- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:141.19-143.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《形而上学》卷B第1章995b10–13的注释。阿斯克勒庇俄斯讨论了实体的科学是一门还是数门(第三与第四道疑难),实体是仅限于可感觉之物还是包含数学对象与分离形式等可知实体,以及科学考察是仅探讨实体还是亦探讨其实体自身偶性(第五与第六道疑难)。
" Εἴ τε ἔστι περὶ τὴν οὐσίαν, πότερον μία περὶ πάσας ἢ πλείονές εἰσιν." Ἐντεῦθεν τρίτην ἀπορίαν ἐκτίθεται ὁ φιλόσοφος καί φησιν, ἆρα πάσας τὰς οὐσίας μία ἐπιστήμη γινώσκει ἢ πλείονες; καί φαμεν ἡμεῖς ἐπιλυόμενοι ὅτι καὶ μία καὶ πλείους. κατὰ γὰρ τὸ εἶναι οὐσία μία εἰσὶ πᾶσαι,1 κατὰ δὲ τὴν ὑπόστασιν πολλαὶ ὑπάρχουσιν. ὡς οὖν μίαν οὐσίαν οὖσαν μία ἐπιστήμη λαμβάνει αὐτήν, ὡς δὲ πλείους οὐσίας πολλαὶ ἐπιστῆμαι. καὶ ἡ γεωμετρία γὰρ περὶ οὐσίαν καταγίνεται καὶ ἡ ἀριθμητικὴ καὶ ἡ ἀστρονομία καὶ ἡ ἰατρική, ὥστε διάφοροι ἐπιστῆμαι ὑπάρχουσι τῶν διαφόρων οὐσιῶν. τετάρτην ἀπορίαν ἐπάγει τοιαύτην λέγων οὕτως, πάλιν ἄξιον ἀπορῆσαι ὅτι, εἰ πλείονές εἰσιν ἐπιστῆμαι, πότερον ἅπασαι συγγενεῖς ὑπάρχουσιν ἀλλήλαις ἢ οὔ;2 εἰ οὖν τῶν τῆς οὐσίας αἰτίων μία ἐπιστήμη ἢ πλείους εἶεν, πότερον συγγενεῖς καὶ σοφίαι, ἢ αἱ μὲν σοφίαι αἱ δὲ ἄλλο τι ἐπιστήμης εἶδος; φαμὲν οὖν ὅτι κυρίως σοφία ἐστὶν ἡ πρωτίστη, συγγενεῖς δὲ αὐτῆς αἱ ἄλλαι ὑπάρχουσιν, ἀλλὰ αἱ μὲν πλησιαίτερον αἱ δὲ πορρώτερον· οἷον ἀριθμητικὴ μᾶλλον πλησιάζει τῇ πρώτῃ φιλοσοφίᾳ ἤπερ γεωμετρία, καὶ γεωμετρία μᾶλλον ἁρμονικῆς, εἰ τύχοι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. αὗται δὲ πᾶσαι ἐπιστῆμαι ὑπάρχουσι.
“以及如果[科学]是关于实体的,究竟是有一门关于所有实体的科学,还是有数门。” 从这里起,哲学家阐述第三道疑难并说:究竟是一门科学认识所有的实体,还是数门科学认识?而我们在化解疑难时主张,既是一门也是数门。因为就作为实体而言,所有的实体是单一的,但就自存而言,它们则是众多的。因此,就其作为单一实体而言,一门科学把握它;但就其作为数个实体而言,则有多门科学[把握它]。因为几何学研究实体,算术、天文学和医学亦然;因此不同的科学对应于不同的实体。他进而引入第四道疑难,如此说道:再次值得疑难的是,如果有数门科学,究竟它们全都是相互亲缘的还是不是?因此,如果关于实体之原因的科学是一门或是数门,它们究竟全都是亲缘的且全都是智慧,还是说有些是智慧,而另一些是别种形式的科学?因此我们主张,严格意义上的智慧是最第一的科学,而其余科学则与其亲缘,不过有些更为接近,有些则更为疏远;例如算术相比于几何学更接近第一哲学,而几何学,譬如说,比声学更接近[第一哲学];在其他科学上亦同此理。而这些全都是科学。
"Καὶ τοῦτο δὲ αὐτὸ τῶν ἀναγκαίων ἐστὶ ζητῆσαι." Ἐντεῦθεν ἑτέραν ἀπορίαν ἐκτίθεται φάσκων οὕτως, ὅτι ἀναγκαῖόν ἐστι ζητῆσαι, ἆρά γε μόνα τὰ αἰσθητὰ οὐσίαι ὑπάρχουσιν, ἢ καὶ τὰ νοητά. διὸ ὁ πολὺς ἄνθρωπος τὰ μὴ ὄντα αἰσθητὰ οὐδὲ εἶναι ὑπολαμβάνει· ὃ δέ φησί τις τῶν φιλοσόφων, ὅτι κυρίως οὐσίαι τὰ νοητὰ μόνα ὑπάρχει· τὰ γὰρ αἰσθητὰ οὐδὲ ὑπάρχουσι, διότι ἐν ῥύσει εἰσί. ‘τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον, ὂν δὲ οὐδέποτε.’ ὁ Πλάτων πάλιν ἐν τῇ Πολιτείᾳ λαμβάνει μίαν εὐθεῖαν καὶ τέμνει αὐτὴν δίχα εἰς νοητὴν οὐσίαν καὶ αἰσθητήν, καὶ τὴν νοητὴν διαιρεῖ εἰς τε νοητὴν καὶ διανοητήν· καὶ πάλιν τὴν ἄλλην εἰς αἰσθητὴν καὶ εἰκαστήν· εἰκαστὰ δὲ ὑπάρχουσιν οἷον τὰ ἐν ἐσόπτροις φαινόμενα καὶ τὰ ἐν γραφαῖς. φησὶν οὖν ὅτι ὃν λόγον ἔχουσι τὰ αἰσθητὰ πρὸς τὰ εἰκαστά, τὸν αὐτὸν ἔχουσι καὶ τὰ νοητὰ πρὸς τὰ διανοητά· ὥστε κυρίως οὐσίαι τὰ νοητὰ μόνα ὑπάρχουσιν· οὐσίαι γάρ εἰσιν ἀμιγεῖς τινος ἄλλου. τῶν οὖν ἀναγκαίων ἐστὶ τὸ ζητῆσαι,3 πότερον τὰς αἰσθητὰς οὐσίας μόνας φαμὲν εἶναι ἢ καὶ παρὰ ταύτας ἄλλας, καὶ πότερον μοναχῶς, ἢ πλείονα γένη τῶν οὐσιῶν ὑπάρχουσιν, οἷον οἱ ποιοῦντες τὰ εἴδη τὰ παντελῶς χωριστὰ καὶ τὰ μαθηματικά· τὰ γὰρ μαθηματικὰ μεταξὺ τούτων ὑπάρχουσι τῶν πρώτων οὐσιῶν, ὡς πολλάκις εἴρηται, καὶ τῶν αἰσθητῶν. δεῖ οὖν ἡμᾶς, φησί, καὶ περὶ τούτων διαπορῆσαι, καὶ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνη ἐστὶν ἢ καὶ περὶ τὰ συμβεβηκότα καθ’ αὑτὰ ταῖς οὐσίαις. εἰδέναι οὖν χρὴ ὅτι ἐν ταῖς πρωτίσταις οὐσίαις οὐ θεωροῦνται τὰ συμβεβηκότα· ἐκεῖναι γὰρ ἐνέργειαι ὑπάρχουσιν ἄνευ δυνάμεως, ὥς φησιν ἀλλαχοῦ, καὶ ὁ νοῦς αὐτὸς θιγγάνων αἱρεῖ αὐτὰ ἁπλαῖς ἐπιβολαῖς, ὥς φησιν ὁ Πλάτων. τὰ δὲ καθ’ αὑτὸ συμβεβηκότα τοῖς καθόλου ὑπάρχουσιν, οἷον τῷ ἁπλῶς τριγώνῳ τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας·4 εἰ γὰρ καὶ τὸ μερικὸν ἔχει, ἀλλὰ οὐ πρώτως· πρώτως γὰρ τὸ καθόλου ἐστὶ τὸ ἔχον. τὰ δὲ μερικὰ συμβεβηκότα οὐκ ἔχουσι καθ’ ὕπαρξιν ἀλλ’ ἐπεισοδιωδῶς, οἷον τὸ καθέζεσθαι, τὸ σιμόν, τὸ γρυπὸν καὶ ὅσα ἄλλα τοιαῦτα. ἔχουσι καὶ τὰ οὐράνια, ἀλλὰ κατὰ σχέσιν, διότι ποτὲ τρίγωνον σχῆμα ἀποτελοῦσι πρὸς ἑαυτοὺς οἱ ἀστέρες ἢ τετράγωνον ἢ τι ἄλλο τοιοῦτο. καθ’ ὕπαρξιν δὲ οὐκ ἔχουσι τὰ συμβεβηκότα· οὔτε γὰρ ποτὲ μέν ἐστι σφαιροειδὴς ὁ ἥλιος ποτὲ δὲ οὐκ ἔστιν, ὥσπερ ἐνταῦθα· δυνατὸν γὰρ τὸν γρυπὸν σιμὸν γενέσθαι ἀπὸ πληγῆς τινος, ἢ τὸν καθήμενον ἀναστῆναι. φησὶν οὖν ὁ Πορφύριος ὅτι πρώτως ἐν τοῖς ἀτόμοις θεωροῦνται τὰ συμβεβηκότα, καὶ δεύτερον ἐν τοῖς εἴδεσι. καὶ οὐδὲν οὕτως ἐθαύμαζε τῶν εἰρημένων ἐν τῇ Εἰσαγωγῇ Πορφυρίου ὁ Πρόκλος ὡς τοῦτο, ὥς φησιν ὁ ἡμέτερος φιλόσοφος Ἀμμώνιος. τὰ γὰρ εἴδη ὡς ἀσώματα οὐκ ἔχουσιν ἐν ἑαυτοῖς συμβεβηκότα· ὁ γὰρ λόγος ὁ παρὰ τῷ δημιουργῷ τοῦ κόρακος οὐκ ἔστι μέλας, ἀλλὰ κατὰ συμβεβηκὸς λέγεται τὸ εἶδος εἶναι μέλαν τῷ θεωρεῖσθαι ἐν τοῖς κατὰ μέρος ἀτόμοις, τουτέστι τοῖς καθ’ ἕκαστα κόραξιν. ὡς οὖν εἴρηται, τὰ καθ’ αὑτὸ συμβεβηκότα ἐν τοῖς καθόλου θεωρεῖται, ἅτινα συμβάλλονται ἡμῖν εἰς τοὺς ὁρισμοὺς τῶν πραγμάτων.
“而探求这件事情本身也是属于必须的事项。” 从这里起,他阐述另一道疑难,如此断言:探求究竟唯有可感觉之物是实体,还是可知之物也是实体,乃是必须的。因此普通大众甚至认为非感觉之物根本不存在;但正如哲学家中的某一位所言,严格意义上的实体唯有可知之物;因为可感觉之物甚至根本谈不上存在,因为它们处于流变之中:“那始终存在而没有生成者是什么,那不断生成而从未存在者又是什么?”柏拉图又在《理想国》中取一条线段并将其二分,分为可知实体和可感觉实体,并将可知部分细分为纯可知者与理智思考者;又将另一部分分为可感觉者与影像性事物——而影像性事物即如镜中所现之物与画中之物。因此他说,可感觉之物对影像性事物具有怎样的比例,可知之物对理智思考者也具有相同的比例;以至于严格意义上的实体唯有可知之物,因为它们是不与任何他物相混杂的实体。因此,探求我们究竟是说唯有可感觉实体存在,还是除这些之外亦有其他实体,以及究竟是以单一方式存在,还是存在实体的数个类——如那些设定完全分离的形式与数学对象的人们那样——乃是属于必须之事;因为正如屡次言及的那样,数学对象存在于这些第一实体与可感觉之物之间。因此他说,我们必须针对这些问题穷究其疑难,并探讨这一考察究竟仅关于实体,还是亦关于实体的自身偶性。因此应当知晓,在最第一的实体中并不考察偶性;因为正如他在别处所言,那些实体是不带潜能的现实,且正如柏拉图所说,理智自身通过触及,以纯粹直观把握它们。但自身偶性则属于普遍者,例如对绝对三角形而言,具有三内角等于两直角;因为即便个别三角形具有这一属性,却不是第一义地具有;因为第一义地具有它的是普遍者。然而个别的偶性,〔事物〕并不因自存而具有,而是附带地具有,例如坐着、狮鼻、鹰鼻以及其他所有此类事物。天体也具有偶性,但那是基于关系的,因为众星相互之间时而构成三角形,或四角形,或某种其他此类形状。但就自存而言它们并不具有偶性;因为太阳并不像在此地的事物一样,时而是球状的时而又不是;因为在此地,一个鹰鼻者有可能因受击打而变成狮鼻,或者一个坐着的人站立起来。因此波菲利说,偶性第一义地在个体中被考察,第二义地在种中被考察。而正如我们的哲学家阿摩尼奥斯所说,普罗克洛对波菲利《引论》中所言各事的赞叹无有过于此说的。因为种作为无形体者,其自身内部并不具有偶性;因为创世造物主那里的乌鸦的本质定义并不是黑的,而种之所以被称为黑的,乃是由于在各别的个体即各个具体的乌鸦中被考察而作为偶性被言说的。因此正如所说的那样,自身偶性是在普遍者中被考察的,而正是这些〔偶性〕对我们而言有助于事物的定义。
- 3.7κατὰ γὰρ τὸ εἶναι οὐσία μία εἰσὶ πᾶσαι
带有定冠词的不定式短语 κατὰ τὸ εἶναι οὐσία 作状语,意为“就作为实体而言”。谓词名词 οὐσία 是不定式 εἶναι 的补足语。分句的主语是 πᾶσαι(指所有实体),与谓词形容词 μία 相连。
- 3.7πάλιν ἄξιον ἀπορῆσαι ὅτι, εἰ πλείονές εἰσιν ἐπιστῆμαι, πότερον ἅπασαι συγγενεῖς ὑπάρχουσιν ἀλλήλαις ἢ οὔ;
ἄξιον ἀπορῆσαι 为非人称结构,其后由 ὅτι 引导的从句解释疑难的具体内容。在 ὅτι 之后紧接着插入了条件从句 εἰ πλείονές εἰσιν ἐπιστῆμαι,随后跟随着选择性间接疑问句 πότερον... ἢ οὔ。
- 3.8τῶν οὖν ἀναγκαίων ἐστὶ τὸ ζητῆσαι
τῶν ἀναγκαίων 为部分属格,作表语补足语。句子的语法主语是带有定冠词的不定式 τὸ ζητῆσαι,整体结构为“进行探求是属于必须的事项”。
- 3.8τῷ ἁπλῶς τριγώνῳ τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας
承接前句的动词 ὑπάρχουσιν(属于),与格短语 τῷ ἁπλῶς τριγώνῳ(对于绝对三角形)为间接宾语,带定冠词的不定式短语 τὸ ἔχειν...(具有……)充当主语。ἴσας 为谓词宾格,修饰 τὰς τρεῖς γωνίας(三角)。
