← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§158.4-158.37

关于论证原则与实体之学的疑难

阿斯克勒庇俄斯注解了亚里士多德《形而上学》996b26,阐明关于论证的诸本原(共同概念、矛盾律等)与实体是否属于同一门知识的疑难。他从新柏拉图主义立场指出,对于第一本原而言矛盾双方可以同时为假,从而对亚里士多德派的观点作出了修正。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.31

" Ἀλλὰ μὴν καὶ περὶ τῶν ἀποδεικτικῶν ἀρχῶν." Ἐνταῦθα οὐ μνημονεύει τῆς οὐσίας ὡς ἀνωτέρω μνησθείς, καὶ ὑποκατιὼν δὲ μνημονεύει τῶν οὐσιῶν. φησὶν οὖν ὅτι ἔχεται ἀπορίας καὶ ἀμφισβητήσεως1 περὶ τῶν ἀποδεικτικῶν ἀρχῶν καὶ τῶν οὐσιῶν, πότερον μία ἐπιστήμη γινώσκει καὶ τὰς οὐσίας τῶν πραγμάτων καὶ τὰς ἀποδείξεις τὰς περὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων τοῖς πράγμασιν, ἤγουν πλείονες ἐπιστῆμαι, οἷον ὅτι ἔστι ψυχὴ καὶ ὅτι ἀθάνατος καὶ ἀΐδιος ὑπάρχει ἡ λογικὴ δηλονότι. λέγω δὴ ἀποδεικτικὰς ἀρχὰς τὰς κοινὰς ἐννοίας. καὶ παρατίθεται πρότερον ἀξίωμα τὸ τῆς ἀντιφάσεως, καί φησιν ὅτι ἀδύνατόν ἐστι τὴν ἀντίφασίν ποτε συναληθεύειν ἢ συμψεύδεσθαι· ὡς γὰρ πολλάκις εἴρηται, ἐπὶ πάντων τῶν ὄντων διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. καὶ ὥς φησιν ὁ Πλάτων, ὡς ὅτι οὐδὲν τῶν ὄντων καυχήσεται ἐκφυγεῖν τὴν ἀντίφασιν. καὶ ταῦτα μὲν οἱ περὶ τὸν Ἀριστοτέλη·2 εἰδέναι μέντοι γε χρὴ ὅτι τῶν ἀδυνάτων ἐστί ποτε συναληθεῦσαι τὴν ἀντίφασιν, συμψεύσασθαι μέντοι γε αὐτὴν οὐκ ἔστιν ἀδύνατον· ἐπὶ γὰρ τοῦ πρώτου οὔτε ἡ κατάφασις ἔχει χώραν οὔτε δὲ ἡ ἀπόφασις, εἴ γε ὑπερβέβηκε καὶ τὸ ὂν καὶ πᾶσαν ἔννοιαν ἀνθρωπίνην καὶ ἁπλῶς εἰπεῖν νοερὰν ἐνέργειαν. κἂν γὰρ λέγῃ ὁ Πλάτων ὅτι τί μέν ἐστιν οὐκ οἶδα, τί δὲ οὐκ ἔστιν οἶδα, 〈οὐκ〉 ἤδη καὶ περιλαμβάνει3 αὐτὸ ἡ ἀπόφασις, ἀλλὰ μόνον ἀναίρεσιν δηλοῖ τῆς καταλήψεως, οὐ μέντοι γε λαμβάνεται, ὡς εἴρηται· ὑπὲρ πᾶσαν γάρ ἐστιν ἔννοιαν. εἶτα πάλιν ἕτερον ἀξίωμα τὸ λέγον ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, καὶ ὅτι οὐδὲν γίνεται, φησί, ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, ἐπεὶ οὕτως, φησί, ἔσται πρότερον ἐνεργείᾳ τὸ μηδαμῇ μηδαμῶς ὂν τοῦ ὄντος, καὶ οὕτω κρεῖττόν ἐστι τὸ ἀνύπαρκτον τῆς ὑπάρξεως. καὶ πάλιν ὅτι οὐδὲν μάτην οὔτε ὁ θεὸς οὔτε δὲ ἡ φύσις ποιεῖ, καὶ ὅσα ἄλλα τοιαῦτα ὑπάρχει ἀξιώματα. διὰ μέντοι γε τοῦ εἰπεῖν οἷον ὅτι ἀναγκαῖον ἢ φάναι ἢ ἀποφάναι ἐδήλωσεν ὅτι οὐ δυνατόν ἐστι συμψεύσασθαι τὴν ἀντίφασιν, διὰ δὲ πάλιν τοῦ εἰπεῖν ἢ καὶ ἀδύνατον ἅμα εἶναι καὶ μὴ εἶναι ἐδήλωσεν ὡς ὅτι οὐ δυνατόν ἐστι τὴν ἀντίφασιν ἅμα συναληθεύειν. ἆρα οὖν, φησί, μία ἐστὶν ἐπιστήμη τούτων τῶν ἀξιωμάτων καὶ τῆς οὐσίας, ἢ ἑτέρα μὲν ἐπιστήμη τῆς οὐσίας, ἑτέρα δὲ τῶν ἀξιωμάτων; εἰ δὲ μή ἐστι μία ἐπιστήμη ἀλλὰ πλείους, ποίαν δεῖ κυρίως προσαγορεύειν ἐπιστήμην, τὴν γινώσκουσαν τὰς ἀρχὰς ἀγνοοῦσαν δὲ τὰ ἀξιώματα, ἢ τὸ ἀνάπαλιν;

“然而也关于论证的诸本原。” 在此处他由于上面已经提到过而并未提及实体,但往下文看他确实提到了实体。因此他说,关于论证的诸本原和实体伴随着疑难与争论,即:认识事物的实体以及认识关于事物自身属性的论证的,究竟是一门知识还是多数知识,例如灵魂存在,并且显然理性的灵魂是不朽且永恒的。我所谓论证的诸本原正是指共同概念。首先列出的是矛盾律的公理,他说矛盾绝不可能同时为真或同时为假;因为正如常被言及的那样,在一切存在者之上它都分判真与假。正如柏拉图所说,存在者中没有一个敢自夸逃脱了矛盾。这些确实是亚里士多德一派人的说法;然而应当知晓,矛盾同时为真固然属于不可能之事,但它同时为假却并非不可能;因为对于第一者而言,无论肯定还是否定都没有立足之地,如果它确实超越了存在以及一切人类概念、简而言之超越了智性活动的话。因为即便柏拉图说“它是什么我不知道,但它不是什么我知道”,否定也并不因此就囊括了它,而只是表明了对领会的扬弃,如前所述,它却并未被领会;因为它是超越一切概念的。然后又是另一条公理,即称“与同一事物相等者彼此也相等”,以及他说,“无物从在任何方面都绝不存在者中产生”,因为他说,若不然,在任何方面都绝不存在者将在现实上先于存在者,从而不存在就将优于存在。再次还有“无论是神还是自然都不会徒劳地造作任何事物”,以及诸如此类的其他公理。然而,通过说出“例如必须或者肯定或者否定”,他表明了矛盾不可能同时为假;反之,通过说出“或者不可能同时存在与不存在”,他表明了矛盾不可能同时为真。那么他说,属于这些公理和实体的究竟是一门知识,抑或关于实体是一门知识而关于公理是另一门知识?如果不是一门知识而是多数知识,那么究竟应当把哪一门严格地称作知识:是认识本原而不知公理的那门,还是相反的那门?

语法注3 条
  1. 3.31ἔχεται ἀπορίας καὶ ἀμφισβητήσεως

    中动动词 ἔχομαι 与属格名词 ἀπορίας καὶ ἀμφισβητήσεως 连用,表示“伴随着/受制于疑难与争论”。

  2. 3.31καὶ ταῦτα μὲν οἱ περὶ τὸν Ἀριστοτέλη

    省略了主要谓语动词(如 λέγουσι)的习惯表达:“亚里士多德一派人确实持这些观点”,紧接着以 εἰδέναι μέντοι γε χρὴ ὅτι... 引出注疏者自身的新柏拉图主义立场以作对比。

  3. 3.31〈οὐκ〉 ἤδη καὶ περιλαμβάνει

    带有编者所补否定词 οὐκ 的 ἤδη καί 属于惯用结构,表示否定必然的逻辑推论:“并不因此就立刻/必然……(相当于拉丁语 non continuo)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:158.4-158.37