- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:150.26-151.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者将亚里士多德关于第一哲学和数学对象缺乏动力因与目的因的论证斥为操练性的,进而论证了数学的象征性意义,以及动力因与目的因在超越的第一原理中除关系差异外在数量上的同一性。
εἰ οὖν καὶ ἡ πρώτη φιλοσοφία ἀκίνητός ἐστι καὶ περὶ ἀκίνητα καταγίνεται, φανερὸν ὡς ὅτι οὐχ ἕξει1 οὔτε ποιητικὸν αἴτιον οὔτε δὲ τελικόν. εἰ γὰρ τὰ ἀκίνητα καὶ νοητὰ παντελῶς, φησίν, οὐ γίνονται ἀλλ’ ἀεί εἰσι, δῆλον ὅτι οὐκ ἔστιν ἐκεῖσε ποιητικὸν αἴτιον· ὡς γὰρ εἴρηται, τὸ ποιητικὸν αἴτιον ἐπὶ τῶν γινομένων θεωρεῖται. ἀλλ’ οὐδὲ τελικὸν αἴτιον. τὸ γὰρ τέλος ἀγαθοῦ ἕνεκα γίνεται, οἷον ἡ ἰατρεία ἕνεκεν τοῦ ἀγαθοῦ γίνεται, τουτέστι τῆς ὑγείας, τὸ δὲ ἀγαθὸν ἐν πράξει θεωρεῖται· πᾶσαι δὲ αἱ πράξεις μετὰ κινήσεως ὑπάρχουσιν. ὥστε οὐδὲ τελικὸν αἴτιον θεωρεῖται. εἰ τοίνυν ἡ πρώτη φιλοσοφία οὐκ ἔχει οὔτε ποιητικὸν αἴτιον οὔτε δὲ τελικόν (πῶς γὰρ δυνατὸν ἔχειν αὐτὴν τὰ μὴ ὄντα;) φανερὸν ὅτι ἄλλη ἐπιστήμη καταγίνεται περὶ τὸ ποιητικὸν αἴτιον καὶ τὸ τελικόν· οὔτε γὰρ παντελῶς ἀνῄρηται ἡ τούτων φύσις ἐκ τῶν ὄντων. ὥστε πᾶσά ἐστιν ἀνάγκη πλείους ἐπιστήμας καταγίνεσθαι περὶ τὰς ἀρχάς, οἷον, εἰ τύχοι, τὴν μὲν σοφίαν περὶ τὸ εἰδικόν, ἄλλας δὲ περὶ τὸ ποιητικὸν καὶ τὸ τελικόν. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης γυμναστικῶς προερχόμενος· ἡμεῖς δέ φαμεν ὅτι καὶ ἐπὶ τῶν μαθημάτων θεωρεῖται τὸ τελικὸν αἴτιον. τῷ γὰρ ὄντι ὁ μαθηματικός, καθὸ μαθηματικὸς ὑπάρχει, οὐκ ἐπισκοπεῖ τὸ τελικὸν αἴτιον, ἀλλ’ ὡς εἴρηται τὰ καθ’ αὑτὸ ὑπάρχοντα· ὁ μέντοι γε πρῶτος φιλόσοφος καὶ τοῦτο ἐπισκοπεῖ. διό φησιν ὁ Πλωτῖνος ‘δοτέον τοῖς νέοις τὰ μαθήματα πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως’· ὥστε πάνυ ἡμῖν συμβάλλονται πρὸς τὸ ἐθίζεσθαι ἀφαντασιάστως ἐνεργεῖν, ὅπερ ἐστὶ κεφάλαιον τῶν ἀγαθῶν. ἄλλως τε δή, ὡς φησι καὶ ὁ Πλάτων, ὅτι ὁ κύκλος συμβολικῶς λαμβάνεται εἰς τὸν νοῦν. διὰ τί γάρ, φησί, κύκλῳ κινεῖται ὁ οὐρανός; ὅτι νοῦν μιμεῖται. ὥσπερ οὖν ὁ κύκλος πρὸς ἑαυτὸν ἐπέστραπται, οὕτως καὶ ὁ νοῦς † πρὸς ἑαυτὸν καὶ τὰ νοητὰ ἐπεστραμμένος πρὸς ἑαυτόν· διὸ οὐ δεῖται τῶν ἔξωθεν ὥσπερ ἡ αἴσθησις, καθάπερ εἴρηται ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ. πάλιν ἡ εὐθεῖα συμβολικῶς λαμβάνεται εἰς τὴν ψυχήν, διὰ τὸ ποθέν ποι συλλογίζεσθαι αὐτὴν καὶ ὁδεύειν ἀπὸ προτάσεως ἐπὶ συμπέρασμα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. ἰστέον δὲ ὅτι καὶ ἐν ταῖς ἀρχαῖς ταῖς πρωτίσταις ἐστὶ καὶ ποιητικὸν αἴτιον, ἔστι δὲ καὶ τελικόν. ὅτι μὲν γάρ ἐστι ποιητικὸν αἴτιον φανερὸν ἐντεῦθεν ἐξῃρημένον· εἰ γὰρ ὑποθώμεθα πολλὰ αἴτια, ἄδηλον ποία ἐστὶν αὐτῶν ἀρχή, εἴ γε πάντα ὁμότιμα ὑπάρχουσι. δεῖ οὖν τὸ ἓν ἐξῃρῆσθαι τὸ κατ’ οὐσίαν πάντων, ἵνα καὶ οὕτως γένοιτο προαγωγὸν τῶν ἄλλων. ἔπειτα δὲ πολλὰ πρῶτα εἶναι οὐ δύναται· διό φησιν “οὐκ ἀγαθὸν πολυκοιρανίη”. ποιητικὸν οὖν ἐστιν αἴτιον οὐχ ὡς γινομένων τῶν ἀκινήτων ἀλλ’ ὡς ὄντων.2 πάλιν δὲ καὶ τελικόν ἐστιν αἴτιον, εἴ γε πάντα ἐπέστραπται πρὸς αὐτὸ ὡς μετέχοντα τῆς αὐτοῦ ἀγαθότητος, καὶ ἐκεῖθεν προελθόντα καὶ ἔχοντα τὴν ὑπόστασιν. καὶ ἔστι τὸ αὐτὸ καὶ τελικὸν καὶ ποιητικόν, ἀλλ’ ὡς μὲν προαγωγὸν ποιητικόν, ὡς δὲ ἐπιστρέφον καὶ καλοῦν πρὸς ἑαυτὸ τελικόν· ὥστε τῷ μὲν ἀριθμῷ ἡ ταυτότης ἐστὶν ἐπὶ τοῦ πρώτου τῷ ποιητικῷ καὶ τῷ τελικῷ, τῇ δὲ σχέσει διαφέρει. ἄλλως τε δὴ ἐπὶ τῶν πράξεων τὸ μερικὸν ἀγαθὸν θεωρεῖται, οἷον ἡ ὑγεία Σωκράτους ἤ τι ἄλλο τοιοῦτο· ἐπὶ δὲ τοῦ πρώτου τὸ καθόλου ἀγαθὸν θεωρεῖται τὸ πάντα ἀγαθῦνον καὶ περιέχον. διὸ καὶ πάντα ἐπέστραπται πρὸς αὐτό, ἅτε δὴ ἀγαθυνόμενα ὑπ’ αὐτοῦ, καὶ τὸ τέλειον ἑκάστου ἕνεκα τοῦ τυχεῖν τοῦ τέλους ἐκείνου ὑπάρχει.
因此,如果第一哲学也是不动的,并且关涉不动的事物,显然它既不会有动力因,也不会有目的因。因为他说,如果不动且被理智认知的事物根本不生成而是永远存在,很明显在那里就不存在动力因;因为正如已经说过的,动力因是在生成的事物中被考察的。但也同样没有目的因。因为目的是为了某种善而生成的,例如医疗是为了善即健康而生成,而善是在行动中被考察的;所有的行动都伴随着运动而存立。因此目的因也不被考察。那么,如果第一哲学既没有动力因也没有目的因(因为对于不存在的事物,它又怎能拥有呢?),显然有另一门学科关涉动力因和目的因;因为这些原因的本性并未从存在者中被完全消除。因此全然必然的是,有多门学科关涉诸原理,例如,假定是这样,智慧关涉形式因,而其他学科关涉动力因和目的因。这些是亚里士多德作为操练而提出的论述;但我们说,即使在数学对象中,目的因也是被考察的。因为事实上,数学家就其作为数学家而言,并不考察目的因,而是如前所述考察自身固有的属性;然而第一哲学家也考察目的因。因此普罗提诺说:“应当将数学学科赋予年轻人,以便习惯于无形体的本性”;从而数学学科极大地有助于我们习惯于无表象地活动,而这是诸善的顶峰。此外,正如柏拉图也说过的,圆被象征性地用来代表理智。他说,诸天为何做圆周运动?因为它是模仿理智。因此,正如圆向自身回转,理智也同样向自身回转,被理智认知的事物也向自身回转;因此它并不像感觉那样需要外在之物,正如在《论灵魂》中所说的。又如,直线被象征性地用来代表灵魂,因为它从某处向某处推论,并从前提走向结论。对于其他一切事物亦同样如此。但必须知晓,在最第一的诸原理中,既有动力因,也有目的因。因为存在超越性的动力因,这一点从以下可见:因为如果我们假定有许多原因,在它们地位完全对等的情况下,究竟哪一个是它们的原理就不得而知了。因此,“一”必须在本质上超越万物,以便如此一来它能成为其他事物的产生者。其次,不可能有多个第一者;因此他说“多头统治并非善事”。所以存在动力因,但这并非就如同不动者是生成的那样,而是就它们是存在的那样。再次,目的因也是存在的,既然万物都向它回转,分有它的善,并且是从那里生出并获得其实存的。同一事物既是目的因又是动力因:就其作为产生者而言是动力因,就其使〔万物〕向自身回转并加以召唤而言是目的因;因此在第一者身上,动力因与目的因在数量上是同一的,但在关系上是不同的。此外,在行动中考察的是个别的善,例如苏格拉底的健康或诸如此类的其他事物;但在第一者身上考察的是使万物变善并包罗万物的普遍之善。因此万物亦向它回转,因为它们正受其善化,而各物的圆满正是为了达成那个目的而存立的。
- 3.21φανερὸν ὡς ὅτι οὐχ ἕξει
连词 ὡς 与 ὅτι 叠用,引导依附于主句谓语形容词 φανερόν 的主语名词从句(“显然………”)。这种连词重叠是后起希腊语中强化或冗余用法的典型特征。
- 3.21οὐχ ὡς γινομένων τῶν ἀκινήτων ἀλλ’ ὡς ὄντων
带有 ὡς 的属格独立结构,说明第一原理作为不动者之“动力因”的方式与视域:不动者并非“作为生成者”具有动力因,而是“作为存在者(实存者)”具有动力因。
