← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§139.1-140.8

疑难的化解与辩证术对探求的功用

阐释亚里士多德关于解开绳结的比喻(995a29),通过行人、盲人以及法官的比喻,论述了若不解开思想上的疑难便无法迈向探求之目的与真理的原因,并指出对疑难的考察确证了辩证术对哲学的有用性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4

" Λύειν δὲ οὐκ ἔστιν ἀγνοοῦντας τὸν δεσμόν." Φησὶν ὅτι τῶν ἀδυνάτων ἐστὶ λῦσαι τὸν δεδεμένον τὸν ἀγνοοῦντα1 τὴν οὐσίαν καὶ τὴν πλοκὴν τοῦ δεσμοῦ. ἀλλὰ ἡ τῆς διανοίας ἀπορία δηλοῖ τὴν τοῦ πράγματος ἀκαταληψίαν· ὅταν γὰρ ἀπορῶμεν περί τινος καὶ ἴσμεν ὅτι ἀποροῦμεν, ἴσμεν ὅτι, ἐν ὅσῳ ἀποροῦμεν, ἀκατάληπτός ἐστιν ἡ τοῦ πράγματος φύσις. καθὸ γὰρ ἀπορεῖ τις, ἔοικε τοῖς δεδεμένοις· οὔτε γὰρ ὁ ἀπορῶν οὔτε ὁ δεδεμένος προέρχεται εἰς τὸ ἐφεξῆς, ἀλλ’ ὁ μὲν σωματικῶς ὁ δὲ ψυχικῶς. διὰ τοῦτο οὖν δεῖ πρότερον θεωρεῖν καὶ ἀνιχνεύειν τὰς δυσχερείας καὶ τὰς ἀπορίας πρότερον τὰς φερομένας κατὰ τοῦ πράγματος, περὶ οὗ τὸν λόγον ποιούμεθα, καὶ ἐπιλύεσθαι αὐτάς. οἱ γὰρ ζητοῦντες ἄνευ τοῦ 〈ἀπορῆσαι〉 ἐοίκασι τοῖς ἀγνοοῦσι ποῖ 〈δεῖ〉 βαδίζειν, καὶ διὰ τοῦτο οὐδέποτε τοῦ τέλους τυγχάνουσι. δεῖ γὰρ τοὺς βαδίζοντας πρότερον ὁρίζειν τὸν τόπον ἐν ᾧ δεῖ αὐτοὺς ἀπελθεῖν, καὶ λοιπὸν τὰς ὁδοὺς τὰς ἐκεῖσε αὐτοὺς ἀπαγούσας, ποία μέν ἐστι κρημνώδης, ποία δὲ δύσβατος ἢ τελματώδης. δεῖ οὖν εἰδέναι τὴν ὁδὸν ὁποία ποτέ ἐστι, τὴν ἐπὶ τὸ τέλος ἀπάγουσαν, καὶ αἱρεῖσθαι τὴν κρείττονα· εἰ γὰρ μὴ εἰδείησαν τὴν ὁδόν, οὐδέποτε τὸ ζητούμενον τέλος εὑρήσουσιν. ὁ γὰρ τὴν ὁδὸν ἀγνοῶν καὶ τὸ τέλος ἀγνοήσει κυρίως. διό φησιν τὸ γὰρ τέλος τούτῳ μὲν οὐ δῆλον ὑπάρχει, τῷ δὲ προηπορηκότι δῆλον· ὁ γὰρ εἰδὼς τὰ πράγματα καὶ τὰς ἀπορίας τὰς φερομένας κατὰ τοῦ πράγματος καὶ ἐπιλυόμενος αὐτὰς εἴσεται καὶ τὸ τέλος. εἰ τοίνυν ἡ εὕρεσις καὶ ἡ κατασκευὴ τῶν ζητουμένων ἤρτηται τῆς τῶν ἀπορουμένων λύσεως, λύειν δὲ οὐκ ἔστι τὸν δεσμόν τινος, εἰ μὴ πρότερον γνῶμεν αὐτόν, τουτέστι καθὸ δέδεται (πῶς γὰρ ἂν λύσειέ τις τῷ ὄντι κατ’ ἐπιστήμην τὸν ἀγνοούμενον δεσμόν;) δεσμὸς δὲ ἐν τοῖς ζητουμένοις ἡ τῆς διανοίας ἀπορία, δεῖ οὖν γνωρίζειν τὸν δεσμόν, εἰ μέλλοι τις λύειν αὐτόν· οὐκ ἐᾷ γὰρ προελθεῖν εἰς τὸ ἔμπροσθεν. οἱ οὖν ἀποροῦντες ἐοίκασι τυφλοῦ πορείᾳ· οὐ γὰρ ἔχουσι σκοπὸν χωρὶς τοῦ ἐπεσκέφθαι τὰ ἀπορούμενα. ὁδηγεῖ γὰρ τὰ προηπορημένα τοὺς ἀπορήσαντας πρὸς τὸ τὰς ζητήσεις ποιεῖσθαι κατὰ λόγον· οἱ γὰρ χωρὶς τοῦ ἀπορῆσαι ζητοῦντες περί τινων, οὐκ εἰδότες περὶ ὧν δεῖ ζητεῖν ζητοῦσι. προστίθησι δὲ τούτοις τὸ ὁμοίους εἶναι τοῖς ποῖ δεῖ βαδίζειν ἀγνοοῦσιν· οἷς δὲ ἀγνοεῖται τὸ τέλος, τούτοις οὐδέποτε γίνεται γνώριμον. τοῖς δὲ προηπορηκόσι γνώριμον τὸ τέλος καὶ ὁ σκοπός· ἡ γὰρ τῶν ἀπορεῖσθαι περί τινων δυναμένων λύσις τὸ τέλος τε καὶ ἡ εὕρεσις αὐτοῦ. προστίθησι δὲ τοῖς προειρημένοις καὶ ἄλλην αἰτίαν, ὅτι ἀναγκαῖόν ἐστι τὸ προαπορεῖν. γίνεται δὲ τοιαύτη· ὥσπερ γάρ, φησίν, ἐν ταῖς κρίσεσιν ἄμεινον κρίνουσιν οἱ ἀμφοτέρων τῶν ἀντιδικούντων ἀλλήλοις ἀκούσαντες καὶ μὴ μόνον θατέρου, οὕτως καὶ ἐπὶ τῶν ζητουμένων ὑγιεστέρα ἡ κρίσις ἡ περὶ αὐτῶν γίνεται, εἰ πάντα τις τὰ ἀπορεῖσθαι δυνάμενα καὶ λέγεσθαι πρὸς τὴν κατασκευὴν αὐτῶν καὶ θέσιν ἐπέλθοι τε καὶ λύσει. διὰ δὲ τῶν προειρημένων περὶ τοῦ δεῖν διαπορεῖν πρῶτον εἴη ἂν αὐτῷ δεικνύμενον2 ἅμα καὶ τὸ χρήσιμον τῆς διαλεκτικῆς πρὸς φιλοσοφίαν καὶ τὴν τοῦ ἀληθοῦς εὕρεσιν· τῆς γὰρ διαλεκτικῆς τὸ ἀπορεῖν καὶ ἐπιχειρεῖν εἰς ἑκάτερον. ἀληθὲς ἄρα τὸ ἐν τοῖς Τοπικοῖς εἰρημένον τὸ χρήσιμον εἶναι τὴν διαλεκτικὴν πρὸς τὰς κατὰ φιλοσοφίαν ζητήσεις.

“然而不知晓绳结的人是不可能解开它的。” 他说,不知晓绳结的本质与交错纠结的被捆绑者去解开[它],乃是属于不可能之事。然而思想上的疑难表明了事物的不可把握性;因为每当我们对某事物处于疑难之中并知晓自己处于疑难之中时,我们便知晓:在我们处于疑难之中的限度内,该事物的本性是不可把握的。因为在某人处于疑难之中的限度内,他便类似于被捆绑的人;因为处于疑难之中的人和被捆绑的人都无法迈向下一步,只不过后者是在身体上、前者是在灵魂上[无法迈进]。因此,必须预先考察并追踪针对我们正在论述的事物所提出的困顿与疑难,并解决它们。因为未经提出疑难就进行探求的人,类似于不知晓应当走向何处的人,且因此他们绝不会达成目的。因为行走的人必须预先确定他们应当去往的处所,进而确定引向该处的道路——哪一条是陡峭的,哪一条是艰险或泥泞的。因此必须知晓引向目的的道路究竟是怎样的,并选择较好的那一条;因为如果他们不知晓道路,就绝不会发现所探求的目的。因为不知晓道路的人,严格说来也将不知晓目的。因此他说:目的对于前者而言并不明确,但对于预先提出疑难的人而言则是明确的;因为知晓这些事物以及针对该事物所提出的疑难、并能解答它们的人,也将知晓目的。既然所探求事物的发现与确立取决于所疑难事项的解答,而若不预先知晓某人的绳结——即他在哪一方面被捆绑(因为又有谁能在真正意义上依据知识去解开那未知的绳结呢?)——就不可能解开它,且在所探求的事物中,绳结就是思想上的疑难,那么如果有人要解开这绳结,就必须认识它;因为它不允许人向前迈进。因此,[未加化解而]陷入疑难的人类似于盲人的行程;因为若不考察所疑难的事项,他们就没有目标。因为预先提出的疑难引导那些提出过疑难的人依照理性来进行探求;因为那些未经提出疑难便探求某些事物的人,乃是在不知晓应当探求什么的情况下进行探求的。他在这些之外又补充说,他们类似于不知晓应当走向何处的人;而对于不知晓目的的人而言,目的绝不会成为熟知的。但对于预先提出疑难的人而言,目的与目标则是熟知的;因为解决关于某些事物所能提出的疑难,正是目的以及对目的的发现。他在上述理由之外,又补充了为何预先提出疑难乃是必然的另一原因。它是这样的:他说,正如在审判中,听取了相互对立的双方、而非仅听取一方的人能做出更好的裁判,在所探求的事物上也是如此,如果有人考察并解答了关于它们的确立与立论所能提出的一切疑难与言论,那么关于它们的裁判就会变得更加健全。通过上述关于必须首先彻底考察疑难的论说,他也将同时表明辩证术对于哲学以及真理的发现是有用的;因为提出疑难并对双方进行论辩乃是属于辩证术的。因此,《论题篇》中所说的“辩证术对于依哲学而行的探求是有用的”,乃是真实的。

语法注2 条
  1. 3.4λῦσαι τὸν δεδεμένον τὸν ἀγνοοῦντα

    关于不定式 λῦσαι 的主语与宾语的句法搭配,存在两种可能解释:(1) 将 τὸν δεδεμένον 视作宾语(“解开被捆绑的人”),而将 τὸν ἀγνοοῦντα 视作句意上的主语(“不知晓的人”);(2) 将 τὸν δεδεμένον τὸν ἀγνοοῦντα 视为一个整体的宾格主语短语(“不知晓[绳结]的被捆绑者去解开[绳结/自身]”)。鉴于前一段(3.1)中正是将被捆绑者自身作为无法挣断绳结的行为主体,且下文紧接着将被捆绑者与身处疑难者作为同样无法前行的主体进行类比,本译文采纳后一种解法(将被捆绑者视为主语)。

  2. 3.4εἴη ἂν αὐτῷ δεικνύμενον

    此为带有 ἄν 的希求法(εἴη ἂν)构成的潜在语气句,αὐτῷ 为表示施动者的与格(“由他[亚里士多德]”)。该句作为前文论证的逻辑结论,表达了一种委婉的断定:“由他所表明的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:139.1-140.8