← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§149.15-150.26

关于诸原因之学问的单一性与第一疑难

在亚里士多德着手反驳与确立《形而上学》B卷开篇诸疑难之际,阿斯克勒庇俄斯讨论了第一条疑难(原理的学科是一门还是多门),解释并批判了基于相反性以及数学对象中缺乏动力因与目的因的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.21#1

" Πρῶτον μὲν οὖν περὶ ὧν πρῶτον εἴπομεν, πότερον μιᾶς ἢ πλειόνων ἐστὶν ἐπιστημῶν." Ἐκθέμενος τὰς ἀπορίας διὰ τῶν προλαβόντων τὰς περὶ τῆς πρώτης φιλοσοφίας ἐντεῦθεν πειρᾶται ἐφ’ ἑκάτερα ἐπιχειρεῖν καὶ ἀνασκευάζειν αὐτὰς καὶ κατασκευάζειν διὰ τὸ γυμνάσαι τὴν διάνοιαν. δεῖ δὲ ἡμᾶς τὰ μὲν ἀληθῶς λεγόμενα ὑπ’ αὐτοῦ κρατῦναι, τὰ δὲ γυμνασίας χάριν διελέγξαι. χρὴ δὲ καὶ τοῦτο ἐπισημήνασθαι, ὅτι οὐ κατὰ τὴν αὐτὴν τάξιν, καθ’ ἣν ἐξέθετο τὰς ἀπορίας, καὶ τὴν ἐπιχείρησιν ποιεῖται τὴν ἐφ’ ἑκάτερα, ἀλλὰ πολλάκις τὴν τρίτην ἀπορίαν τετάρτην τάττει καὶ τὴν τετάρτην, εἰ τύχοι, δευτέραν, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. ἦν δὲ ἡ πρώτη ἀπορία τοιαύτη ὅτι ἆρά γε τῶν ἀρχῶν πλείους ἐπιστῆμαι ὑπάρχουσιν ἢ μία; δείκνυσιν οὖν ἐντεῦθεν ὅτι καὶ πλείους καὶ μία· πρότερον δὲ ὅτι πλείους δείκνυσι τοῦτον τὸν τρόπον. φησὶν ὅτι αἱ ἀρχαὶ οὐχ ὑπάρχουσιν ἐναντίαι, καθὸ ἀρχαί, καὶ μάλιστα αἱ πρώτισται, οἷον τὸ ποιητικὸν τὸ τελικόν, τὸ εἰδικὸν τὸ ὑλικόν. αἱ οὖν ἀρχαὶ οὐχ ὑπάρχουσιν ἐναντίαι, ἡ δὲ μία ἐπιστήμη τῶν ἐναντίων ἐστί· τῶν ἄρα ἀρχῶν οὐκ ἔστι μία ἐπιστήμη, ἐπειδὴ οὐδὲ ἐναντίαι ὑπάρχουσιν ἀρχαί. πῶς γὰρ δύναται τὸ ποιητικὸν τῷ τελικῷ εἶναι ἐναντίον, εἴ γε καὶ παράγει αὐτό, ἢ τὸ εἰδικὸν τῷ τελικῷ, εἴ γε καὶ συντρέχει αὐτῷ; οὕτως τοίνυν δείκνυσιν ὁ Ἀριστοτέλης ὅτι πλείους ἐπιστῆμαι ὑπάρχουσι τῶν ἀρχῶν καὶ οὐ μία. φαμὲν δὲ ἡμεῖς συνηγοροῦντες τῇ ἀληθείᾳ κατὰ τὰ ἐπηγγελμένα, ὅτι ὁ παραλογισμὸς γέγονε παρὰ τὴν μείζονα πρότασιν·1 τῶν μὲν γὰρ ἐναντίων ὁμολογουμένως μία ἐστὶν ἐπιστήμη, οὐκέτι δὲ τῶν μὴ ἐναντίων οὐκ ἔστι μία ἐπιστήμη· ἐπί τινων γὰρ καὶ τῶν μὴ ἐναντίων μία ἐστὶν ἐπιστήμη. οἶδε γὰρ ὁ γεωμέτρης ἐπιστημονικῶς ὅτι αἱ τρεῖς γωνίαι τοῦ τριγώνου δυσὶν ὀρθαῖς ἴσαι ὑπάρχουσιν, καὶ ὅμως τῷ τοιούτῳ οὐδέν ἐστιν ἐναντίον· ὁμοίως δὲ καὶ ἐπὶ ἄλλων πολλῶν. πάλιν τοίνυν καὶ ἐξ ἄλλου λόγου πειρᾶται δεικνύναι ὅτι τῶν ἀρχῶν πλείους ὑπάρχουσιν ἐπιστῆμαι καὶ οὐ μία, φάσκων οὕτως ὅτι πολλοῖς τῶν ὄντων οὐχ ὑπάρχουσι πᾶσαι αἱ ἀρχαί, οἷον τοῖς ἀκινήτοις· οὔτε γὰρ τὸ ποιητικὸν αἴτιον θεωρεῖται ἐπ’ αὐτῶν οὔτε δὲ τὸ τελικόν. καὶ εἰκότως· τὸ μὲν 〈γὰρ〉 ποιητικὸν θεωρεῖται ἐπὶ τῶν γινομένων, τὰ δὲ γινόμενα ἐν κινήσει ὑπάρχουσι· διὸ τὴν φύσιν ποιητικὸν αἴτιον οὖσάν φαμεν εἶναι ἀρχὴν κινήσεως καὶ ἠρεμίας. τὰ οὖν ἀκίνητα παντελῶς οὐ γίνονται· διὸ ἐπὶ τῶν μαθημάτων οὔτε ποιητικὸν αἴτιον θεωρεῖται οὔτε δὲ τελικόν. ποῖον γάρ ἐστι ποιητικὸν αἴτιον τοῦ ἔχειν τὸ τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας, ἢ ὅτι τῶν ἰσοσκελῶν αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις ὑπάρχουσιν, ἢ ποῖον τέλος; ὁ γὰρ μαθηματικὸς ᾗ μαθηματικὸς τὰ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασιν ἀποδείκνυσι· καθ’ αὑτὸ γὰρ ὑπάρχει τῷ τριγώνῳ, ὡς μεμαθήκαμεν ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ, τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. διὸ καὶ ὁ Πλάτων ἐν τῇ Πολιτείᾳ οὔ φησι τὰ μαθήματα κυρίως εἶναι ἐπιστήμας, ἐπειδὴ καὶ τὰς ἀρχὰς ἀποδεικτὰς οὔσας ὁμολογουμένως λαμβάνουσιν,2 οἷον ὅτι τὸ σημεῖον ἀμερές, καὶ τὰ ἄλλα ὅσα προλαμβάνουσιν ὡς ὁμολογούμενα. ὥστε οὐχ ὁρᾷ πρὸς τέλος3 τι ὁ μαθηματικὸς καθὸ μαθηματικός. καὶ διὰ ταῦτα Ἀρίστιππος ὁ σοφιστὴς προεπηλάκιζε τὰ μαθήματα, ὡς δῆθεν τῆς ὀψοποιίας ἐχούσης τέλος, τῶν δὲ μαθημάτων μὴ ἐχόντων τέλος. ἔλεγε γὰρ ὅτι πᾶσαι αἱ ἄλλαι τέχναι καὶ αἱ βάναυσοι ἀγαθοῦ τινος ἕνεκα ποιοῦσιν ἃ ποιοῦσιν, ἰατρικὴ ὑγείας, ῥητορικὴ τοῦ εὖ λέγειν, σκυτοτομικὴ τοῦ περισώζεσθαι τὸ σῶμα καὶ ὀψοποιική, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων.

“那么首先,关于我们最先谈及的问题,究竟属于一门学科还是多门学科。” 在通过前文列出关于第一哲学的诸疑难之后,他从这里开始试图就正反两方进行论证,既反驳它们又确立它们,以便操练理智。但我们必须确立他真实所言之事,并反驳为了操练之故而提出之事。还应当指出这一点:他进行正反两方的论述时,并非按照他陈列疑难时的同一顺序,而是常常把第三个疑难排在第四,把第四个疑难视情况排在第二,其余诸疑难也是如此。最初的疑难本是这样的:原理的学科究竟有多门还是一门?于是他从这里开始表明既有多门也有一门;但他首先以这种方式表明有多门。他说,原理就其为原理而言并非相反者,尤其是最原初的原理,例如动力因、目的因、形式因、质料因。因此原理并非相反者,而同一门学科是研究相反者的;所以不存在研究原理的一门学科,既然原理甚至都不是相反者。因为动力因若果真产生目的因,又怎能与目的因相反?或者形式因若果真与目的因汇合,又怎能与目的因相反?亚里士多德就是这样表明存在多门关于原理的学科而非一门。但我们遵照诺言为真理辩护说,这个谬误推论是出在大前提上;因为固然公认相反者属于一门学科,却不能因此得出非相反者就不属于一门学科;因为在某些情况下,即使对非相反者也存在一门学科。几何学家以科学的方式知晓三角形的三内角等于两直角,然而对此类事物并没有任何相反者;在许多其他事物上亦同样如此。于是他又从另一个论据试图表明关于原理的学科有多门而非一门,如此主张道:许多存在者并不具有全部原理,例如不动的事物;因为在它们身上既看不到动力因,也看不到目的因。这也是理所当然的;因为动力因是在生成的事物中被考察的,而生成的事物处于运动之中;因此我们说作为动力因的自然是运动和静止的原理。不动的事物因此根本不生成;所以在数学对象中既看不到动力因,也看不到目的因。因为三角形具有三内角等于两直角,或者等腰三角形底角彼此相等,有什么动力因,又有什么目的?因为数学家作为数学家证明的是事物自身所具有的属性;因为三角形具有三内角等于两直角是自身具有的,正如我们在《证明篇》中所学到的。因此柏拉图在《理想国》中也说数学学科并非严格意义上的科学,因为它们虽然原理是可被证明的,却把原理当作公认的来接受,比如点是无部分的,以及所有其他它们作为公认之物预先假定的东西。因此数学家就其作为数学家而言并不朝向某种目的。正因这些缘故,智者阿里斯底波曾侮辱数学学科,仿佛烹饪术具有目的,而数学学科却没有目的。因为他说,所有其他技艺乃至粗鄙的手艺,做其所做皆为了某种善:医术为了健康,修辞术为了善辩,制鞋术与烹饪术为了保全肉体,其他一切亦同样如此。

语法注3 条
  1. 3.21ὁ παραλογισμὸς γέγονε παρὰ τὴν μείζονα πρότασιν

    介词 παρά 在此表示原因(“由于……”)。阿斯克勒庇俄斯指出,亚里士多德所用的辩证三段论(大前提:“同一门学科研究相反者”;小前提:“原理并非相反者”;结论:“不存在研究原理的一门学科”)所产生的谬误出在大前提的转化上(误将全称肯定命题的否命题视为真)。

  2. 3.21ἐπειδὴ καὶ τὰς ἀρχὰς ἀποδεικτὰς οὔσας ὁμολογουμένως λαμβάνουσιν

    分词 οὔσας 作让步状语解释(“虽然……是可证明的”)。此处指柏拉图在《理想国》第六卷(510c-d)中的批判,即数学家将本来应当由更高原理加以证明的假设(如点、图形等)当作不证自明的公认前提直接采纳。

  3. 3.21ὡς δῆθεν τῆς ὀψοποιίας ἐχούσης τέλος, τῶν δὲ μαθημάτων μὴ ἐχόντων τέλος

    连接词组合 ὡς δῆθεν(“仿佛”、“借口说”)引导属格独立结构(τῆς ὀψοποιίας ἐχούσης 与 τῶν δὲ μαθημάτων μὴ ἐχόντων),表示阿里斯底波嘲弄数学时所持的主观且虚妄的理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:149.15-150.26