← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§151.33-153.6

第一哲学对原因的把握与数学对象中的原因

阿斯克勒庇俄斯将亚里士多德提出的疑难(第一哲学是否把握所有原因)重构成第二格三段论,并指出其大前提的错误。此外,他阐释了在不动者和数学对象中既不存在动力因也不存在目的因的论点,并讨论了阿里斯提卜对数学的批判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.22

" Πρῶτον μὲν οὖν περὶ ὧν πρῶτον εἴπομεν." Δεῖ ἡμᾶς, φησί, πρότερον ἐξετάσαι περὶ ὧν πρότερον ἠπορήσαμεν, πότερον μιᾶς ἐστιν ἐπιστήμης ἢ πλειόνων τὸ γινώσκειν πάσας τὰς ἀρχάς. μιᾶς μὲν γὰρ ἐπιστήμης οὐκ ἔστι τοῦτο ἑλεῖν, ἐπειδὴ οὐχ ὑπάρχουσιν ἐναντίαι αἱ ἀρχαί, τῶν δὲ ἐναντίων μία ἐστὶν ἐπιστήμη. ὁ οὖν συλλογισμὸς προέρχεται τοῦτον τὸν τρόπον. ὧν διαφερόντων [ὄντων] κατ’ εἶδος ἡ αὐτὴ ἐπιστήμη, ταῦτα ἐναντία ἀλλήλοις·1 τὰ δὲ αἴτια οὐκ ἔστιν ἐναντία ἀλλήλοις· οὐκ ἄρα ἡ αὐτὴ ἐπιστήμη τῶν διαφερόντων κατ’ εἶδος αἰτίων. ἔστι μὲν οὖν ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι, ὅσον ἐπὶ τῷ τρόπῳ ὑγιής τε καὶ συλλογιστικός, ἔχει δὲ τὴν μείζονα πρότασιν οὐκ ἀληθῆ· οὐ γὰρ ἀληθὲς τὸ ὧν διαφερόντων κατ’ εἶδος ἡ αὐτὴ ἐπιστήμη, ταῦτα ἐναντία ἀλλήλοις, ἀλλ’ ἔστιν ὑγιὲς ὅτι τῶν ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη.

“首先,关于我们首先谈到的那些事情。” 他说,我们必须首先审查我们先前感到困惑的事情,即认识所有的原理究竟属于一门学科还是多门学科。因为一门学科不可能把握这一点,既然诸原理并非相反者,而相反者的学科是同一门。因此,该推论以如下方式进行:在那些于种上不同且属于同一门学科的事物中,它们彼此相反;但诸原因彼此并不相反;因此,在种上不同的诸原因的学科并非同一门。该推论确实属于第二格,就其式而言是健全且具推论性的,但其大前提并不真实;因为“在那些于种上不同且属于同一门学科的事物中,它们彼此相反”并不是真的,而“相反者的学科是同一门”才是健全的。

§3.23

"Ἔτι δὲ πολλοῖς τῶν ὄντων οὐχ ὑπάρχουσι πᾶσαι." Ἐντεῦθεν ἕτερον λόγον ἐπιφέρει, δι’ οὗ δείκνυσιν ὅτι τῶν ἀρχῶν οὐ μία ἐστὶν ἐπιστήμη ἀλλὰ πολλαί. καί φησιν οὕτως, ὅτι πολλοῖς τῶν ὄντων οὐχ ὑπάρχουσι πᾶσαι αἱ ἀρχαί· τὰ γὰρ ἀκίνητα τῶν ὄντων οὐ δεῖται κινητικῆς αἰτίας. ἀκίνητα δὲ λέγει τὰ ἀγένητα καὶ ἄφθαρτα, φησί, κινήσεως δὲ ἀρχὴν λέγει τὸ ποιητικὸν αἴτιον. ἐν δὲ τοῖς ἀκινήτοις τίθησι καὶ τὰ μαθηματικά· ἐν γὰρ τούτοις οὔτε τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεώς ἐστι, τοῦτο δέ ἐστι τὸ ποιητικόν· πῶς γὰρ ἂν ἐν τοῖς ἀκινήτοις καὶ ἀγενήτοις αἴτιον ποιητικὸν καὶ κινητικόν; ὥστε ἐν τοῖς ἀκινήτοις οὐκ ἔστι τὸ ποιητικὸν αἴτιον. ἀλλ’ οὐδὲ τὸ τελικόν. καὶ τοῦτο ἐδήλωσεν εἰπὼν ἢ τὴν τοῦ ἀγαθοῦ φύσιν πῶς δυνατὸν εἶναι ἐν τοῖς ἀκινήτοις, εἴπερ πᾶν, ὃ ἂν ὑπάρχῃ ἀγαθὸν καθ’ αὑτὸ καὶ διὰ τὴν αὑτοῦ φύσιν, τέλος ἐστί. διὰ γὰρ τὸ ἀγαθὸν πάντα τὰ ἄλλα γίνονται, οἷον φλεβοτομία διὰ τὴν ὑγείαν (ἀγαθὸν δὲ ἡ ὑγεία) ναυτικὴ διὰ τὸ τρέφεσθαι (ἀγαθὸν δὲ τὸ τρέφεσθαι), ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων· ὥστε τὸ ὡς ἀγαθὸν αἴτιόν ἐστι τὸ οὗ χάριν τἆλλα γίνονται, αὐτὸ δὲ οὐδενός· τὸ δὲ τοιοῦτο τέλος. ἀλλὰ μὴν τὸ τέλος καὶ 〈τὸ〉 τινὸς χάριν τὰ πρὸ τοῦ τέλους ποιεῖν2 ἐν πράξεσίν ἐστι καὶ ἐν ταῖς ποιητικαῖς καὶ πρακτικαῖς τῶν ἐπιστημῶν· ἐν οἷς δὲ ποίησις καὶ πρᾶξις, καὶ κίνησις ὑπάρχει, ὥστε ἐν τοῖς ἀκινήτοις οὐκ ἂν εἴη οὐδὲ αὐτὴ ἡ αἰτία ἡ τελική, ἥτις ἐστὶ τὸ ἀγαθὸν τὸ τῇ αὑτοῦ φύσει καὶ ἁπλῶς. τοῦτο γὰρ λέγοι ἂν διὰ τοῦ καθ’ αὑτὸ καὶ διὰ τὴν αὑτοῦ φύσιν, ὃ καὶ αὐτοαγαθὸν εἶπε. διὸ καὶ ἐν τοῖς μαθήμασιν οὐδὲν δείκνυται διὰ ταύτης αἰτίας, τουτέστι τῆς τελικῆς, οὐδὲ ἔστιν ἀπόδειξις οὐδὲ μία διότι βέλτιον ἢ χεῖρον, ἀλλ’ οὐδὲ τὸ παράπαν οὐδεὶς οὐδενὸς μέμνηται τῶν τοιούτων. ποῖον γὰρ τέλος τὸ λέγειν ὅτι αἱ τρεῖς γωνίαι τοῦ τριγώνου δυσὶν ὀρθαῖς ἴσαι ὑπάρχουσι; καὶ διὰ τοῦτο Ἀρίστιππος ὁ σοφιστὴς προεπηλάκιζεν, ὡς φησιν αὐτός, τὰ μαθήματα· ἐν μὲν γὰρ ταῖς ἄλλαις τέχναις ταῖς λογικαῖς καὶ ταῖς βαναύσοις, τουτέστι ταῖς ἀλόγοις, ἐν τεκτονικῇ φημι καὶ σκυτικῇ, ἔστι τέλος εὑρεῖν, οἷον ἐν ἰατρικῇ ὑγείαν, ἐν τεκτονικῇ οἶκον ἤ τι ἄλλο τοιοῦτο, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· τὰς δὲ μαθηματικὰς μηδὲν ἔχειν τι αἴτιον τοιοῦτο μηδὲ ποιεῖσθαί τινα λόγον περὶ ἀγαθῶν καὶ κακῶν· ὥστε καταδεεστέραν αὐτὴν εἶναι τῶν ἄλλων ἐπιστημῶν ἤγουν τεχνῶν.

“此外,在许多存在者中并非所有的[原因]都存立。” 从这里开始,他提出了另一个论证,借此表明诸原理的学科不是一门而是多门。他这样说:在许多存在者中并非所有的原理都存立;因为存在者中不动者不需要致动的原因。他说,所谓不动者,他是指非生成的和不灭的,而所谓运动的原理,他是指动力因。在不动者之中,他也列入了数学对象;因为在这些对象中不存在运动的原理所由之出的源头,而这就是动力因;因为在不动且非生成的事物中,怎能有动力因和致动因呢?因此在不动者中不存在动力因。但也不存在目的因。他通过下述说法表明了这一点:“或者,如果凡是就自身而言且因其本性而是善的事物都是目的,那么善的本性又怎可能存在于不动者中呢?” 因为其他一切事物都是为了善而生成的,例如放血是为了健康(健康是某种善),航海术是为了获得生计(获得生计是某种善),对于其他一切事物亦同样如此;因此,作为善的原因,是其他事物为了它而生成,而它自身不为了任何事物[生成]的那个东西;而这样的东西就是目的。然而,目的以及为了某物而做目的之前的事情,存在于行动中,以及各门学科中的制作性学科和实践性学科中;凡是有制作与行动的地方,也就存立着运动,所以在不动者中甚至不会存在这目的因本身,即就其本性而言且无条件而言的善。因为他用“就自身而言且因其本性”所指的正是这个,他也称之为自身即善。因此在数学学科中,没有任何东西是通过这种原因即目的因来证明的,也没有任何一个论证是由于更好或更坏,甚至根本没有任何人提及任何此类事物。因为,说三角形的内角和等于两直角,这究竟算是什么目的呢?正因如此,正如他本人所说,智者阿里斯提卜曾侮辱数学学科;因为在其他技艺中,无论是理性的技艺还是粗鄙的技艺——即非理性的技艺,我指的是木工术和制鞋术——都能够找到目的,例如医学中有健康,木工术中有房屋或诸如此类的其他事物,对于其他技艺亦同样如此;而数学学科却不具有任何此类原因,也不对善与恶作任何论述;以致[他认为]数学学科比其他科学即技艺更为低下。

语法注2 条
  1. 3.22ὧν διαφερόντων [ὄντων] κατ’ εἶδος ἡ αὐτὴ ἐπιστήμη, ταῦτα ἐναντία ἀλλήλοις

    关系代词 ὧν 指向主句中的先行词 ταῦτα,在关系从句内部与 διαφερόντων κατ’ εἶδος 一致,同时作为受 ἡ αὐτὴ ἐπιστήμη 支配 的宾格性属格(表示对象的属格)。整句的句法结构为:“在那些于种上不同且有同一门学科[以之为对象]的事物中,它们彼此相反”。

  2. 3.23τὸ τέλος καὶ 〈τὸ〉 τινὸς χάριν τὰ πρὸ τοῦ τέλους ποιεῖν

    作为并列主语的是 τὸ τέλος(目的本身)以及由中性单数定冠词 〈τὸ〉 引导的不定词短语 τινὸς χάριν τὰ πρὸ τοῦ τέλους ποιεῖν(为了某物而做目的之前的诸事)。这两者共同与谓语 ἐν πράξεσίν ἐστι 相联系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:151.33-153.6