← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§147.1-148.4

原理在数目与种上的限定与原因的同一性

评注亚里士多德《形而上学》卷B(996a1–996a2)的诸疑难,探讨原理在数目或种上的限定、在定义与基底中有限的双重解释,以及可灭之物与不灭之物的原因是否同一的问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.15

" Ἔτι αἱ ἀρχαὶ πότερον ἀριθμῷ ἢ εἴδει ὡρισμέναι." Ἐντεῦθεν ζητεῖ περὶ τῶν κυρίως ἀρχῶν, καί φησιν ὅτι αἱ ἀρχαὶ ἆρα ὡρισμέναι ὑπάρχουσι τῷ ἀριθμῷ ἢ τῷ εἴδει; καὶ καταχρηστικῶς εἶπε τὸν ἀριθμόν· ἐπὶ γὰρ τοῦ πρώτου αἰτίου οὔτε μονὰς οὔτε δυὰς θεωρεῖται· ἐπέκεινα γάρ ἐστι καὶ τοῦ ἑνός, εἴ γε παρακτικόν ἐστι τοῦ ὄντος καὶ τοῦ ἑνὸς καὶ τῆς δυάδος. ἰστέον οὖν ὅτι1 ὥρισται ὁ ἀριθμὸς τῶν νοητῶν καὶ οὐκ ἔστιν ἄπειρος· τὰ γὰρ πλησιαίτερον τῆς πρώτης ἀρχῆς μᾶλλον ἥνωνται. καὶ ὥς φησιν ὁ Πλωτῖνος, ὅτι μία μέν ἐστιν ἀρχή, πολλῶν δὲ προακτικὴ δυνάμεων, καὶ κατὰ τοῦτο θαυμάζεται, καθὸ μείζονα παράγει. καὶ τῷ εἴδει δὲ διάφοροι ὑπάρχουσι κατὰ τὴν ὑπόβασιν, οὐκ ἔστι δὲ ἄπειρα τὰ εἴδη αὐτῶν, ἀλλὰ καὶ αὐτὰ ὡρισμένα ὑπάρχουσι. ζητῆσαι οὖν, φησί, δεῖ καὶ περὶ τῶν ἀρχῶν καὶ τῶν αἰτιῶν, εἰ ὑπάρχουσι πεπερασμέναι, πότερον κατ’ εἶδός εἰσι μόνον πεπερασμέναι κατ’ ἀριθμὸν δὲ οὔ, ἢ καὶ κατ’ ἀριθμόν εἰσι πεπερασμέναι, ὡς εἶναι ἓν κατ’ ἀριθμὸν τὸ ποιητικὸν καὶ μίαν τὴν ὕλην καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἢ εἰ καὶ μὴ ἓν ἀριθμῷ τὸ αἴτιον καθ’ ἕκαστον εἶδος αἰτίου, ἀλλὰ πεπερασμένα γε, ὡς ἔδειξεν ἐν τῷ πρὸ τούτου.

“再者,原理究竟在数目上还是在种上被限定。” 自此他探求关于本义上的原理,说道:原理究竟在数目上还是在种上被限定?并且他是借喻性地使用了“数目”一词;因为就第一原因而言,既不考察出单一亦不考察出双,因为它甚至在“一”之外,既然它是存在、“一”与“双”的产生者。因此应当知晓,可知事物的数目是有限的而非无限的;因为距离第一原理越近的事物,越高度统一。正如普罗提诺所说:原理虽为一,却能产生诸多潜能,并且因其产生更伟大的事物而在此点上令人赞叹。而且按照降序,它们在种上亦存立为各异的,但它们的种并非无限,而是它们自身也是被限定的。因此他说,关于原理和原因,如果它们是有限的,就必须探求它们是仅在种上有限而在数目上并非有限,抑或在数目上也是有限的——以至于动力因在数目上为一,质料亦为一,其他原因亦同样如此;还是说,即便在每一原因之种中原因并非数目上为一个,但至少是有限的,正如他在前文中所指明的那样。

§3.16

"Καὶ εἰ ἐν τοῖς λόγοις καὶ ἐν τῷ ὑποκειμένῳ." Διπλῆ ἐξήγησις φέρεται τοῦ ῥησειδίου τούτου· μία μὲν τοιαύτη, εἰ ἐν τοῖς λόγοις, τουτέστι τὸ ποιητικὸν αἴτιον καὶ τὸ τελικὸν καὶ τὸ εἰδικόν, ὑποκείμενον δὲ τὸ ὑλικόν· ἢ ἐν τοῖς λόγοις ταῖς τῶν παλαιῶν δόξαις,2 ὅτι καὶ οἱ παλαιότεροι πεπερασμένας ὑπέθεντο τὰς ἀρχάς, καὶ τὸ ὑποκείμενον δέ. καὶ ἀληθῶς οὕτως ἔχει ὅτι οὐχ ὑπάρχουσιν ἄπειροι αἱ ἀρχαί.

“以及是否在诸定义中与在基底中。” 关于这一短语流传着双重解释:一种是,“在诸定义中”是指动力因、目的因和形式因,而“基底”是指质料因;或者,“在诸定义中”是指在古人的见解中,即更古老的人们亦曾将原理以及基底假定为有限的。而原理并非无限,这确实是合乎真理的。

§3.17

"Καὶ πότερον τῶν φθαρτῶν καὶ ἀφθάρτων." Ἑτέραν ἀπορίαν κινεῖ ἐντεῦθεν γλαφυρωτάτην λέγων οὕτως, ὅτι ἆρά γε τῶν φθαρτῶν καὶ ἀφθάρτων μία ἐστὶν ἡ ἀρχή, ἢ τῶν μὲν ἀφθάρτων ἄφθαρτος, τῶν δὲ φθαρτῶν φθαρτή. λέγομεν οὖν ἡμεῖς, ὅτι πάντων καὶ τῶν φθαρτῶν καὶ τῶν ἀφθάρτων κυρίως ἄφθαρτός ἐστιν ἡ ἀρχὴ ἡ πρωτίστη πασῶν· πρώτως γὰρ αὕτη πάντα παράγει, καὶ διὰ μέσου τὰ οὐράνια· τῶν δὲ ἀφθάρτων ὁμολογουμένως ἡ ἀρχὴ ἄφθαρτος, τουτέστι τῶν ψυχῶν καὶ τῶν οὐρανίων, ὥς φησι· προσεχῶς γὰρ ὁ θεὸς ταῦτα παράγει. τῶν δὲ φθαρτῶν καὶ ἄφθαρτός ἐστιν ἡ ἀρχὴ καὶ φθαρτή· ἄφθαρτος μὲν ὡς ὁ θεὸς καὶ τὰ οὐράνια, φθαρτὴ δὲ ὁ πατήρ, φησίν· “ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἥλιος.” διό φησι καὶ ὁ Τίμαιος ὅτι δανειζομένη ἐκ τῆς ὁλότητος τῶν στοιχείων καὶ πάλιν εὐγνωμόνως ἀποδίδωσιν ἡ φύσις·3 ὥστε οὐ δεῖ λέγειν, φησί, σῶμα ἄφθαρτον κατ’ αὐτούς.

“并且究竟可灭之物与不灭之物的〔原理是否相同〕。” 自此他又提出另一个极为精妙的疑难,如此说道:可灭之物与不灭之物的原理究竟为一个,还是不灭之物的原理是不灭的,而可灭之物的原理是可灭的?于是我们主张,对一切事物,无论是可灭之物还是不灭之物而言,万物之最初原理在本义上都是不灭的;因为这一原理最初地产生万物,并且以天体为媒介。另一方面,公认不灭之物的原理是不灭的,如他所言,即灵魂与天体的原理;因为神直接产生这些事物。至于可灭之物的原理,则既是不灭的又是可灭的:不灭者如神与天体,而可灭者则是父亲,他说:“因为人与太阳生人。”因此提迈欧亦说,自然从各元素的全体借取,又满怀感恩地归还;因此他说,按照他们的看法,决不应当谈论某种不灭的身体。

语法注3 条
  1. 3.15καὶ ὥς φησιν ὁ Πλωτῖνος, ὅτι

    ὥς φησιν 与 ὅτι 连用构成引述语气的冗余表达(pleonasm),后续的 ὅτι 从句引出普罗提诺的主张内容。

  2. 3.16ἢ ἐν τοῖς λόγοις ταῖς τῶν παλαιῶν δόξαις

    承接前文的 διπλῆ ἐξήγησις... μία μὲν τοιαύτη, εἰ ἐν τοῖς λόγοις... 提出的第二种解释。与格短语 ταῖς τῶν παλαιῶν δόξαις 作为同位语或阐释性成分,用以说明引文短语 ἐν τοῖς λόγοις 的含义。

  3. 3.17δανειζομένη ἐκ τῆς ὁλότητος τῶν στοιχείων καὶ πάλιν εὐγνωμόνως ἀποδίδωσιν ἡ φύσις

    分词 δανειζομένη 通过 καί 与限定动词 ἀποδίδωσιν 直接连接,构成破格句(anacoluthon),将“自然从元素全体借取”与“感恩地归还”这两个动作串联为主干述谓。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:147.1-148.4