← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§153.7-154.7

诸原因的汇聚与原因之学的单一性论证

阿斯克勒庇俄斯对996b1进行注解,提出了若设定诸原因的学科有多门时所产生的困境(即无法确定何为智慧以及谁是知者),并论证道:由于四种原因在事物中汇聚关联(形式与目的在数目上为一,近动力因在种上也相同),因此真正的智慧必然是统揽所有原因的单一学科。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.24

" Ἀλλὰ μὴν εἴ γε πλείους ἐπιστῆμαι τῶν αἰτίων." Ἐντεῦθεν τῷ ὄντι μαρτυρεῖ καὶ συνηγορεῖ τῇ ἀληθείᾳ δεικνὺς ὅτι μία καὶ μόνη ἐπιστήμη ἐστὶ τῶν ἀρχῶν καὶ οὐ πολλαί. δείκνυσι δὲ τοῦτον τὸν τρόπον, λέγων οὕτως, ὅτι εἰ ὑποθώμεθα πλείους ἐπιστήμας τῶν ἀρχῶν καὶ ἔστιν ἑτέρα ἐπιστήμη ἑτέρας ἀρχῆς, οἷον ἄλλη μὲν τοῦ ποιητικοῦ αἰτίου, ἄλλη δὲ τοῦ τελικοῦ, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ἄδηλον ποία ἐστὶν ἡ σοφία, ἆρά γε ἡ εἰδυῖα τὸ τελικὸν αἴτιον ἢ ἡ εἰδυῖα τὸ ποιητικὸν ἤγουν τῶν ἄλλων τι αἰτίων, ὅπερ ἐστὶν ἄτοπον, καὶ τίς μάλιστά ἐστιν ἐπιστήμων, ὁ εἰδὼς τὸ ποιητικὸν αἴτιον ἢ ὁ εἰδὼς τὸ τελικὸν ἤγουν τῶν ἄλλων 〈τι〉 αἰτίων. ἄλλως τε δὴ δυνατόν ἐστι συντρέχειν ἅμα πάντα τὰ αἴτια, ὥστε ἐξ ἀνάγκης γινώσκειν τὸν αὐτὸν πάντα τὰ αἴτια, οἷον ὡς ἐπὶ οἴκου· ἔστι γὰρ καὶ τὸ ὑλικὸν αἴτιον τὰ πηλὰ καὶ οἱ λίθοι, καὶ τὸ εἰδικὸν αὐτὸς ὁ οἶκος, καὶ τὸ τελικὸν τὸ εἶναι σκέπασμα κωλυτικὸν ὄμβρου καὶ φθορᾶς, καὶ τὸ ποιητικὸν ὁ οἰκοδόμος· καὶ πᾶσά ἐστιν ἀνάγκη εἰδέναι πάντα τὰ αἴτια, ἐπεὶ οὐκέτι ὁ τοιοῦτος ἐπιστήμων ὑπάρχει ἑνὸς τῶν αἰτίων ἀγνοουμένου, εἴ γε δεῖ συντρέχειν τὰ τέσσαρα αἴτια. ἄλλως τε δὴ τὸ τελικὸν καὶ τὸ εἰδικὸν συντρέχουσι καὶ τῷ ἀριθμῷ τὰ αὐτὰ ὑπάρχουσι, τῇ δὲ σχέσει διαφέρουσιν· εἰδικὸν μὲν γάρ ἐστιν ὡς πρὸς τὸ ὑποκείμενον, τελικὸν δὲ ὡς πρὸς τὸ ποιητικὸν αἴτιον, οἷον τὸ ζῷον λογικὸν θνητὸν ὡς μὲν πρὸς τὸν Σωκράτη τὸ ὑποκείμενον εἰδικόν ἐστιν αἴτιον, ὡς δὲ πρὸς τὴν φύσιν τελικόν· τοῦτο γὰρ τέλος τῆς φύσεως τὸ παραγαγεῖν τὸν Σωκράτη τοιοῦτον. τὸ δὲ ποιητικὸν τῷ τελικῷ κατ’ εἶδός ἐστι τὸ αὐτό, ἐξήλλακται δὲ κατ’ ἀριθμόν· διαφέρει γὰρ ὁ Σωφρονίσκος τοῦ Σωκράτους κατ’ ἀριθμόν, κατὰ μέντοι γε τὸ εἶδος ὁ αὐτὸς ὑπάρχει· αἴτιον δέ φημι τὸ προσεχές. ἀπορεῖ οὖν, ὡς εἴρηται, τίνα μάλιστα τοῦ πράγματος τοῦ ζητουμένου ἐπιστήμονα τῶν ἐχόντων πάντα τὰ αἴτια1 ἡγεῖσθαι χρή· ἐνδέχεται γὰρ τῷ αὐτῷ πάντας τοὺς τρόπους τῶν αἰτίων ὑπάρχειν. κατὰ ποίου οὖν αἰτίου γνῶσιν καὶ ὁ ποῖον εἰδὼς τούτων τῶν αἰτίων ἔσται τοῦ πράγματος τοῦ προκειμένου ἐπιστήμων; εἰ γὰρ ἄλλης αἰτίας ἄλλη ἐπιστήμη γνωστική, ἐν οἷς πράγμασι τὰ τέσσαρά ἐστιν αἴτια, τούτων τῶν πραγμάτων ὁ ποῖον τῶν τεσσάρων αἰτίων εἰδὼς ἐπιστήμων ἔσται τούτων; ὅπερ ἀδύνατον, διότι ἐπί τινων ἀδύνατον, μᾶλλον δὲ ἐπὶ πάντων, εἶναι ἐπιστήμονα τὸν μὴ γινώσκοντα τὰ τέσσαρα αἴτια. ἄλλως τε δή, ὡς ὁ λόγος ἔδειξε, συντρέχει τὸ εἰδικὸν τῷ τελικῷ καὶ ταὐτόν ἐστι τῷ ἀριθμῷ, καὶ μάλιστα ἐπὶ τῶν πρώτων καὶ τῶν φυσικῶν· ὥστε ὁ εἰδὼς τὸ εἰδικὸν ἐξ ἀνάγκης εἴσεται καὶ τὸ τελικὸν καὶ τὸ ποιητικόν. εἰ τοίνυν ὑπόκειται εἰδυῖα ἡ σοφία τὸ εἰδικόν,2 ἐξ ἀνάγκης εἴσεται καὶ τὰς ἄλλας· ἀδύνατον γὰρ εἶναι ἐπιστήμονα ἄνευ πάντων τῶν αἰτίων, ὡς ἐπὶ τοῦ οἴκου ὁ λόγος ἔδειξε. μάλιστα δὲ ταῦτα συντρέχει ἐπὶ τοῦ πρώτου.

“然而,如果诸原因的学科是多门的话。” 从这里开始,他真正为真理作证并辩护,表明诸原理的学科是唯一的而非多门的。他以如下方式予以论证,这样说道:如果我们假定诸原理的学科有多门,且不同的原理对应不同的学科——例如一门对应动力因,另一门对应目的因,对于其他诸原因亦同样如此——那么何种学科才是智慧便不清楚了,究竟是认识目的因的学科,还是认识动力因或认识其他诸原因中某一个的学科(这本身是荒谬的);并且谁才是最名副其实的知者也不清楚了,究竟是认识动力因的人,还是认识目的因或认识其他诸原因中某一个的人。尤其是,所有原因同时汇聚是可能的,以致同一人必然要认识所有的原因,例如在房屋的例子中就是如此;因为质料因是黏土和石块,形式因是房屋本身,目的因是作为遮蔽风雨和防腐的庇护所,而动力因是建筑工人;并且完全有必然性去认识所有的原因,因为如果在四个原因必须汇聚的情况下其中一个原因不被认识,这样的人就不再是知者了。此外,目的因与形式因相汇聚并在数目上是同一个,但在关系上有所不同;因为相对于基底而言它是形式因,而相对于动力因而言它是目的因;例如,“有理性的必死动物”相对于基底苏格拉底而言是形式因,但相对于自然而言则是目的因;因为将苏格拉底创生为这样的事物正是自然的目的。另一方面,动力因与目的因在种上是同一个,但在数目上有所不同;因为索弗洛尼斯科斯在数目上与苏格拉底不同,然而在种上却是同一个;不过我所说的原因是指近因。因此,正如所说的那样,他提出了困惑:在具有全部原因的那些事物中,关于所探究的事物究竟应当把谁视为最名副其实的知者;因为同一样事物完全可能具有所有诸原因的样态。那么,究竟是依据对何种原因的认识,以及认识了这些原因中的何种原因的人,才会成为摆在我们面前的事物的知者呢?因为如果认知不同原因的是不同的学科,那么在具有四个原因的事物中,认识这些事物的四个原因中的何种原因的人才会成为它们的知者呢?而这是不可能的,因为在某些事物中,或者不如说在所有事物中,不认识四个原因的人不可能成为知者。尤其是,正如论证所表明的那样,形式因与目的因相汇聚并在数目上是同一个,特别是在最初的以及自然的事物中更是如此;因此认识形式因的人必然也会认识目的因和动力因。因此,如果假定智慧是认识形式因的,它必然也会认识其他诸原因;因为正如在房屋的例子中所表明的那样,缺少了全部的原因就不可能成为知者。而这些原因在最初者身上汇聚得最为显著。

语法注2 条
  1. 3.24τῶν ἐχόντων πάντα τὰ αἴτια

    此处作中性复数属格理解,对前面的 τοῦ πράγματος τοῦ ζητουμένου(所探究的事物)起部分属格或限定作用,意为“在具备所有原因的事物中,关于所探究的事物”。后文紧接着解释道“同一样事物可能具有所有原因的样态”,这进一步证实了具备诸原因的主体是客体事物(中性),而非认识者(阳性)。

  2. 3.24εἰ τοίνυν ὑπόκειται εἰδυῖα ἡ σοφία τὸ εἰδικόν

    被动语态动词 ὑπόκειται(被预设/被假定)与主格分词 εἰδυῖα 结合构成谓词补足语结构,意为“如果假定智慧是认识形式[因]的”。分词后支配宾格 τὸ εἰδικόν[αἴτιον](形式因)作为其认识对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:153.7-154.7