← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§14.14-15.14

基于共同观念推导智慧与智者的定义

注疏者阐明了亚里士多德在《形而上学》982a1中的论证进路,即如何通过考察关于智者与智慧的日常共同观念,从而确立智慧是关乎第一原理与原因的最高科学。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19

" Ὅτι μὲν οὖν ἡ σοφία περί τινας ἀρχὰς καὶ αἰτίας ἐστίν." Ὥσπερ ἐν τῷ περὶ τοῦ τόπου λόγῳ ἐποίησε (πρότερον γὰρ ἔλαβε τὰ κατὰ τὴν κοινὴν ἔννοιαν τῷ τόπῳ ὑπάρχοντα, καὶ οὕτως ἐφήρμοσε τῷ ὁρισμῷ τοῦ τόπου καὶ ἀποδέδωκε τὸν ὁρισμὸν αὐτοῦ, ὁμοίως δὲ καὶ ἐν τῷ περὶ αὐξήσεως λόγῳ), οὕτως οὖν καὶ ἐνταῦθα1 πρότερον λέγει τὰ κατὰ 〈τὴν〉 κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ σοφῷ καὶ τῇ σοφίᾳ, καὶ ὕστερον ἀποδίδωσιν αὐτῶν ὁρισμὸν ταῖς κοιναῖς ἐννοίαις ἁρμόζοντα. φησὶ γὰρ ὅτι σοφώτερον λέγομεν τὸν ἔχοντα πλείονα γνῶσιν τοῦ μὴ ἔχοντος, καὶ πάλιν σοφώτερον λέγομεν τὸν γινώσκοντα τὰ δυσχερέστερα τοῦ εἰδότος τὰ ἐπιπολαιότερα, καὶ πάλιν σοφώτερον λέγομεν τὸν ἀκριβέστερον περὶ τὴν γνῶσιν καὶ τὸν δυνάμενον διδάσκειν τοῦ μὴ δυναμένου διδάσκειν. καὶ ταῦτα μὲν περὶ τοῦ σοφοῦ. πάλιν δὲ σοφία ἐστὶν ἡ δι’ ἑαυτὴν αἱρετὴ οὖσα καὶ μὴ δι’ ἄλλο τι, ὥσπερ τὰ βρώματα αἱρετά ἐστιν ἕνεκεν γαστρὸς οὐλομένης. ἡ οὖν σοφία δι’ ἑαυτὴν αἱρετή ἐστιν· γνῶσις γάρ ἐστι θειοτάτη, τοῦτο δὲ δι’ αὑτὸ αἱρετόν ἐστι καὶ οὐ δι’ ἄλλο. πάλιν δὲ σοφία ἐστὶν ἡ ἄρχουσα πασῶν τῶν ἐπιστημῶν καὶ ἔχουσα τὰς ἀρχὰς πασῶν καὶ ἀποδεικνύουσα. φανερὸν οὖν ὅτι σοφώτερός ἐστιν ὁ ἔχων τὴν κυρίως ἐπιστήμην, τουτέστι τὴν πρώτην φιλοσοφίαν, ἐν ἑαυτῷ· μᾶλλον γὰρ γινώσκει. ὁ γὰρ ἔχων τὴν καθόλου ἐπιστήμην οὗτος οἶδε καὶ τὰ ἄλλα πάντα. καὶ πάλιν οὗτος καὶ τὰ δυσχερέστερα γινώσκει, φημὶ δὴ τὰ φανότατα εἴδη. ἅτε γὰρ ἔχων τὴν κυρίως ἐπιστήμην τὴν ἀναπόδεικτον καὶ κατὰ νοῦν ἐνεργῶν δῆλον ὅτι τῶν φανοτάτων ἀντιλήψεται·2 ταῦτα δὲ τοῖς πολλοῖς ἄβατα καὶ χαλεπὰ διὰ τὴν ἀσθένειαν. ἀλλὰ καὶ ἀκριβέστερος, ὅσῳ καὶ ἀρχικώτερος, καὶ μᾶλλον διδάσκει, ἐπειδὴ τὰς ἀρχὰς ἔχει τῶν διδασκομένων, καὶ ἐκεῖνος διὰ τούτων δύναται διδάσκειν· οὗτοι γὰρ διδάσκουσιν οἱ τὰς αἰτίας λέγοντες περὶ ἑκάστου. πάλιν δὲ κυρίως σοφία αὕτη ἐστὶν ἡ δι’ ἑαυτὴν αἱρετή, ἡ πρωτίστη· πᾶσαι γὰρ αἱ ἄλλαι διὰ ταύτην ἐπιτηδεύονται, αὕτη δὲ δι’ ἑαυτήν. ἅτε δὴ μέχρι τῆς κορυφῆς ἐλθοῦσα καὶ σύνδρομος οὖσα τοῦ νοῦ καὶ τοῦ ἀγαθοῦ, ὥς φησιν ἐκεῖνος “τἀγαθὸν οὗ πάντα ἐφίεται”, ἔχει πασῶν τῶν ἐπιστημῶν τὰς ἀρχὰς ἐν ἑαυτῇ, καὶ ὡς ἔχουσα ἀποδείκνυσιν αὕτη ἁπλαῖς ἐπιβολαῖς τῶν ὄντων ἀντιλαμβανομένη.3

“因此,智慧是关乎某些原理与原因的[这是显而易见的]。” 正如他在关于场所的论述中所做的那样(因为他首先依据共同观念把握了属于场所的属性,并由此使之契合于场所的定义并给出了其定义;在关于生长的论述中亦是如此),在这里他也正是这样,首先依据共同观念说明属于智者与智慧的特征,随后给出它们契合于共同观念的定义。因为他说,我们称拥有更多知识的人比没有的人更有智慧;又称认识更艰深事物的人比知道更肤浅事物的人更有智慧;还称在认识上更精确且能够教学的人比不能教学的人更有智慧。这些是关于智者的方面。另一方面,智慧又是因其自身而非因任何其他事物而值得欲求的,并不像食物是因可憎的肚腹而值得欲求那样。因此智慧因其自身而值得欲求;因为它是最神圣的认识,而这是因其自身而非因其他事物而值得欲求的。再者,智慧是统领一切科学、掌握一切科学的原理并进行证明的。显而易见,在自身中拥有本义上的科学(即第一哲学)的人更有智慧;因为他认识得更多。因为拥有普遍科学的人亦知晓其他一切事物。再者,此人亦认识更艰深的事物,我指的正是最明晰的形式。因为既然他拥有无须证明的本义上的科学,且依循理智而活动,显而易见他将把握那些最明晰的事物;但这些事物对于大众而言,由于其软弱是不可企及且艰难的。而且,他越是居于主导地位,就越是精确,并且更能进行教学,因为他掌握着所教授之事的原理,且彼人能够借由这些原理进行教学;因为就各事物说明原因的人才是教学者。再者,这因自身而值得欲求的智慧才是本义上的、最原初的智慧;因为所有其他科学皆是为了此一智慧而从事的,而它自身则是为了其自身。既然它已达至顶峰,并与理智及善(正如彼人所说“万物所向往的善”)并驾齐驱,它便在自身中拥有一切科学的原理,且作为拥有者进行证明,自身则通过对存在者的单纯直观加以把握。

§1.20

"Ὅτι μὲν οὖν ἡ σοφία περί τινας ἀρχάς." Ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ὡμολόγηται ὅτι ἡ σοφία ἐπιστήμη ἐστὶ περί τινας ἀρχὰς καὶ αἰτίας, τουτέστιν ὅτι ἀρχῶν τε καὶ αἰτιῶν ἐστιν ἐπιστήμων.

“因此,智慧是关乎某些原理的。” 他所说的是这样的意思:即人们已达成共识,智慧是关乎某些原理与原因的科学,也就是说是对于原理与原因具有科学认识的。

语法注3 条
  1. 1.19Ὥσπερ ἐν τῷ περὶ τοῦ τόπου λόγῳ ἐποίησε ... οὕτως οὖν καὶ ἐνταῦθα

    由 Ὥσπερ 引导的从句在夹入长括号插叙之后,与主句中的 οὕτως οὖν καὶ ἐνταῦθα 相呼应。这一相关构词勾勒出亚里士多德的研究方法(即先从常识性的共同观念入手,进而导出界说)与其此前在《物理学》等作品中的论证结构是一致的。

  2. 1.19δῆλον ὅτι τῶν φανοτάτων ἀντιλήψεται

    此处的 δῆλον ὅτι 并非严格意义上带主语从句的无人称句(“……是显而易见的”),而是作副词性用法(“显然地”),承接前面的原因分词短语(ἅτε γὰρ ἔχων... καὶ ἐνεργῶν),使得直陈式将来时动词 ἀντιλήψεται 成为主句的限定动词。

  3. 1.19ἅτε δὴ μέχρι τῆς κορυφῆς ἐλθοῦσα καὶ σύνδρομος οὖσα τοῦ νοῦ καὶ τοῦ ἀγαθοῦ, ... ἔχει πασῶν τῶν ἐπιστημῶν τὰς ἀρχὰς ἐν ἑαυτῇ, καὶ ὡς ἔχουσα ἀποδείκνυσιν αὕτη ἁπλαῖς ἐπιβολαῖς τῶν ὄντων ἀντιλαμβανομένη.

    该句的主语是指示代名词 αὕτη(即最原初的智慧),句首由 ἅτε 统领的两个分词(ἐλθοῦσα, οὖσα)表示原因。主句限定动词由 ἔχει 和 ἀποδείκνυσιν 构成,句尾的分词 ἀντιλαμβανομένη 则说明智慧自身通过单纯直观直接把握存在者的认识方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:14.14-15.14