- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:140.9-141.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《形而上学》卷B第一章开篇,解说者阐述了第一道疑难(是一门科学还是多门科学探讨四种原因)以及第二道疑难(第一哲学除了实体的第一原理外是否还考察公理等共同概念),并论证这两者皆归属于第一哲学。
" Ἔστι δὲ ἀπορία πρώτη μὲν περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν." Ἐντεῦθεν ἄρχεται ὁ φιλόσοφος ἀπορεῖν πρὸς τὴν πρώτην ἐπιστήμην· καὶ ἔστιν αὕτη πρώτη ἀπορία. ἄξιον γάρ ἐστι, φησίν, ἀπορίας, ἆρα πλείους ἐπιστῆμαι γινώσκουσι τὰ διάφορα αἴτια, ἄλλη μὲν τὸ ποιητικὸν ἄλλη δὲ τὸ ὑλικόν, ἄλλη τὸ εἰδικὸν ἄλλη τὸ τελικόν, ἤγουν μία ἐπιστήμη.1 πρῶτον τοῦτο ἄξιον ἀπορῆσαι, καὶ οὕτως ἀπορήσας ἐᾷ τὸν λόγον νῦν· ἡμεῖς δέ φαμεν ὅτι μία καὶ μόνη ἐπιστήμη γινώσκει τὰ τέσσαρα αἴτια καθόλου. οὐ γὰρ δυνατὸν διαφόρους ἐπιστήμας εἰδέναι αὐτά, ἐπεὶ οὕτως οὐκ εἴσεται κυρίως τὴν πρώτην φιλοσοφίαν ἡ εἰδυῖα ἓν μόνον αἴτιον· ὥστε οὐδὲ ἐπιστήμη ἐστὶν ἀγνοοῦσα τὰς ἀρχάς. νῦν δὲ καὶ ὑπόκειται ἐπιστήμη εἶναι, καὶ ὡς μὲν τῆς πρώτης φιλοσοφίας τὰς ἁπλῶς ἀρχὰς οἶδεν, ὡς δὲ τῶν μερικῶν τὰ κατὰ μέρος, οἷον ἐπὶ ἰατρικῆς ὅτι ὑλικὸν τὰ ἀνθρώπινα σώματα, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν καὶ αἰτίων. ἔστιν οὖν, φησίν, ἀπορία πρώτη μὲν περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν· ἠπόρησε γὰρ πρὸς τῷ τέλει τοῦ ἐλάττονος Α, ἡνίκα ἔλεγεν “εἰ μιᾶς ἐπιστήμης [ἐστὶν] ἢ πλειόνων τὰ αἴτια καὶ τὰς ἀρχὰς θεωρῆσαί ἐστι”. τοῦτο οὖν καὶ ἐνταῦθα λέγει, ὅτι πότερον μιᾶς ἐπιστήμης ἢ πολλῶν ἐστι τὸ θεωρῆσαι τὰς αἰτίας. εἰρήκαμεν δὲ καὶ τὴν λύσιν.
“而第一道疑难是关于我们在序引部分中所讨论过的疑难事项。” 从这里起,哲学家开始针对第一门科学提出疑难;而这就是第一道疑难。因为他说,值得疑难的是:究竟是数门科学认识不同的原因——即一门认识动力因,另一门认识质料因,另一门认识形式因,另一门认识目的因——抑或是一门科学认识它们。首先这一点是值得疑难的,在如此提出疑难后,他暂且搁置了这一论证;但我们主张,唯独一门科学普遍地认识这四种原因。因为不同的科学认识它们是不可能的,既然这样一来,那只认识单一原因的科学就不会在严格意义上认识第一哲学;以至于如果不知晓原理,它甚至根本不是一门科学。但如今它已被假定为是一门科学,作为第一哲学的科学它认识绝对意义上的原理,而作为个别科学它则认识局部的原理,例如在医学中认识到人体是质料因,在其他技艺与原因上亦同此理。因此他说,第一道疑难是关于我们在序引部分中所讨论过的疑难事项;因为他在《小阿尔法》末尾提出过疑难,当时他说“考察原因与原理是属于一门科学还是属于数门科学”。因此,他在此处所说的也是这一点:考察原因究竟是属于一门科学还是属于许多门科学。而我们也已经陈述了其解答。
"Καὶ πότερον τὰς τῆς οὐσίας ἀρχάς." Ἐντεῦθεν δευτέραν ἀπορίαν ἐκτίθεται· ἔστι δὲ τοιαύτη ὅτι ἆρά γε τὰς ἀρχὰς μόνας ἐπίσταται τῆς οὐσίας ἡ πρώτη φιλοσοφία τὰς πρώτας τῆς κυρίως, ἧς ὁ νοῦς μόνος θιγγάνει ἁπλαῖς ἐπιβολαῖς,2 ἢ καὶ τὰς κοινὰς ἐννοίας ἐπίσταται. καὶ λέγομεν ὅτι καὶ τὰς ἀρχὰς οἶδε τῆς οὐσίας τὰς πρώτας καὶ τὰς κοινὰς ἐννοίας. καὶ λοιπὸν ἐξ αὐτῆς λαμβάνουσιν οἱ κατὰ μέρος ἐπιστήμονες, οἷον ὁ φυσικὸς ἔχει κοινὴν ἔννοιαν ταύτην εἰληφὼς ἀπὸ τοῦ πρώτου φιλοσόφου, ὅτι οὐδὲν γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος· εἰ γὰρ ὑποθώμεθα γίνεσθαί τι ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, πρῶτον προυπάρξει, φησί, τὸ μηδαμῇ μηδαμῶς ὂν τοῦ ὄντος. ἔπειτα δύναμιν ἔχει τοῦ γενέσθαι ἢ οὐκ ἔχει. εἰ μὲν οὖν ἔχει δύναμιν τοῦ γενέσθαι, ὕλη ἐστί (πάντα γὰρ τὰ γινόμενα κατὰ χρόνον ἔνυλά φασιν οἱ φιλόσοφοι), καὶ ἔσται προτέρα ἡ ὕλη· εἰ δὲ μὴ ἔχει δύναμιν τοῦ γενέσθαι, οὐδ’ ἂν ποτε γένοιτο. πάλιν ἐπὶ γεωμέτρου, ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· καὶ ἐπὶ ἰατροῦ, ὅτι ἐκ τῶν τεσσάρων χυμῶν συνεστήκασι τὰ ἡμέτερα σώματα· καὶ ἐπὶ λογικῶν, ὅτι ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἀληθεύει. ὥστε ἡ πρώτη φιλοσοφία καταγίνεται καὶ περὶ τὰς ἀρχὰς τῆς οὐσίας τῆς κυρίως τὰς πρώτας καὶ περὶ τὰς κοινὰς ἐννοίας, καὶ μερίζει ταύτας ταῖς διαφόροις ἐπιστήμαις. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι πότερον τὰς τῆς οὐσίας ἀρχὰς τὰς πρώτας τοῦ σοφοῦ καὶ τοῦ πρώτου φιλοσόφου καὶ τῆς προκειμένης ἐπιστήμης ἐστὶ μόνον θεάσασθαι, τὰς ἀρχὰς τῆς πρώτης οὐσίας, ἢ οἰκεῖόν ἐστιν αὐτῇ τὸ καὶ τὰς ἀποδεικτικὰς ἀρχὰς ἰδεῖν, ἐξ ὧν αἱ ἀποδείξεις κοινῶν ἀρχῶν οὐσῶν γίνονται,3 ἅπερ ἀξιώματα καλοῦνται; ἀρχαὶ γὰρ αἱ τοιαῦται πάσης ἐπιστήμης· διὸ φησιν ἢ καὶ περὶ τῶν ἀρχῶν ἐξ ὧν δεικνύουσι πάντες, οἷον πότερον ἐνδέχεται τὸ αὐτὸ καὶ ἓν ἅμα φάναι καὶ ἀποφάναι ἢ οὔ, καὶ περὶ τῶν ἄλλων τῶν τοιούτων.
“以及是否[考察]实体的原理。” 从这里起,他阐述第二道疑难;它是这样的:究竟第一哲学仅仅认识那唯有理智通过纯粹直观才能触及的严格意义上的实体的第一原理,抑或它也认识共同概念?而我们主张,它既知晓实体的第一原理,也知晓共同概念。进而,各专门学科的学者从第一哲学中获取这些概念,例如自然哲学家便拥有从第一哲学家那里获得的这一共同概念:无物从绝无以任何方式存在者中生成。因为如果我们设定某物从绝无以任何方式存在者中生成,他说,首先,绝无以任何方式存在者将先于存在者而预先存在。其次,它究竟具有生成的潜能,还是不具有?如果它具有生成的潜能,它就是质料(因为哲学家们说一切在时间中生成之物都带有质料),而质料将是先在的;但如果它不具有生成的潜能,它就绝不可能生成。又如在几何学家那里,等于同一事物的诸事物相互之间也相等;在医师那里,我们的身体由四种体液构成;在逻辑学家那里,对于每一项而言,要么肯定为真,要么否定为真。因此第一哲学既致力于探讨严格意义上的实体的第一原理,也探讨共同概念,并将这些分配给各门不同的科学。因此,这就是他所说的话:究竟仅仅观照实体的第一原理即第一实体的原理是属于智者、第一哲学家以及当下的科学,还是说观察那些据以产生证明的、被称为公理的作为共同原理的论证性原理,也是属于它自身的?因为这类原理乃是所有科学的原理;因此他说,抑或是关于所有人都据以进行证明的原理,例如关于同一且单一的事物是否可能同时被肯定和被否定,以及关于其他诸如此类的事项。
- 3.5ἆρα πλείους ἐπιστῆμαι γινώσκουσι τὰ διάφορα αἴτια, ἄλλη μὲν τὸ ποιητικὸν ἄλλη δὲ τὸ ὑλικόν, ἄλλη τὸ εἰδικὸν ἄλλη τὸ τελικόν, ἤγουν μία ἐπιστήμη.
由 ἆρα ... ἤγουν ...(“究竟是……抑或是……”)构成的间接疑问句结构。复数主语 πλείους ἐπιστῆμαι(数门科学)之后紧接着分布同位语 ἄλλη μὲν ... ἄλλη δέ ...(“一门……另一门……”),各分句中省略了单数动词 γινώσκει。
- 3.6ἧς ὁ νοῦς μόνος θιγγάνει ἁπλαῖς ἐπιβολαῖς
关系代词 ἧς 以其前置属格短语 τῆς κυρίως [οὐσίας](“严格意义上的实体”)为先行词,受动词 θιγγάνει 支配作属格宾语。与格短语 ἁπλαῖς ἐπιβολαῖς 作方式或手段与格。
- 3.6ἐξ ὧν αἱ ἀποδείξεις κοινῶν ἀρχῶν οὐσῶν γίνονται
短语 κοινῶν ἀρχῶν οὐσῶν 充当属格绝对结构,或者作为介词短语 ἐξ ὧν 中的关系代词 ὧν(公理、论证原理)的同位语性补充说明(“以它们为共同原理,证明据此产生”)。
