← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§144.15-145.32

关于自身偶性与原理构成的疑难

针对亚里士多德《形而上学》卷B第1章995b25–995b27,作者讨论了第一哲学是否不仅探求事物的本质还探求如对立等自身偶性,以及存在者的原理与元素究竟是普遍的属还是内在的构成部分(如质料和元素)这一疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.11

" Ἔτι δὲ τούτοις ὅσα καθ’ αὑτὰ συμβέβηκε· καὶ μὴ μόνον τί ἐστιν ἕκαστον αὐτῶν." Φησὶν ὅτι δεῖ ἡμᾶς πρὸς τούτοις ἀπορῆσαι ὅσα καθ’ αὑτὰ συμβέβηκε τούτοις, οἷον εἰ ἄρα τῷ ἑνὶ ἕν ἐστιν ἐναντίον ἢ πολλά, καὶ εἰ δυνατόν ἐστι τὰ ἐναντία ὑπὸ διάφορα γένη ἀνάγεσθαι. φαμὲν οὖν ὅτι ἀδύνατον δύο ἑνὶ ἐναντία εἶναι· οὔτε γὰρ οὕτως ἄδικός ἐστιν ἡ φύσις, καθάπερ ἐν τῷ Περὶ ἑρμηνείας λέγεται, ὥστε δύο ἑνὶ ἀντιτάξαι, ἡνίκα περὶ τοῦ ἀγαθοῦ λόγος ἐγίνετο, ἀλλ’ ἓν ἑνὶ ἐναντίον ἐστί. πάλιν φησὶν ὅτι ἡ δικαιοσύνη καὶ ἀδικία ἐναντία ὑπάρχουσι, καὶ ἡ μὲν δικαιοσύνη ὑπὸ τὴν ἀρετὴν ἀναφέρεται, ἡ δὲ ἀδικία ὑπὸ τὴν κακίαν. λέγομεν οὖν ὅτι καὶ ταῦτα ὑπὸ ἓν γένος τελοῦσι τὴν ποιότητα· καὶ ἡ ἀρετὴ γὰρ καὶ ἡ κακία ὑπὸ τὴν ποιότητα τελοῦσιν. εἰ δέ φασιν ὅτι τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐξῄρηται, φαμὲν ὅτι καὶ αὐτὰ ὑπὸ τὸ ποιὸν τελοῦσι, τὸ 〈ἀγαθὸν καὶ τὸ〉 κακὸν τὸ ἐνταῦθα, ἐπεὶ ἐν τῷ πρώτῳ οὐκ ἔστι κακόν. ἐν αὐτῷ γὰρ οὔθ’ ἑτερότης θεωρεῖται οὔτε δὲ ταυτότης· ὑπὲρ τὴν ἑτερότητα γὰρ ἐστι καὶ τὴν ταυτότητα. διὸ οὐδὲ ἄτομόν τι δεῖ λέγειν τὸν θεόν· τὸ γὰρ ἄτομον ὑπὸ τῆς ὕλης τέμνεται καὶ περιγράφεται, ὁ δὲ θεὸς ἄυλός ἐστιν ὡς καὶ προακτικὸς πάντων. οὔτε δὲ κακία ἐστὶν ἐκεῖσε· ἡ γὰρ κακία ὑπὸ ἀσθενείας τῆς ψυχῆς γίνεται, καὶ τῆς φύσεως ἀσθενούσης γίνεται τὸ κακόν. δείκνυται γὰρ καὶ ἐν τῷ Γοργίᾳ ὅτι τὰ κακὰ ὑπὸ ἀδυναμίας γίνονται. ἐξηγήσατο οὖν, τίνα λέγει τὰ καθ’ αὑτὸ συμβεβηκότα διά [τε] τοῦ εἰπεῖν καὶ μὴ μόνον τί ἐστιν· ἐν γὰρ τῷ τί ἐστι τὰ καθ’ αὑτὸ ὑπάρχοντα ἐμπεριέχεται. εἴη δ’ ἂν τῇ ἐναντιότητι καθ’ αὑτὸ συμβεβηκὸς τὸ ἔμμεσον, τὸ ἄμεσον, ἔτι τὸ ὑπ’ αὐτοῦ προστεθειμένον περὶ τοῦ εἰ ἓν ἑνὶ ἐναντίον ἐστὶν ἢ μή, ὃ καὶ αὐτὸ δοκεῖ θεώρημα εἶναι διαλεκτικόν· δεῖν γάρ φησιν ἐπισκέψασθαι, εἰ καὶ τὸ περὶ τούτου τὴν ἀλήθειαν ἐξετάσαι τοῦ σοφοῦ ἐστι. δεῖ οὖν [καὶ] τὴν οὐσίαν αὐτῶν γινώσκουσι καὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα ὑπάρχειν αὐτοῖς.1

“此外,凡自身偶性属于这些事物的;并且不仅是它们各是什么。” 他说,除这些之外,我们必须将所有作为自身偶性属于它们的事物作为疑难提出,例如对于一者而言相反者是一个还是多个,以及相反者是否可能归属于不同的属。于是我们主张,对于一者而言有两个相反者是不可能的;因为自然并非如此不公——正如在《解释篇》论及善时所说的那样——以至于将两个事物与一者相对立,相反,对于一者而言相反者只有一个。他又说,正义与不正义是相反者,且正义归属于德性,不正义归属于恶德。于是我们说,这些也同归于一个属,即性质;因为德性与恶德皆归属于性质。若他们说善与恶是超越的,我们便说它们本身也归属于性质,即这里的[可感界的]〈善与〉恶,因为在第一者中不存在恶。因为在其中既不考察相异性,亦不考察同一性;因为它超越了相异性与同一性。因此亦绝不可将神称作某个不可分者[个体];因为不可分者由质料所分割与限定,而神作为一切事物的产生者是非质料的。在那里亦无恶德;因为恶德由灵魂的软弱而产生,恶在自然本性衰弱时产生。确实在《高尔吉亚篇》中亦表明,恶事由无力而产生。因此,他通过说“并且不仅是什么”,解释了他所说的自身偶性是指什么;因为在“是什么”中包含了自身具有的属性。而作为自身偶性属于相反性的,乃是有中项与无中项,此外还有他所补充的关于相反者对于一者而言是一个还是不是一个,而这本身似乎亦是一条辩证定理;因为他说必须考察,探究关于此事的真理是否亦属于智者的职责。因此,对于认识它们实体的人而言,它们的自身偶性属于它们亦是必须[考察的]。

§3.12

"Καὶ πότερον αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα τὰ γένη ἐστὶν ἢ εἰς ἃ διαιρεῖται ἐνυπάρχοντα ἕκαστον." Ὃ λέγει τοῦτό ἐστιν, ὅτι ἄξιόν ἐστιν ἀπορίας, [ἆρά γε] ποῖα γένη ὑπάρχουσι τῶν ὄντων, πότερον αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα ἢ εἰς ἃ διαιρεῖται ἕκαστον, τουτέστιν ἆρά γε ἡ ὕλη καὶ τὸ εἶδος ἢ τὰ τέσσαρα στοιχεῖα ἢ τὰ πρὸ τῶν πολλῶν εἴδη, τουτέστι τὸ ζῷον αὐτὸ καὶ τὰ ἄλλα τὰ ἐξῃρημένα εἴδη. καὶ λέγομεν ὅτι ἀμφότερα· ὡς μὲν γὰρ προσεχῆ αἴτια τὰ τέσσαρα στοιχεῖα, μᾶλλον δὲ τὸ εἶδος καὶ ἡ ὕλη, ὡς δὲ ἐξῃρημένα αἴτια τὸ αὐτοζῷον * * τὰ πρὸ τῶν πολλῶν γὰρ αἴτια ὑπάρχουσι τῶν τῇδε πάντων πραγμάτων, τουτέστιν οἱ δημιουργικοὶ λόγοι. ζητεῖ οὖν ἐνταῦθα, εἰ τὰ γένη ἀρχαὶ τούτων ὧν ἐστι γένη (δοκεῖ γὰρ τὰ γένη πρῶτα εἶναι τῇ φύσει, τὰ δὲ πρῶτα ἀρχαί) ἢ ταῦτα εἰς ἃ διαιρεῖται ἕκαστον ἐνυπάρχοντα ἐν τοῖς μέρεσιν (ἕκαστον γὰρ ἐνυπάρχει ἐν τοῖς ἑαυτοῦ μέρεσιν), ὡς ἡ οὐσία δοκεῖ εἰς ὕλην τε καὶ εἶδος, ἢ τὰ τέσσαρα στοιχεῖα ἢ ἅπερ ἄν τις ὑποθῆται. εἰς ταῦτα γὰρ διαιρεῖται ἕκαστον ἐξ ὧν καὶ σύγκειται. ταῦτα δὲ ἑκάστου ἀρχαὶ δοκοῦσιν εἶναι ἐξ ὧν πρώτων σύγκειται, ὡς τῆς φωνῆς τὰ στοιχεῖα. ἀλλ’ εἰ καὶ τὰ γένη ἀρχαί, πάλιν φησὶν ἄξιον ζητεῖν πότερον τὰ ἀνωτάτω γένη ἢ τὰ προσεχῆ τοῖς ἀτόμοις, ἃ εἴδη ὄντα ἄτομα κοινότερον γένη ὠνόμακεν· οἷον πότερον τὸ ζῷόν ἐστι τὸ γένος ἢ ὁ ἄνθρωπος ἀρχή τε καὶ μᾶλλόν ἐστι παρὰ τὸ καθ’ ἕκαστον.2 καί φαμεν ὅτι ἐπὶ μὲν τῶν πρὸ τῶν πολλῶν τὸ ζῷόν ἐστι γένος, ἐπὶ δὲ τοῖς πολλοῖς καὶ ὑστερογενέσι, τουτέστιν ἐν τῇ φαντασίᾳ, ὁ ἄνθρωπος μᾶλλον παρὰ τὸ καθ’ ἕκαστον· ἀκριβέστερον γάρ τις ὁρίζοιτο τὸν Καλλίαν ἄνθρωπον λέγων ἤπερ ζῷον.

“并且原理与元素究竟是诸属,还是各个事物在作为内在于其中的成分被分割入其中的那些东西。” 他所说的是这意思:存在者的诸属究竟是怎样的,究竟是原理与元素,还是各个事物被分割入其中的那些东西——也就是质料与形式、抑或四元素、抑或在多之先的诸形式,即“动物自身”及其他超越形式——乃是值得疑难的。而我们说二者皆是;因为四元素,或者毋宁说是形式与质料,乃是切近原因,而“动物自身”则是超越原因[……];因为在多之先者乃是此世一切事物的原因,亦即创世的理路。因此他在此处探求,诸属究竟是它们作为其属的那些事物的原理(因为诸属在自然上似乎在先,而在先者即是原理),抑或是各个事物作为内在于各部分中而被分割入其中的这些东西(因为每个事物皆内在于其自身部分中)——正如实体似乎被分割为质料与形式,或者四元素,或者任何人所假设的那些东西。因为每个事物皆被分割入由之构成它的那些东西之中。而各个事物最初由之构成的那些东西,似乎即是各自的原理,正如言语的元素[字母]一样。然而即便诸属是原理,他又说仍值得探求:究竟是最高诸属,还是切近不可分者[个体]的诸属——他将后者这些本是不可分形式的东西以更宽泛的意义称为属——例如,究竟是“动物”这个属作为原理并且比起个别者更为超拔地存在,还是“人”。而我们主张,在多之先者方面,“动物”是属,而在在多之中且后生者方面,亦即在表象之中,“人”比起个别者更为[作为实在而]存在;因为说卡利亚斯是人比说他是动物更为精确地给出了定义。

语法注2 条
  1. 3.11δεῖ οὖν [καὶ] τὴν οὐσίαν αὐτῶν γινώσκουσι καὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα ὑπάρχειν αὐτοῖς

    在与无人称动词 δεῖ 配合的句构中,逻辑主语表现为与格分词 γινώσκουσι(“对于认识……的人而言”),支配不定式 ὑπάρχειν。其后的与格代词 αὐτοῖς 指代前文讨论的事项(相同、对立等),整句意为“对于认识它们实体的人而言,它们的自身偶性属于它们亦是必须[考察的]”。

  2. 3.12μᾶλλόν ἐστι παρὰ τὸ καθ’ ἕκαστον

    比较副词 μᾶλλον 与介词短语 παρὰ τὸ καθ’ ἕκαστον(“比起/超出个别者”)结合。在语境中用于表达超出具体的个别事物而具有本体论上的优先性或独立实在性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:144.15-145.32