐπίσταται ὁ τὰς πρώτας ἀρχὰς εἰδώς, ὥς φησιν ‘γνῶσις τῶν ὄντων, ᾗ ὄντα εἰσίν’. οὐ γὰρ ὁ τὰς τινὸς ἀρχὰς εἰδὼς καθολικήν τινα γνῶσιν πάντων ἔχει. διό φησιν οὗτος γὰρ οἶδε πάντα τὰ ὑποκείμενα.
“而在诸门科学之中。” 在说明了依循共同观念属于智慧的特征之后,他这样说道:在诸门科学之中,人们也将为了科学对象本身的认识而追求并选取它们、而非为了任何外在结果的科学称为智慧;显而易见,拥有此类科学的人便是智者。并且人们将主导性的科学而非侍奉性的科学更多地称为智慧;因为智者不应当被命令,而应当施加命令,因为他拥有诸原理,且他不应当服从他人,而是较缺乏智慧者应当服从他。因此,如果我们关于智慧与智者抱有如此这般且如此之多的设想,就必须尝试将所有这些都契合于智者。因此,在这些特征中,知晓一切事物必然属于最充分拥有普遍科学的人;因为认识第一原理的人,最普遍且共通地知晓一切事物,正如他所说“作为存在者自身的存在者的知识”。因为认识某具体事物原理的人,并不拥有一切事物的某种普遍认识。因此他说:“因为此人知晓所有居于其下的事物。”
- 1.21ταῖς κοιναῖς καὶ φυσικαῖς τῶν ἀνθρώπων προλήψεσιν ἀρχαῖς εἰς τὰ δεικνύμενα πρὸς αὐτοῦ χρῆσθαι
动词 χρῆσθαι 支配与格补足语 ταῖς ... προλήψεσιν,名词 ἀρχαῖς 则充当述语性与格(“把前概念作为原理使用”)。εἰς τὰ δεικνύμενα 为表示目的的介词短语。
- 1.21τοὺς γὰρ οὕτως εἰδότας οὐ σοφοὺς εἶναι
对格不定式结构,在句法上受前文 αὕτη τίθησιν(或间接引述动词 φησί)支配构成间接引语。τοὺς οὕτως εἰδότας 为主语对格,οὐ σοφούς 为述语对格。
- 1.22καὶ τῶν ἐπιστημῶν δὲ σοφίαν ταύτην λέγουσι, τὴν αὐτῆς τῆς γνώσεως τῶν κατὰ τὴν ἐπιστήμην ἕνεκεν μετιοῦσαν αὐτὰ καὶ αἱρουμένην
τῶν ἐπιστημῶν 是部分属格,意为“在诸门科学之中”。针对 λέγουσι 的直接宾语 ταύτην,带冠词的分词短语 τὴν ... μετιοῦσαν αὐτὰ καὶ αἱρουμένην 作同位语。αὐτῆς τῆς γνώσεως τῶν κατὰ τὴν ἐπιστήμην 是受介词 ἕνεκεν 支配的属格短语。
