- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:155.26-157.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯讨论了亚里士多德文本(996b24)的异文,对比了亚历山大的读法(“并非属于另一门”)与通过补出“这是荒谬的”来解释原文的做法,并阐明了智慧如何既是关于目的因的知识,又是关于形式因(“是什么”、本质与定义)的知识。
" Ὥστε ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι." Ὁ Ἀλέξανδρος ‘οὐκ ἄλλης’ γράφει· φησὶ γὰρ ὅτι εἰ ταῦτα οὕτως ἔχει, οὐκ ἄλλης ἂν δόξειεν εἶναι ἐπιστήμης τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον, ἀλλὰ μιᾶς καὶ τῆς αὐτῆς, ἐπειδὴ ἕκαστον αὐτῶν ἀναγκαῖόν ἐστι καὶ πρὸς τούτοις καὶ συνεζευγμένα ἀλλήλοις ὑπάρχουσι. κἂν μὴ γράφηται δὲ ‘οὐκ ἄλλης’, δυνατόν ἐστιν ἵστασθαι ὥστε ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον, ὅπερ ἐστὶν ἄτοπον (ἵνα ἔξωθεν ὑπακούσωμεν τὸ ὅπερ ἐστὶν ἄτοπον)1 διὰ τὰ εἰρημένα, ὅτι οὐ δυνατὸν πλείονας εἶναι ἐπιστήμας τῶν ἀρχῶν, ἀλλὰ μίαν, ὡς ὁ λόγος ἔδειξε. Τούτοις οὖν φησι προσχρώμενος ὡς ἔστι πως καθ’ ἕκαστον αἴτιον ἐπιοῦσι δεικνύναι τὴν γνωστικὴν αὐτοῦ σοφίαν οὖσαν, ὅτι εἰκότως ἕκαστον αἴτιον γινώσκει ἡ σοφία. καθ’ ὅσον μὲν γὰρ ἡ σοφία ἡγεμονικωτάτη ἐστὶ καὶ ἀρχιτεκτονικωτάτη ἐπιστήμη, καὶ καθάπερ δέσποινα τῶν ἄλλων ἐπιστημῶν, ἡ τοῦ τέλους ἂν γνῶσις εἴη· τοῦτο γὰρ τὸ ἀγαθόν, καὶ τούτου χάριν τὰ ἄλλα· πρὸς γὰρ τὸ τέλος ὁρῶντες ἐπιτάσσουσιν ἃ δεῖ ποιεῖν. ἀρχικωτάτη οὖν καὶ τελειοτάτη καὶ ἀρίστη ἡ τοῦ ἀρίστου τῶν αἰτίων γνῶσις· τοιοῦτον δὲ οὗ χάριν τὰ ἄλλα. κατὰ μὲν οὖν τοῦτο δόξει ἡ σοφία εἶναι τοῦ τέλους γνωστική· καθὸ δὲ ἡ τῶν πρώτων αἰτίων καὶ τοῦ μάλιστα ἐπιστητοῦ διωρίσθη εἶναι, ἡ τῆς οὐσίας ἂν εἴη τοιαύτη. καθ’ ὅσον, φησί, πάλιν ἡ σοφία ἐλέχθη τῶν πρώτων αἰτίων εἶναι γνωστικὴ καὶ τῶν μάλιστα ἐπιστητῶν, κατὰ τοῦτο δόξει πάλιν ἡ τοῦ εἴδους καὶ τῆς τοιαύτης αἰτίας γνῶσις σοφία εἶναι. εἰπὼν δὲ πρῶτον περὶ τοῦ ὡς τέλους αἰτίου τοῦ ἐν τοῖς * * * θεωρητοῖς. ὅτι δὲ τὸ εἶδος μάλιστα γνωστόν, δείκνυσι διὰ τοῦ ἐπὶ πάντων τότε λέγεσθαι εἰδέναι τινά, ὅταν τὸ εἶδος εἰδείη τίς τινος καὶ τὴν τοιαύτην αἰτίαν. πολλαχῶς γὰρ ἐπισταμένων τὸ αὐτὸ μᾶλλον μὲν εἰδέναι φαμὲν τὸν τῷ εἶναι γνωρίζοντα τί τὸ πρᾶγμα ἢ τῷ μὴ εἶναι. δεικνὺς ὅτι ὁ τὴν κατ’ εἶδος αἰτίαν τοῦ ἐπιστητοῦ γνωρίζων μάλιστα οἶδεν αὐτό, λαμβάνει οὖν πρῶτον μὲν ὅτι μᾶλλον ἴσμεν τὸ προκείμενον, ὅταν ἐκ τῶν ὑπαρχόντων αὐτῷ γινώσκωμεν αὐτὸ ἢ ἐκ τῶν μὴ ὑπαρχόντων· γίνονται γὰρ διδασκαλίαι τινὲς καὶ λόγοι ἐξ ἀποφάσεως, ὥσπερ τὸ σημεῖον, ὅτι σημεῖόν ἐστιν οὗ μέρος οὐθέν· ἐκ γὰρ τοῦ μὴ ὑπάρχοντος αὐτῷ τὴν ἀπόδοσιν τοῦ λόγου ποιεῖται. ὁμοίως δὲ καὶ ὁ λέγων συμβεβηκὸς εἶναι ὃ μήτε ὅρος ἐστὶ μήτε γένος μήτε ἴδιον. ὁ δὲ λέγων ὃ δυνατὸν εἶναι καὶ μὴ εἶναι ἐκ τοῦ ὑπάρχοντος ὁρίζεται τὰ συμβεβηκότα. τῶν δὲ γινωσκόντων ἐκ τοῦ εἶναι μάλιστά φαμεν γινώσκειν τὸν γνωρίζοντα ἐκ τοῦ τί ἐστι· τὸ δὲ τί ἐστι τὸ εἶδος ὑπάρχει. ὥστε ὁ τὸ εἶδός τινος εἰδὼς μάλιστα οἶδεν αὐτό. εἰ τοίνυν ἡ τοῦ εἴδους καὶ 〈ταύτης〉 τῆς αἰτίας μάλιστά ἐστι γνῶσις καὶ ἐπιστήμη τοῦ πράγματος, ἡ δὲ μάλιστα ἐπιστήμη ἦν σοφία, εἴη ἂν κατὰ τοῦτον τὸν λόγον πάλιν σοφία ἡ τῆς κατὰ τὸ εἶδος αἰτίας ἐπιστήμη. ἔτι δὲ καὶ ἐν τοῖς ἄλλοις τὸ εἰδέναι ἕκαστον τότε οἰόμεθα ὑπάρχειν ὧν ἀποδείξεις εἰσίν,2 ὅταν εἰδῶμεν τὸ τί ἐστι. τὸ δὲ καὶ ἐν τοῖς ἄλλοις εἶπεν ὡς ἴσον τῷ ἐν πᾶσιν ὧν εἰσιν ἀποδείξεις. ὅτι δὲ ἡ τοῦ εἴδους γνῶσις μάλιστα γνῶσίς ἐστι τοῦ πράγματος, δείκνυσι διὰ τοῦ καὶ ἐν ταῖς ἀποδείξεσι τότε ἡμᾶς οἴεσθαι ἀπόδειξιν ἔχειν τοῦ προκειμένου, ὅταν γνῶμεν τὸν ὁρισμὸν καὶ τὸν λόγον τοῦ προκειμένου. ὅταν γὰρ τὸν ὁρισμὸν μάθωμεν τοῦ προκειμένου, καὶ διὰ τοῦ ὁρισμοῦ τὸ δεικνύμενόν τινι ὑπάρχειν δείξωμεν ὑπάρχειν αὐτῷ, τότε ἡγούμεθα τὴν κυριωτάτην ἀπόδειξιν ἔχειν αὐτοῦ. οἷον τί ἐστι σελήνης ἔκλειψις τότε ἴσμεν, ὅταν μάθωμεν ὅτι ἀντίφραξις γῆς ἐστιν, ὅ ἐστιν ὁρισμὸς τῆς ἐκλείψεως. ὁμοίως καὶ ἐπὶ τοῦ τετραγωνισμοῦ.
“因此,这似乎属于另一门知识。” 亚历山大写作“并非属于另一门”;因为他说,如果这些情况是这样,那么考察这些原因中的每一个似乎不是属于另一门知识,而是属于同一门唯一的知识,既然它们每一个都是必然的,而且此外它们还是彼此结合在一起存在的。然而,即使不写作“并非属于另一门”,停留在“因此考察这些原因中的每一个似乎属于另一门知识”也是可能的,这是荒谬的(以便我们从外部意会补出“这是荒谬的”),这是基于前述理由,即正如论证所表明的,关于本原的知识不可能有多数,而只能是一门。因此他说,利用这些,对于逐个考察各个原因的人,可以以某种方式表明,认识它的知识就是智慧,因为智慧合情合理地认识每一个原因。因为,就智慧是最具主导性和建筑术般的知识,且犹如其他知识的女主人而言,它应当是对目的的认识;因为这就是善,而其他事物是为了它;因为他们着眼于目的来命令应当做什么。因此,对诸原因中最善者的认识是最具统治性、最完满、最优秀的;而这样的原因正是其他事物为了它的那个原因。那么,根据这一点,智慧将被看作是认识目的的;而就它被规定为关于第一原因和最可知之物的知识而言,关于实体的知识应当是这样的。他说,再次地,就智慧被说成是认识第一原因和最可知之物而言,根据这一点,关于形式及此类原因的认识又将被看作是智慧。在首先谈论了在被观照的事物中作为目的的原因之后……。至于形式是最可知的,他是通过在一切情况下,当某人知晓某物的形式和此类原因时,才被说成知晓这一事实来表明的。因为对于以多种方式认识同一事物的人,我们说,通过存在来认识事物是什么者,比通过不存在〔来认识者〕,知晓得更多。为了表明依照形式认识可知之物的原因者最深刻地知晓它,他因此首先假定,当我们从其所具有的性质认识所论之物,比从其不具有的性质认识它时,我们知晓得更多;因为确实有一些教学和定义是出于否定的,正如关于点,点是没有部分的东西;因为它是从其不具有的性质来进行定义的阐释。同样,说偶性既不是定义也不是属、亦非固有属性的人也是如此。然而,说偶性是可能存在也可能不存在之物的人,则是从其所具有的性质来定义偶性的。而在依据存在进行认识的人当中,我们说,依据“是什么”来认识的人认识得最深;而“是什么”就是形式。因此,知晓某物形式的人,最深刻地知晓该物。那么,如果对形式及此种原因的认识最主要是关于该事物的知识和科学,而最崇高的科学曾被确认为智慧,那么根据这个论证,关于依形式而立的原因的知识将再次是智慧。此外,在其他事物中,对于凡有证明的事物,我们也认为,只有当我们知晓“是什么”时,知晓每一个才真正成立。而他说“在其他事物中”,就等同于说“在凡有证明的一切事物中”。至于对形式的认识最主要是对事物的认识,他是通过即使在证明中,当我们知晓所论之物的定义和界说时,我们才认为拥有了对所论之物的证明这一事实来表明的。因为,当我们获知了所论之物的定义,并通过该定义证明了被证明属于某物之属性确实属于它时,我们那时便认为拥有了关于它最权威的证明。例如,月食是什么,我们只有在获知它是地球的遮蔽时才知道,而这正是月食的定义。在化圆为方的问题上亦同样如此。
- 3.28ἵνα ἔξωθεν ὑπακούσωμεν τὸ ὅπερ ἐστὶν ἄτοπον
ἵνα 引导的目的从句表达注疏者指示读者如何理解省略的意图。ἔξωθεν ὑπακούειν 是古代注疏中的专业套语,指读者从外部在心智上补充、意会原文未明说的词句(此处为 ὅπερ ἐστὶν ἄτοπον)。
- 3.28ὧν ἀποδείξεις εἰσίν
关系代词 ὧν 引导限定性关系从句,修饰暗含的先行词 [τούτων],即 [τούτων] ὧν ἀποδείξεις εἰσίν(“凡是有证明存在的那些事物中的每一个”)。
