← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§146.1-146.36

独立于质料的原因与个别事物的形式

亚里士多德提出了是否存在独立于质料的分离原因,以及在由质料与形式构成的复合整体之外是否存在分离形式的疑难;阿斯克勒庇俄斯据此阐述可知原因的超越性,并论证恶与个别事物皆无理型。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.13

" Μᾶλλον δὲ ζητητέον καὶ πραγματευτέον." Φησὶν ὅτι πολλῆς ἄξιόν ἐστιν ἀπορίας καὶ ζητήσεως τὸ τοιοῦτο, ἆρά γε ἔστι τι παρὰ τὴν ὕλην αἴτιον καθ’ αὑτὸ ὑπάρχον ἢ οὔ· καὶ τοῦτο ἆρά γε χωριστόν ἐστιν ἢ οὐκ ἔστι· καὶ τοῦτο ἕν ἐστι κατ’ ἀριθμὸν ἢ πολλά. φαμὲν οὖν ὅτι ἔστιν ὁμολογουμένως αἴτια χωριστὰ τῆς ὕλης πάντα τὰ νοητὰ τὰ καὶ προακτικὰ τῆς ὕλης ὑπάρχοντα· τὸ γὰρ πρῶτόν ἐστι τὸ κοσμοῦν τὴν ὕλην. διὰ τοῦτο γὰρ ἐλέγομεν καὶ τὴν ὕλην θεόθεν παρῆχθαι· οὐκ ἂν γὰρ ἐκόσμησε τὸ μὴ παραχθὲν ὑπ’ αὐτοῦ.1 ταῦτα οὖν λέγει διὰ τοὺς παλαιοὺς φυσικούς, ἐπειδὴ ἐκεῖνοι τὴν ὕλην καὶ μόνην αἰτίαν ἐτίθεντο καὶ τὰ ταύτης πάθη κατὰ συμβεβηκὸς ἐτίθεντο αἴτια. καθ’ αὑτὸ μὲν γὰρ αἴτιον ἦν αὐτοῖς ὁ ἀὴρ ἢ τὸ ὕδωρ ἢ τὸ μεταξὺ ἤ τι ἄλλο, ὃ ἀρχὴν καὶ στοιχεῖον ὑπετίθεντο· κατὰ συμβεβηκὸς δὲ ἡ μανότης καὶ ἡ πυκνότης, καὶ ἡ σύγκρισις καὶ ἡ διάκρισις. ζητεῖ οὖν, εἰ ἔστιν αἴτιόν τι παρὰ τὴν ὕλην, πότερον αὐτὸ καθ’ αὑτό ἐστιν ὑφεστὼς κεχωρισμένον τῆς ὕλης, ἢ ἐν τῇ ὕλῃ ἔχει τὸ εἶναι, ὁποῖόν ἐστι τὸ ἔνυλον εἶδος, καὶ ὡς τοῖς ἀπὸ τῆς Στοᾶς ἔδοξεν ὁ θεὸς καὶ τὸ ποιητικὸν αἴτιον ἐν τῇ ὕλῃ εἶναι.

“而应当进一步探求和讨论。” 他说,这样一件事是值得多加疑难和探求的:在质料之外是否存在某种自身存立的原因,抑或没有;并且这原因是可分离的还是不可分离的;以及它在数目上是一个还是多个。于是我们主张,所有可知的事物,即那些亦作为质料的产生者而存立的事物,公认是与质料分离的原因;因为第一者乃是秩序化质料者。正是为此,我们曾说质料亦是由神所产生的;因为它绝不会去秩序化非由它所产生之物。因此,他是针对古代自然哲学家而言说这些的,因为他们仅将质料确立为原因,而将其受动状态确立为偶性原因。对他们而言,自身的原因乃是气或水或居间者或任何他们设想为原理和元素之物;而偶性原因则是稀疏与浓密,以及结合与分离。因此他探求,若在质料之外存在某种原因,它究竟是自身独立自存且与质料分离,还是在质料中具有存在——正如内质形式那样,又如斯多亚派所认为的神与动力原因是在质料之中那样。

§3.14

"Καὶ πότερον ἔστι τι παρὰ τὸ σύνολον· λέγω δὴ τὸ σύνολον." Πάλιν ἐντεῦθεν ἑτέραν ἀπορίαν κινεῖ λέγων οὕτως, ὅτι ἆρά γε ἔστι τι παρὰ τὸ σύνολον, τουτέστι παρὰ τὸ σύνθετον; οἷον κατηγορεῖται τῆς ὕλης τὸ κακὸν καὶ τὸ αἰσχρόν· ἆρα οὖν, φησίν, ἔστι τι αὐτὸ καθ’ αὑτὸ τὸ αἰσχρὸν καὶ τὸ κακὸν ἢ οὐδέν ἐστιν αὐτὸ καθ’ αὑτὸ ἄνευ τῆς ὕλης; ἢ τῶν μέν ἐστιν ἰδέα, τουτέστι τῶν οὐσιῶν, τῶν δὲ κακῶν οὐκ εἰσὶν ἰδέαι· οὐδὲν γὰρ κακὸν παρὰ τῷ δημιουργῷ ὑπάρχει. τὰ γὰρ κακὰ ἐνταῦθα γίνονται ὑπὸ ἀσθενείας τῆς ψυχῆς ἢ τῆς φύσεως· οὔτε γὰρ ἐν αὐτῇ τῇ ψυχῇ θεωρεῖται κακόν (ἀγαθὴ γάρ ἐστιν), ἀλλ’ ἐκ τῆς σχέσεως τῆς πρὸς τὸ σῶμα ἀναδέχεται τὸ φερόμενον κακόν. ἐναντίον οὖν ἐστι τὸ κακὸν τῷ ἀγαθῷ τῆς ψυχῆς τῷ θεωρουμένῳ ἐν τῇ ψυχῇ μετὰ τῆς τοῦ σώματος σχέσεως,2 οὐκ αὐτῷ τῷ ἀγαθῷ τῷ συνουσιωμένῳ τῇ ψυχῇ· ἐκείνῳ γὰρ οὐδέν ἐστιν ἐναντίον· τὰ γὰρ φαινόμενα κακὰ περὶ τὴν ὕλην θεωροῦνται. οὔτε δὲ τῶν καθ’ ἕκαστα ὑπάρχουσιν αἱ ἰδέαι· αἱ γὰρ ἰδέαι τῶν καθόλου ὑπάρχουσι τῶν διαμενόντων ἀεί. τοῦτο οὖν ζητεῖ, εἰ ἔστι τι χωριστὸν εἶδος παρὰ τὸ κοινὸν ἢ οὐδέν ἐστι παρὰ τὸ κοινόν, ἢ τῶν μέν ἐστι, τῶν δὲ οὐκ ἔστιν, ὡς δοκοῦσι λέγειν οἱ λέγοντες μήτε τῶν παρὰ φύσιν εἶναι μήτε τῶν κακῶν μήτε δὲ τῶν τεχνητῶν. σύνολον δὲ λέγει τὸ συναμφότερον.

“并且在整体之外是否存在某种东西——我说的整体是——”自此他又提出另一个疑难,如此说道:在整体之外,亦即在复合体之外是否存在某种东西?例如,恶与丑被表述于质料;那么他说,究竟是否存在某种自身独立的丑与恶,还是在没有质料的情况下根本没有任何自身独立之物?抑或某些事物有理型,即诸实体有理型,而恶的事物没有理型?因为在造物主那里不存在任何恶。实际上,这里的恶事乃是因灵魂或自然本性的软弱而产生的;因为在灵魂自身中并不考察出恶(因为它是善的),而是从其与身体的关联中接受了所谓的恶。因此,恶是与连同与身体的关联而在灵魂中被考察的灵魂之善相对立,而不是与同灵魂同实体的善自身相对立;因为对后者没有任何对立者。因为显现出来的恶事乃是在质料周围被考察的。而且个体亦不存在理型;因为理型属于永恒存留的普遍者。因此他所探求的是:在共相之外是否存在某种分离的形式,抑或在共相之外一无所有,还是某些事物有,而另一些事物没有——正如那些主张既无违背自然之物的理型,亦无恶之理型,亦无人造之物理型的人似乎所主张的那样。他以“整体”指称“两者的结合体”。

语法注2 条
  1. 3.13οὐκ ἂν γὰρ ἐκόσμησε τὸ μὴ παραχθὲν ὑπ’ αὐτοῦ

    由 ἄν 加上不定过去式直说语气(ἐκόσμησε)构成的与过去事实相反的虚拟条件句归结从句。条件从句(前件)由带有否定词 μή 的定冠词分词短语 τὸ μὴ παραχθέν(相当于 εἰ μὴ παρήχθη,“若非由它产生”)所承担。

  2. 3.14τῷ θεωρουμένῳ ἐν τῇ ψυχῇ μετὰ τῆς τοῦ σώματος σχέσεως

    带冠词的分词 τῷ θεωρουμένῳ 作定语修饰与格短语 τῷ ἀγαθῷ τῆς ψυχῆς,其内部接续了介词短语 ἐν τῇ ψυχῇ 以及 μετὰ τῆς τοῦ σώματος σχέσεως。此结构与后文的 οὐκ αὐτῷ τῷ ἀγαθῷ τῷ συνουσιωμένῳ τῇ ψυχῇ 构成严格对称的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:146.1-146.36