- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:154.8-155.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷B第2章(996b8–22)中第一条困惑的延续,依次阐明目的因、形式因(实体与定义)以及动力因(运动的原理)各自何以具备作为智慧的资格。
" Ἐκ μὲν οὖν τῶν πάλαι διωρισμένων." Ἐντεῦθεν δείκνυσιν ὅτι ἕκαστον αἴτιον ἱκανόν ἐστι σοφίαν ἐμποιῆσαι γινωσκόμενον, ὡς εἴρηται αὐτῷ ἐν τῷ μείζονι Α. τοῦτ’ ἔστιν ὃ λέγει, ὅτι ἐκ μὲν οὖν τῶν πάλαι διωρισμένων ἐν τῷ μείζονι Α, τίνα χρὴ καλεῖν σοφίαν, ἔχει λόγον ἑκάστην τῶν ἐπιστημῶν σοφίαν προσαγορεύειν, καὶ τὴν εἰδυῖαν τὸ ποιητικὸν καὶ τὸ τελικὸν καὶ τὸ εἰδικόν. ἡ μὲν γὰρ ἀρχικωτάτη καὶ ἡγεμονικωτάτη, ᾗ τινι οὐδὲ ἀντειπεῖν τὰς ἄλλας ὥσπερ δούλας οὔσας δίκαιόν ἐστιν,1 ἡ τελική ἐστιν αἰτία καὶ τοῦ ἀγαθοῦ· ταῦτα γὰρ τὰ ἄλλα τοῦ ἀγαθοῦ ἕνεκα πράττονται, διότι πάντα ἐπέστραπται πρὸς τὸ ἀγαθόν. διό φησιν ὅτι καλῶς ἀπεφήναντο τὸ ἀγαθὸν οὗ πάντα ἐφίεται. διότι τὴν ὑγείαν τελικόν φαμεν αἴτιον, καὶ πάντα τὰ ἄλλα δι’ αὐτὸ γίνεται, οἷον † ποιμεντάριοι ἔφεσις βοτανῶν διάφορα ὄργανα τροῦλλα καὶ ὅσα ἄλλα τοιαῦτα ἕνεκα τοῦ ἰατροῦ παραλαμβάνεται, ἐπειδὴ αὐτὸς ἐργάζεται, φησί, τὸ τελικὸν αἴτιον, τουτέστι τὴν ὑγείαν. ὥστε ἀναγκαῖον εἰδέναι μάλιστα πάντων τὸ τελικὸν αἴτιον, καὶ ἀδύνατον εἶναι ἐπιστήμονα τὸν μὴ εἰδότα τὸ τελικὸν αἴτιον. ἐφεξῆς δὲ δείκνυσιν ὅτι ἀναγκαῖον εἰδέναι καὶ τὸ εἰδικὸν αἴτιον.
“因此,依据先前所规定的。” 从这里开始,他表明每个原因在被认识时都足以产生智慧,正如他在《大阿尔法》中所说的那样。这就是他所说的:依据先前在《大阿尔法》中关于何者应当被称为智慧的规定,将各门学科中的每一门都称作智慧是有道理的,无论是认识动力因的、认识目的因的,还是认识形式因的。因为最具有主导性和支配性的学科——其他学科如同奴隶一般甚至不应与之相抗辩——乃是目的因与善的原因的学科;因为其他这些事物都是为了善而施行的,由于一切事物都朝向善。因此他说,人们妥当地主张善乃是一切事物所企求之物。因为我们说健康是目的因,而所有其他事物都是为了它而产生的,例如调制软膏、搜求草药、各种器具、匙子以及诸如此类为了医生而被采用的其他一切事物,他说,因为医生本身正是生产目的因,也就是健康。因此,最不可缺少的就是认识目的因,不认识目的因的人不可能成为知者。接着,他表明认识形式因也是不可缺少的。
"Ἡ δὲ τῶν πρώτων αἰτίων καὶ τοῦ μάλιστα ἐπιστητοῦ." Ἥτις, φησί, τῶν πρώτων καὶ τοῦ μάλιστα ἐπιστητοῦ διωρίσθη εἶναι, ἡ τῆς οὐσίας ἂν εἴη, τουτέστι τοῦ εἰδικοῦ αἰτίου. πολλαχῶς δυνατόν ἐστι γινώσκειν τὸ αὐτὸ καὶ καταφατικῶς καὶ ἀποφατικῶς· ἀποφατικῶς μέν, ὅταν εἴπω ‘σημεῖόν ἐστιν οὗ μέρος οὐδέν’, καταφατικῶς δὲ ‘εὐθεῖά ἐστιν ἧς τὰ πέρατα σημεῖα ὑπάρχουσιν. ἀκριβεστέρα τοίνυν καὶ ἀσφαλεστέρα ἐστὶν ἡ καταφατικὴ γνῶσίς τε καὶ ἐπιστήμη τῆς ἀποφατικῆς· αὐτῶν δὲ τούτων τῶν καταφατικῶν κυριωτέρα ἐστὶ γνῶσις ἡ τοῦ τί ἐστι, τουτέστιν ἡ τοῦ εἰδικοῦ· ἐρχόμενοι γὰρ εἰς ταύτην παυόμεθα τῆς ζητήσεως. οἷον διὰ τί μανθάνει ὅδε μουσικήν; ἵνα παιδευθῇ. διὰ τί δὲ ἵνα παιδευθῇ; ἐπειδὴ λογικὸς ὑπάρχει. διὰ τί δὲ λογικός ἐστιν; ἐπειδὴ ἡ οὐσία αὐτοῦ τοιαύτη ὑπάρχει· καὶ ἐρχόμενοι εἰς τὸν ὁρισμὸν καὶ εἰς τὸ εἶδος ἀποπαυόμεθα τῆς ζητήσεως. ὥστε πᾶσά ἐστιν ἀνάγκη τὸν ἐπιστήμονα γινώσκειν καὶ τὸ εἰδικὸν αἴτιον. πάλιν διὰ τί παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι ὑπάρχουσι; καὶ ἐρχόμεθα ἕως τοσούτου, ἕως ὅτε καταντήσωμεν εἰς τὸν ὁρισμὸν τὸν λέγοντα, ὡς ἂν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιεῖ, ὀρθὴ ἑκατέρα τῶν ἴσων γωνιῶν ἐστιν. ὥστε ἡ κυρία γνῶσις ἡ τοῦ ὁρισμοῦ ὑπάρχει καὶ τοῦ εἴδους, ἀλλ’ οὐ τοῦ ποσοῦ ἢ τοῦ ποιοῦ, ἤγουν τοῦ ποιεῖν ἢ πάσχειν, διότι τὰ τοιαῦτα παρακολουθοῦσιν. ἔτι δὲ καὶ ἐν τοῖς ἄλλοις ἅπασι τὸ εἰδέναι ἕκαστον καὶ ὧν ἀποδείξεις ὑπάρχουσι,2 τότε οἰόμεθα ὑπάρχειν, ὅταν γνῶμεν τὸ τί ἐστι, τουτέστι τὸ εἰδικὸν αἴτιον· οἷον τί ἐστι τὸ τετραγωνίζειν, ὅτι μέσης εὕρεσις.3 ζητοῦμεν γὰρ δύο δοθεισῶν εὐθειῶν μέσην ἀνάλογον προσευρεῖν. λαμβάνω μίαν πλευρὰν δ καὶ μίαν θ· ἡ οὖν μέση ἐστὶν ἡ ἔχουσα ϛ· ὁ γὰρ θ τοῦ ϛ ἡμιόλιος καὶ ὁ ϛ τοῦ δ. τὸ τετράγωνον οὖν τὸ γινόμενον ἐκ τοῦ πολυπλασιασμοῦ τοῦ δ πρὸς τὸν θ τετράκις τὰ ἐννέα, τριάκοντα ἕξ, τοῦτο γίνεται ἐκ τοῦ πολυπλασιάζεσθαι τὸν ϛ πρὸς ἑαυτόν· ἑξάκις γὰρ ἓξ τριάκοντα ἕξ. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων.
“而关于第一诸原因和最可知者的学科。” 他说,被规定为关于第一诸原因和最可知者的学科,应当是关于实体的学科,也就是关于形式因的学科。以多种方式肯定地以及否定地认识同一事物是可能的:否定地,比如当我说道“点是没有部分之物”;肯定地,比如“直线是其端点为点之物”。因此,肯定的认识与学科比起否定的更加精确、更加确定;而在这些肯定的认识本身之中,最主要的认识是关于“是什么”的认识,也就是关于形式因的认识;因为当我们达到这一点时,我们就停止了探求。例如,为什么这个人学习音乐?为了受到教育。为什么是为了受到教育?因为他是理性的。为什么他是理性的?因为他的实体就是如此;而当我们达到定义和形式时,我们就停止了探求。因此,知者认识形式因亦是完全必然的。又如,为什么任意三角形的三个内角都等于两个直角?我们探求直到达到这样的定义为止,该定义称:当一条直线立于另一条直线上而使邻角彼此相等时,这两个相等的角中的每一个都是直角。因此,主要的认识是关于定义和形式的认识,而不是关于量或质的认识,也不是关于作用或受作用的认识,因为这些事物是随附的。此外,在所有其他事物中,对于各个事物以及有论证存在的事物的认识,我们认为也是在我们认识了“是什么”——也就是形式因——的时候才具备的;例如求正方形化是什么,即是比例中项的发现。因为给定两条直线,我们寻求进一步发现比例中项。我取一条边为四,一条边为九;那么中项就是具有六的边;因为九是六的一点五倍,六是四的一点五倍。因此,由四乘以九、四九三十六所形成的正方形,乃是由六自乘而产生的;因为六六三十六。在所有其他事物中亦同样如此。
"Περὶ δὲ τὰς γενέσεις καὶ τὰς πράξεις." Φησὶν ὅτι καὶ περὶ τὰς γενέσεις τὰς ἄλλας καὶ τὰς πράξεις, καὶ καθόλου καὶ περὶ πᾶσαν μεταβολὴν τότε γινώσκομεν, ὅταν μάθωμεν τὴν ἀρχὴν τῆς κινήσεως, οἷον ὡς ἐπὶ ἰατρικῆς· φησὶ γὰρ ὁ ἰατρὸς ὅτι δεῖ ψῦξαι τοῦτον, ἐπειδὴ θερμὸς χυμὸς ἐνοχλεῖ τῷ μορίῳ, ἤγουν ὑγρᾶναι ἢ ξηρᾶναι. καὶ διὰ τί δεῖ ψῦξαι; ἐπειδὴ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα. καταντήσαντες οὖν εἰς τὸν ὁρισμὸν παυόμεθα τῆς ζητήσεως. τοῦτο δὲ τὸ εἰδικὸν ἕτερόν ἐστι καὶ ἀντικείμενον τῷ τέλει, ἐπεὶ τὸ τέλος πράξεώς ἐστι, τὸ δὲ εἶδος θεωρίας· ὡς πολλάκις δὲ μεμαθήκαμεν, ἡ ἀρχὴ τῆς θεωρίας γίνεται τέλος τῆς πράξεως, καὶ τὸ τέλος τῆς πράξεως ἀρχὴ τῆς θεωρίας.
“而关于生成与行动。” 他说,关于其他的生成和行动,以及普遍关于一切变化,我们也是在得知了运动的原理时才认识的,例如在医术的情形中;因为医生说,必须使这个人冷却,因为热的体液在困扰这个部位,或者使之湿润或干燥。又为什么必须冷却?因为相反者是相反者的医治方式。因此,达到了定义,我们就停止了探求。然而这个形式原因与目的不同并且与目的相对立,因为目的是属于行动的,而形式是属于观照的;并且正如我们常常学到的那样,观照的开端成为行动的目的,而行动的目的成为观照的开端。
- 3.25ᾗ τινι οὐδὲ ἀντειπεῖν τὰς ἄλλας ὥσπερ δούλας οὔσας δίκαιόν ἐστιν
关系代词与格 ᾗ τινι 由动词 ἀντειπεῖν(反驳)所支配,先行词是 ἡ μὲν ἀρχικωτάτη καὶ ἡγεμονικωτάτη(最具有主导性和支配性的学科)。分词 οὔσας 是宾格,与 τὰς ἄλλας[ἐπιστήμας]一致,后者在非人称结构 δίκαιόν ἐστιν 中充当不定式的逻辑主语。
- 3.26καὶ ὧν ἀποδείξεις ὑπάρχουσι
属格关系代词 ὧν 受 ἀποδείξεις 支配而呈属格,且省略了先行词,作为部分属格(τούτων ὧν)修饰 ἕκαστον,或(即 ταῦτα ὧν)与 ἕκαστον 并列作为认识(τὸ εἰδέναι)的对象,意为“即便是对于那些存在论证的事物”。
- 3.26ὅτι μέσης εὕρεσις
连词 ὅτι 引出针对“正方形化是什么”这一问题的回答从句(即“[那就是]比例中项的发现”),名词 εὕρεσις 之后省略了系动词 ἐστίν。
