← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§143.6-144.14

共通概念的研究与第一哲学的对象

针对亚里士多德提出的关于相同、相异、对立、先后等共通概念究系何门科学之研究对象这一疑难,注解阐明由于它们贯穿于一切存在者,因而属于第一哲学,并讨论了其与辩证术的区别以及在《形而上学》论证中的运用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9

" Πρὸς δὲ τούτοις περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου." Πάλιν ἐντεῦθεν ἑτέραν ἀπορίαν ἐπάγει τοιαύτην, φάσκων οὕτως, ἆρά γε τὸ ζητεῖν περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ἐναντιότητος καὶ ὁμοίου καὶ ἀνομοίου καὶ περὶ προτέρου καὶ ὑστέρου καὶ τῶν ἄλλων τῶν τοιούτων τῆς πρώτης φιλοσοφίας ἢ ἄλλης τινὸς ἐπιστήμης.1 καί φαμεν ὅτι οὔτε ὁ γεωμέτρης ζητεῖ περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ προτέρου καὶ ὑστέρου οὔτε ὁ ἀριθμητικὸς ἁπλῶς οὔτε ἄλλος τις τῶν κατὰ μέρος ἐπιστημόνων, τουτέστιν ὁ φυσικὸς ἢ ὁ ἰατρός, ἀλλ’ ὁ πρῶτος φιλόσοφος. καὶ εἰκότως, ἐπειδὴ σκοπὸν ἔχει ὁ πρῶτος φιλόσοφος περὶ πάντων τῶν ὄντων διαλέγεσθαι, ταῦτα δὲ διὰ πάντων τῶν ὄντων διαπεφοιτήκασιν, ἡ ἑτερότης καὶ ἡ ταυτότης καὶ ἡ ὁμοιότης καὶ τὸ πρότερον καὶ τὸ ὕστερον. ἀμέλει τοι καὶ ὁ Πλάτων πρὸς τῇ οὐσίᾳ τὰ γένη τῶν ὄντων ὑπαγορεύων φησὶν εἶναι ἑτερότητα καὶ ταυτότητα, ἐπειδὴ διαπεφοιτήκασι διὰ πάντων τῶν ὄντων· ὁμοίως δὲ καὶ ἡ ἐναντιότης. τὸ γὰρ μὴ ὄν, ὡς φησιν ὁ Πλάτων, οὐκ ἔστιν παρ’ ἔλαττον τοῦ ὄντος,2 οὐ τὸ μηδαμῇ μηδαμῶς ὄν, ἀλλὰ τὸ πῇ μὴ ὄν· πάντα γὰρ τὰ ὄντα ὡς πρὸς ἄλλα παραβαλλόμενα πῇ μὴ ὄντα ὑπάρχουσιν, ὥστε εἰκότως φησὶν ὁ Πλάτων ὅτι οὐκ ἔλαττόν ἐστι τοῦ ὄντος τὸ μὴ ὄν, πῇ μὴ ὄν δηλονότι. ἀλλὰ καὶ ἡ ἐναντιότης θεωρεῖται ἐν ἅπασι τοῖς οὖσι. τὸ γὰρ μὴ ὄν θάτερόν ἐστιν, ἐπιτεινόμενον δὲ τὸ θάτερον ἴσχει ἐναντιότητα. ἀμέλει τοι καὶ τὰς Κατηγορίας ἔγραψεν ὁ Ἀριστοτέλης ὡς πρῶτος φιλόσοφος, ἐπειδὴ διὰ πάντων τῶν ὄντων διαπεφοιτήκασιν ἡ οὐσία τὸ ποσὸν καὶ αἱ ἄλλαι κατηγορίαι. τὸ γὰρ περὶ τοιούτων διαλέγεσθαι, ὡς πολλάκις ἡμῖν εἴρηται, τοῦ πρώτου ἐστὶ φιλοσόφου· λοιπὸν οἱ καθ’ ἕκαστα ἐπιστήμονες περὶ τῶν ὑποβεβλημένων αὐτοῖς διαλέγονται. ἠπόρησε δὲ Ἀσκληπιὸς ὁ τῆς ἰατρικῆς τέχνης διδάσκαλος ὁ σὺν ἡμῖν ἐνδιατρίψας τοῖς μαθήμασιν· ‘εὖ δέ τις ἀπορήσειεν ὅτι καὶ πῶς ἐν Τόποις διαλέγεται περὶ ταὐτοῦ καὶ ἑτέρου, ἅτινα λέγομεν πεφοιτηκέναι διὰ πάντων τῶν ὄντων;’ ὁ δὲ ἡμέτερος φιλόσοφός φησι πρὸς αὐτόν, ὅτι ἐπειδὴ ὁ διαλεκτικὸς ὑποδύεται τὸν πρῶτον φιλόσοφον, τούτου χάριν καὶ αὐτὸς διαλέγεται περὶ τῶν διαπεφοιτηκότων διὰ πάντων τῶν ὄντων, ἀλλὰ ἐνδόξως, ὥσπερ ὁ σοφιστὴς σοφιστικῶς· ὁ μέντοι γε πρῶτος φιλόσοφος ἀληθινῶς καὶ ἀποδεικτικῶς διαλέγεται. προτίθεται οὖν ζητῆσαι καὶ αὐτὸς περὶ τούτων, ἐπειδὴ καὶ αὐτὸς χρῆται αὐτοῖς ἐν τοῖς ἀποδεικνυμένοις ὑπ’ αὐτοῦ κατὰ τήνδε τὴν πραγματείαν. καὶ γὰρ τῷ ταὐτῷ, ὅπερ ἐπὶ οὐσιῶν λέγεται, χρῆται· ζητεῖ οὖν εἰ αἱ αὐταί εἰσι πᾶσαι αἱ οὐσίαι ἀλλήλαις ἢ οὔ, ἀλλ’ ἕτεραι· ἀλλὰ καὶ τοῖς ἄλλοις οἷς κατέλεξε πᾶσιν ἐν ταῖς δείξεσιν ἀναγκαῖον αὐτῷ προσχρῆσθαι· κοινὰ γὰρ ταῦτα ὄργανα τοῖς ἀποδεικνύουσι.

“除这些之外,关于相同与相异,以及相似与不相似。” 从这里起,他又引入另一道此类疑难,如此断言:探求相同与相异、对立、相似与不相似,以及先后与其他此类事物,究竟属于第一哲学还是属于某门其他科学。而我们主张,既不是几何学家探求相同与相异、相似与不相似以及先后,也不是严格意义上的算术家,也不是个别门类的科学家中的任何其他人——即自然哲学家或医生——而是第一哲学家。这也是理所当然的,因为第一哲学家的目的在于论述所有的存在者,而这些概念——相异性、同一性、相似性以及先后——则贯穿于所有的存在者。确实,柏拉图在阐述存在者的诸类时,也说在实体之外还有相异性与同一性,因为它们贯穿于所有的存在者;对立亦同此理。因为正如柏拉图所言,非存在并不亚于存在者——这不是指绝无任何方式存在的非存在,而是指在某方面而言的非存在;因为所有的存在者在与其他事物相比时,都作为在某方面而言的非存在而存在,因此柏拉图理所当然地说非存在并不亚于存在者,显然是指在某方面而言的非存在。而且对立也在所有的存在者中被考察。因为非存在即是他者,而他者一旦强化,就具有对立。确实,亚里士多德也是作为第一哲学家撰写了《范畴篇》,因为实体、数量以及其余范畴贯穿于所有的存在者。因为正如我们屡次所说,论述此类事物属于第一哲学家的职责;至于其余方面,个别的科学家则论述从属于他们的对象。然而,与我们一同潜心治学的医术之师阿斯克勒庇俄斯提出了疑难:“有人可能会很好地质疑,他又如何在《论题篇》中论述了相同与相异——即我们所说贯穿于所有存在者的那些概念?”而我们的哲学家对他回答说,由于辩证家扮演了第一哲学家的角色,正因如此他自己也论述贯穿于所有存在者的事情,但他是基于公认意见来论述的,正如诡辩家以诡辩的方式论述一样;然而第一哲学家则是基于真实且论证性地论述。因此他自己也打算探求这些事物,因为他在本部著作中由他所做出的论证里也亲自运用了它们。因为他确实运用了就实体而言所说的“相同”;因此他探求所有的实体彼此究竟是相同的,还是不是相同而是相异的;而且在论证中他也必须额外运用他所列举的所有其他概念;因为这些对于进行论证的人而言乃是共同的工具。

§3.10

"Πρὸς δὲ τούτοις καὶ περὶ ταὐτοῦ καὶ ἑτέρου." Φησὶν ὅτι ἄξιόν ἐστιν ἀπορῆσαι τίνος ἐστὶ τὸ ζητῆσαι περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ ἐναντιότητος, περὶ προτέρου καὶ ὑστέρου καὶ τῶν ἄλλων ἁπάντων τῶν τοιούτων, περὶ ὅσων οἱ διαλεκτικοὶ πειρῶνται σκοπεῖν ἐξ ἐνδόξων καὶ μόνων ὁρμώμενοι. ἄξιον οὖν ἐστιν ἀπορίας, τίνος ἐστὶ θεωρῆσαι περὶ πάντων τούτων. καὶ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ3 ὅτι τοῦ πρώτου φιλοσόφου, ἐπειδὴ περὶ ὧν διαλέγεται πεφοιτήκασι διὰ πάντων τῶν ὄντων.

“除这些之外,亦关于相同与相异。” 他说,值得疑难的是:探求相同与相异、相似与不相似、对立、先后以及所有其他此类事物——凡是辩证家们仅以公认意见为出发点试图考察的那些事物——究竟属于谁的职分。因此,考察所有这些事物究竟属于谁的职分,乃是值得疑难的。而我们在总论中已经说过,这属于第一哲学家,因为他所论述的那些概念贯穿于所有的存在者。

语法注3 条
  1. 3.9ἆρά γε τὸ ζητεῖν περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ἐναντιότητος καὶ ὁμοίου καὶ ἀνομοίου καὶ περὶ προτέρου καὶ ὑστέρου καὶ τῶν ἄλλων τῶν τοιούτων τῆς πρώτης φιλοσοφίας ἢ ἄλλης τινὸς ἐπιστήμης

    名词化不定式短语 τὸ ζητεῖν... 作主语,谓语部分省略了系动词 ἐστί,属格短语 τῆς πρώτης φιλοσοφίας ἢ ἄλλης τινὸς ἐπιστήμης 作表语属性属格,表示所属与职责(“属于第一哲学还是某门其他科学”)。

  2. 3.9οὐκ ἔστιν παρ’ ἔλαττον τοῦ ὄντος

    介词短语 παρ' ἔλαττον 连同比较属格 τοῦ ὄντος 构成惯用副词性表达,与否定词 οὐκ ἔστιν 连用意为“并不亚于存在者”或“不比存在者逊色”。

  3. 3.10ἐν τῇ θεωρίᾳ

    晚期古代亚里士多德注疏中的术语用法,指在具体字句训诂(λέξις)之前对整个段落所作的“总论/概论”部分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:143.6-144.14