- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:148.5-149.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了亚里士多德提出的最大疑难,即自存之是与自存之一是否为实体、原理是普遍还是个别,以及原理的运动性与数学对象的实体性问题,并以第一原理的超越性与新柏拉图主义的层级结构予以阐释。
" Ἔτι δὲ τὸ πάντων χαλεπώτατον καὶ πλείστην ἀπορίαν ἔχον." Φησὶν ὅτι χαλεπωτάτη ἐστὶν ἀπορία καὶ δυσαντίβλεπτος ἡ περὶ τοῦ αὐτοόντος καὶ αὐτοενός, καθάπερ οἱ Πυθαγόρειοι καὶ Πλάτων φασὶν εἶναί τι αὐτοὲν καὶ αὐτοόν, οὐχ ἕτερόν τι ἀλλ’ οὐσίαν τῶν ὄντων, ἐξ ἧς τὰ πάντα προάγονται. τοῦτο δὲ αὐτὸ καὶ ὁ Ἀριστοτέλης ὑποτίθεται, ἐκ τῆς μιᾶς τῶν πάντων ἀρχῆς τὰ πάντα προάγεσθαι. ὅτι γὰρ πάντα ἐκεῖθεν ἔχουσι τὴν ὑπόστασιν, φανερόν ἐστιν ἐκ τοῦ πάντα ἐπεστράφθαι πρὸς αὐτό·1 οὐκ ἂν δὲ ἐπεστρέφοντο, εἰ μὴ ἐκεῖθεν προῆλθον. τοῦτο δὲ οὐκ ἔχει ἑτερότητα ἐν ἑαυτῷ, ἀλλὰ ὑπὲρ τὴν ἑτερότητά ἐστι καὶ τὸ ὄν· ἡ γὰρ ἑτερότης ἐν τοῖς τῇδε θεωρεῖται. ἐφεξῆς φησι καὶ περὶ Ἐμπεδοκλέους, ὅτι ὑπετίθετο τὸ νεῖκος καὶ τὴν φιλίαν. τοῦτο δὲ ὡς Πυθαγόρειος· διὰ μὲν γὰρ τῆς φιλίας τὴν ἕνωσιν ἐδείκνυε, διὰ δὲ τοῦ νείκους τὴν διάστασιν, ἐπειδὴ ἐκεῖθεν προέρχεται καὶ ἡ ἕνωσις καὶ τὸ πλῆθος. ἄλλοι δὲ ἀρχὰς τῶν ὄντων τὸ πῦρ ὑπετίθεντο, καθάπερ Ἡράκλειτος, διὸ καὶ μεγάλῳ πτώματι περιέπεσεν· ἢ ὕδωρ, καθάπερ Θαλῆς, ἀέρα Ἀναξιμένης.
“再者,在一切事物中最困难且具有最大疑难的。” 他说,关于自存之是与自存之一的疑难最为困难且难以正视,正如毕达哥拉斯学派与柏拉图主张存在着某种自存之一与自存之是,并非某种别的东西,而是存在者的实体,万物皆由此产生。而这本身也是亚里士多德所假定的,即万物由万物的单一原理产生。因为万物皆由彼处获得其实存,这一点从万物皆向它回转便显而易见;若非由彼处流出,它们便不会向它回转。但这自身并不具有差异性,而是超越于差异性与存在之上;因为差异性是在此世的事物中被考察的。紧接着他也谈到恩培多克勒,说他曾假定争吵与友爱。他这样做是作为毕达哥拉斯派;因为他通过友爱显示统一,而通过争吵显示分离,既然统一与众多皆由彼处流出。但其他人则将火假定为存在者的原理,如赫拉克利特(因此他也遭遇了巨大的挫折);或如泰勒斯假定水,阿那克西美尼假定气。
"Καὶ πότερον αἱ ἀρχαὶ καθόλου εἰσὶν ἢ ὡς τὰ καθ’ ἕκαστα τῶν πραγμάτων." Ἐντεῦθεν αὖθις ἑτέραν κινεῖ ἀπορίαν τοιαύτην, ὅτι πότερον ἡ ἀρχὴ καθόλου ἐστὶν ἢ καθ’ ἕκαστα. φαμὲν δὴ ἡμεῖς ὅτι ἡ πρωτίστη ἀρχὴ οὔτε καθ’ ἕκαστά ἐστιν οὔτε δὲ καθόλου. τὸ γὰρ καθ’ ἕκαστα ἐν ὕλῃ ἔχει τὸ εἶναι· ἄτομον γὰρ γίνεται τεμνόμενον ὑπὸ τῆς ὕλης·2 τὸ δὲ τοιοῦτο ἔνυλον εἶδός ἐστιν· ἡ δὲ πρώτη ἀρχὴ ἄυλος, εἴ γε παρακτική ἐστι τῆς ὕλης. ἀλλ’ οὐδὲ καθόλου ἐστὶν ἡ πρώτη ἀρχή· τὰ γὰρ καθόλου ἢ ἐν τῇ φύσει θεωρεῖται ἤγουν ἐν τῇ ψυχῇ. ἔχει γὰρ ἡ ψυχὴ τοὺς λόγους ἐν ἑαυτῇ τῶν πραγμάτων γνωστικούς, ἡ δὲ φύσις δημιουργικούς· ὁ δὲ θεός ἐστιν ὁ ἐνσπείρων ἐν ταῖς ψυχαῖς καὶ τῇ φύσει τοὺς λόγους τούτους τοὺς καθόλου· ὥστε καὶ ὑπὲρ τὸ καθόλου ἐστί, καὶ οὐδὲν δυνάμει ἐστὶ παρ’ αὐτῷ, ἀλλὰ ἐνέργεια ἄνευ δυνάμεως ἐπὶ τοῦ νοῦ, ἡ δὲ πρωτίστη ἀρχὴ καὶ ὑπὲρ ἐνέργειάν ἐστιν.
“以及原理究竟是普遍的,还是如事物的个别者那样。” 自此他又提起另一条这样的疑难:原理究竟是普遍的还是个别的?于是我们主张,最初的原理既非个别的,亦非普遍的。因为个别者是在质料中具有其存在;因为它是被质料所划分而成为个体的;而此类事物乃是内质料的形式;但第一原理若果真是质料的产生者,则是无质料的。然而第一原理亦非普遍的;因为普遍者要么在自然中,要么在灵魂中被考察。因为灵魂自身拥有事物的认知性定义,而自然拥有制作性定义;而在灵魂与自然中播撒这些普遍定义者乃是神;因此[神]亦在普遍者之上,并且在他那里决无任何东西是潜在的,但就智性而言乃是无潜能的现实,而最初的原理甚至在现实之上。
"Ἔτι δὲ πότερον ἄλλως ἢ κατὰ κίνησιν." Ἡ πρωτίστη ἀρχὴ ἆρά γε ἀκίνητος ὑπάρχει ἢ κινουμένη; καὶ λέγομεν ὅτι τὰ μὲν νοητὰ ἀκίνητα ὑπάρχουσι, τὰ δὲ αἰσθητὰ κινούμενα, τουτέστι τὰ οὐράνια. πρὸς δὲ τούτοις ἄξιόν ἐστιν ἀπορῆσαι πότερον οἱ ἀριθμοὶ καὶ τὰ μήκη καὶ τὰ σχήματα καὶ αἱ στιγμαὶ οὐσίαι τινές εἰσιν ἢ οὔ. οὐ λέγει δὲ τοῦτο ὅτι ἄξιον ἀπορίας, πότερον ταῦτα τῶν ὄντων ἐστὶν ἢ οὔ·3 ὡμολόγηται γὰρ ὅτι τῶν ὄντων ὑπάρχουσιν· ἀλλὰ ἀπορεῖ ὅτι τὰ ἐν τῇ φαντασίᾳ περὶ ἀριθμῶν καὶ στιγμῶν καὶ τῶν ἄλλων τῶν εἰρημένων ἆρά γε οὐσία ὑπάρχει ἢ οὔ. καὶ φαμὲν ὅτι τὰ μὲν αἰσθητὰ πάντα οὐσίαι ὑπάρχουσι, τὰ μέντοι γε ἐν τῇ φαντασίᾳ οὐχ ὑπάρχουσιν οὐσίαι. καὶ εἰ ὑπάρχουσι, φησίν, οὐσίαι, ἄξιον ἀπορῆσαι πότερον κεχωρισμέναι τῶν αἰσθητῶν ἢ οὔ, ἀλλ’ ἐν τούτοις εἰσί. περὶ τούτων οὖν ἁπάντων οὐ μόνον χαλεπόν ἐστι τὸ εὐπορῆσαι λύσεως καὶ ἀληθείας, ἀλλ’ οὐδὲ τὸ ἀπορῆσαι καλῶς περὶ αὐτῶν εὐχερὲς ὑπάρχει.
“再者究竟是以别的方式还是按照运动。” 最初的原理究竟是静止地存立,还是运动着?于是我们主张,可知事物是静止地存立,而感觉事物,即天体,则是运动着的。除这些之外,值得探讨疑难的是:数目、长度、形状以及点究竟是某种实体,还是不是?但他并不是说值得探讨疑难的是这些究竟属于存在者还是不属于;因为它们属于存在者是公认的;而是探讨疑难:在想象中关于数目、点以及上述其他事物的对象究竟存立为实体,还是不是?于是我们主张,一切感觉事物皆存立为实体,而在想象中的对象则决非实体。并且他说,如果它们存立为实体,就值得探讨疑难:究竟是与感觉事物相分离,还是并非分离而是存在于这些事物之中?因此,关于所有这些问题,不仅获得解答与真理是困难的,甚至就它们恰当地提出疑难亦非易事。
- 3.18ἐκ τοῦ πάντα ἐπεστράφθαι πρὸς αὐτό
介词 ἐκ 支配带有冠词的中性单数完成时中动态不定式 τοῦ ἐπεστράφθαι,πάντα 作其意义上的宾格主语,构成表示根据的状语短语:“从万物皆向它回转这一事实”。
- 3.19ἄτομον γὰρ γίνεται τεμνόμενον ὑπὸ τῆς ὕλης
现在被动态分词 τεμνόμενον 与省略的主语(τὸ καθ’ ἕκαστον)一致,表方式或手段(“通过被质料所划分”),ἄτομον 则作为系动词 γίνεται 的表语(“成为个体”)。
- 3.20οὐ λέγει δὲ τοῦτο ὅτι ἄξιον ἀπορίας, πότερον ταῦτα τῶν ὄντων ἐστὶν ἢ οὔ
指示代词 τοῦτο 先行指代随后的 ὅτι 从句(“……是值得探讨疑难的”),而该从句的具体内容则进一步由 πότερον 引导的间接疑问句展开说明。
