- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:157.4-158.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯依据996b22论证了对作为生成与变化本原的动因的认识亦属于智慧,随后依据996b26引入关于实体的知识与论证原理的知识属于同一门还是不同知识的第二个难题,并阐述了二者必然统一于一门知识的根据。
" Περὶ δὲ τὰς γενέσεις καὶ τὰς πράξεις." Δείξας ὅτι δύναται ἡ σοφία εἶναι κατὰ τὴν τοῦ εἰδικοῦ αἰτίου γνῶσιν, ὅτι καὶ κατὰ τὴν τοῦ ποιητικοῦ αἰτίου γνῶσιν δύναται ἡ σοφία εἶναι δείκνυσιν·1 ἐν γὰρ πᾶσι τοῖς γινομένοις καὶ πραττομένοις καὶ ὅλως μεταβάλλουσιν αἴτιον τῆς γνώσεως αὐτῶν ἡ τοῦ ποιητικοῦ αἰτίου γνῶσις, ὅπερ ἐστὶν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· τότε γὰρ ἴσμεν τὴν αἰτίαν τοῦ Τρωϊκοῦ πολέμου, ὅταν γνῶμεν τὴν τῆς Ἑλένης ἁρπαγήν, ὅπερ ἐστὶν ἀρχὴ καὶ αἰτία τοῦ πολέμου, καὶ τότε ἴσμεν τὴν αἰτίαν τῆς μάχης, ὅταν τὴν λοιδορίαν γνῶμεν, ἥτις ἤρξατο τῆς μάχης. εἰπὼν δὲ περὶ τοῦ ποιητικοῦ αἰτίου ἐπήνεγκε τοῦτο δὲ ἕτερον καὶ ἀντικείμενον τῷ τέλει, κατὰ τοῦτο λέγων ἀντικεῖσθαι ταῦτα τὰ αἴτια, ὅτι τὸ μὲν προϋπάρχει (τοιοῦτον γὰρ τὸ ποιητικὸν αἴτιον), τὸ δὲ ὕστερον ἐπιγίνεται. ὥστε οὐκ ἔστιν ἄλλης ἐπιστήμης τὸ θεωρῆσαι περὶ τῶν αἰτίων τούτων εἰ μὴ μόνης τῆς σοφίας.
“关于生成与行为。” 在表明了智慧能够依据对形式原因的认识而存在之后,他表明智慧也能够依据对动因的认识而存在;因为在一切生成、被施行以及普遍处于变化中的事物中,对它们的认识的原因乃是对动因的认识,即运动的始原所由出的那者;因为当获知了海伦的被劫掠这一确实是战争的始原和原因之事时,我们才知道了特洛伊战争的原因;当获知了挑起战斗的恶言时,我们才知道了战斗的原因。在论及动因之后,他又补述道“但这与目的不同且相对立”,他这是在表明这些原因在此点上是相对立的:一者预先存在(因为动因就是这样的),而另一者随后产生。因此,考察这些原因不属于别的知识,而唯独属于智慧。
"Ἀλλὰ μὴν καὶ περὶ τῶν ἀποδεικτικῶν ἀρχῶν, πότερον μιᾶς ἐστιν ἐπιστήμης ἢ πλειόνων." Ὅπερ ζητεῖ διὰ τῶν νῦν λεγομένων παρ’ αὐτοῦ τοιοῦτόν ἐστιν. ζητεῖ, εἰ ἄρα μία ἐπιστήμη ἐστὶν ἡ γινώσκουσα τὰς οὐσίας τῶν πραγμάτων καὶ τὰς ἀποδείξεις τὰς περὶ τῶν οὐσιῶν τῶν πραγμάτων, ἤγουν ἄλλη μὲν ἐπιστήμη γινώσκει τὰς οὐσίας τῶν πραγμάτων, ἄλλη δὲ τὰς ἀποδείξεις τὰς δεικνυούσας τὰ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασιν. εἶτα λοιπὸν ἐφ’ ἑκάτερα ἐπιχειρεῖ κατὰ τὸ εἰωθὸς ἑαυτῷ ὁ φιλόσοφος, δεικνὺς ὅτι καὶ μία καὶ οὐ μία· καὶ πρότερον δείκνυσιν ὅτι οὐ μία. ἰστέον δὲ ὅτι μία ἐστὶν ἐπιστήμη. εἰ γὰρ ὑποθώμεθα ἄλλην μὲν ἐπιστήμην γινώσκειν τὰς οὐσίας τῶν πραγμάτων, ἄλλην δὲ τὰς ἀποδείξεις τὰς περὶ αὐτῶν, πρῶτον μὲν διαμαχήσονται πρὸς ἀλλήλας ἀμφότεραι αἱ ἐπιστῆμαι περὶ τῶν πρωτείων· τῷ ὄντι γὰρ ἄδηλόν ἐστι, ποία πρώτη ἐπιστήμη ὑπάρχει, ἆρά γε ἡ εἰδυῖα τὰς οὐσίας τῶν πραγμάτων ἤγουν ἡ τὰ ἀξιώματα καὶ τὰς ἀποδείξεις τὰς περὶ τῶν οὐσιῶν. ἄλλως τε δὴ εἰ ὑποθώμεθα τὰς μὲν οὐσίας εἰδέναι, τὰς δὲ ἀποδείξεις ἀγνοεῖν τὰς δεικνυούσας τὰ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασι, συμβήσεται ἀνεπιστημόνως τοὺς ἐπιστήμονας γινώσκειν τὰς οὐσίας τῶν πραγμάτων, ἀγνοοῦντας τὰ καθ’ αὑτὸ ὑπάρχοντα ταῖς οὐσίαις. πῶς δὲ δυνατόν ἐστι γινώσκειν τὰς οὐσίας ἀγνοοῦντα τὰ ὑπάρχοντα ταῖς οὐσίαις; εἰ δὲ πάλιν ὑποθώμεθα γινώσκειν μὲν τὰς ἀποδείξεις, ἀγνοεῖν δὲ τὰς οὐσίας τῶν πραγμάτων, ἔσται ἡ γνῶσις διὰ κενῆς ὑπάρχουσα. εἰ δὲ αὐταὶ καθ’ αὑτὰς αἱ ἀποδείξεις ἀνύπαρκτοι ὑπάρχουσιν ἄνευ τῶν οὐσιῶν περὶ ὧν διαλέγονται (τὰ γὰρ καθ’ αὑτὰ συμβεβηκότα, ὧν εἰσιν αἱ ἀποδείξεις, τὴν ὕπαρξιν ἔχουσιν ἐν ταῖς οὐσίαις), πῶς οὖν δυνατόν ἐστιν2 εἰδέναι τὰς ἀποδείξεις τῶν πραγμάτων ἀγνοοῦντα τὰ πράγματα;
“然而关于论证的诸本原,究竟是属于一门知识还是属于多数知识。” 通过他现在所说的话所探究的问题乃是这样的。他在探究:认识事物实体与认识关于事物实体的论证的,究竟是同一门知识,抑或是一门知识认识事物的实体,而另一门知识认识证明属于事物的自身属性的论证。接着,哲学家照其惯例从正反两方面展开探讨,表明它既是一门又不是一门;并且首先表明它不是一门。但应当知晓的是,它是一门知识。因为,如果我们假定一门知识认识事物的实体,而另一门认识关于它们的论证,首先这两门知识将为了首席地位而彼此争斗;因为事实上究竟哪一门是首要知识尚不明确,是通晓事物实体的那门,还是通晓关于实体的公理与论证的那门呢?此外,如果我们假定人们知晓实体,却不知晓表明属于事物的自身属性的论证,那么结果就会是,拥有科学知识的人是在无科学根据地认识事物的实体,因为他们不知晓自身属于实体的属性。在不知晓属于实体的属性的情况下,怎么可能认识实体呢?反之,如果我们再次假定人们认识论证,却不知晓事物的实体,那么这种认识将是落空的。而如果论证本身脱离了它们所论述的实体便根本无法存在(因为作为论证对象的自身偶性,是在实体中获得其存在的),那么在不知晓事物的情况下,又怎么可能知晓关于事物的论证呢?
- 3.29ὅτι καὶ κατὰ τὴν τοῦ ποιητικοῦ αἰτίου γνῶσιν δύναται ἡ σοφία εἶναι δείκνυσιν
此处为主句动词 δείκνυσιν(他表明)置于句末,其宾语 ὅτι 从句(ὅτι καὶ... εἶναι)前置的倒装结构(hyperbaton)。承接前面的分词短语 Δείξας...,主句的骨干为 δείκνυσιν ὅτι...。
- 3.30εἰ δὲ αὐταὶ καθ’ αὑτὰς αἱ ἀποδείξεις ἀνύπαρκτοι ὑπάρχουσιν ἄνευ τῶν οὐσιῶν περὶ ὧν διαλέγονται (...) πῶς οὖν δυνατόν ἐστιν
这是一个复合句结构,条件从句 εἰ δὲ...(如果论证本身……不存在)中间插入了括号般的解释句(τὰ γὰρ...),随后主句以带有后承语气连词 οὖν 的反问句 πῶς οὖν δυνατόν ἐστιν...(那么怎么可能……)加以呼应并重启。
