← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§13.1-14.13

灵魂的五种状态与作为最高知识的智慧

阿斯克勒庇俄斯梳理了亚里士多德在《尼各马可伦理学》卷六中论述的灵魂之五种状态(技术、明智、科学、智慧、理智),辨析了制作与实践的差异以及科学与智慧的定义,进而解释了指向智慧乃是关于第一原因和原理之认识的等级结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18

" Εἴρηται μὲν οὖν ἐν τοῖς Ἠθικοῖς, τίς διαφορὰ τέχνης καὶ ἐπιστήμης." Ἐντεῦθεν βούλεται ἡμῖν εἰπεῖν ἐκ τίνων ἡ γνῶσις τῆς ψυχῆς κατορθοῦται καὶ ἀναζωπυρεῖται, καὶ φησὶν ὅτι πέντε ταῦτα τὸν ἀριθμὸν ὑπάρχουσι, τέχνη, φρόνησις, ἐπιστήμη, σοφία, νοῦς. τῷ τῆς τέχνης οὖν ὀνόματι χρησάμενος καὶ κατὰ τῆς ἐπιστήμης1 περὶ τῆς διαφορᾶς αὐτῶν ἀνέπεμψεν ἡμᾶς εἰς τὰ Ἠθικά. ἐν γὰρ τῷ Ζ τῶν Νικομαχείων ἡ τούτων διαίρεσις αὐτῷ παραδέδοται. ἐν οἷς πέντε εἶναι λέγει οἷς ἀληθεύει ἡ ψυχὴ2 〈τὴν〉 ἐν λόγῳ καὶ συνέσει ἀλήθειαν, ἐπεὶ καὶ τὸ αἰσθάνεσθαι ἀληθεύειν λέγεται. πέντε οὖν εἰσιν, ὡς εἰρήκαμεν, τέχνη, φρόνησις, ἐπιστήμη, σοφία, νοῦς. καὶ τέχνην μέν φησιν ἕξιν μετ’ ἀληθοῦς λόγου ποιητικήν, φρόνησιν δὲ ἕξιν μετ’ ἀληθοῦς λόγου πρακτικήν. καὶ διαφέρει ἡ ποίησις τῆς πράξεως· ἐπὶ μὲν γὰρ τῆς ποιήσεως σώζεται τὸ ἀποτέλεσμα, ἐπὶ δὲ τῆς πράξεως οὐ σώζεται. οἷον τὴν οἰκοδομικήν, τὴν ναυπηγικὴν τέχνην φησίν· σώζεται γὰρ τούτων τὸ ἀποτέλεσμα· τὴν δὲ στρατηγικὴν φρόνησιν πρακτικήν· οὐ σώζεται γὰρ τὸ ἀποτέλεσμα. λέγεται οὖν ὁ στρατηγὸς φρόνιμος εἶναι, διότι πράττει τὰ δέοντα πρὸς τὴν μάχην. ἐπιστήμην δὲ ἕξιν ἀποδεικτικήν, ἀποδεικτικὴν δὲ τὴν ἐκ προτέρων καὶ ἀμέσων καὶ γνωριμωτέρων τοῦ συμπεράσματος συλλογιστικήν, ὅταν καὶ τὸ συμπέρασμα ᾖ ἀναγκαῖον καὶ αἱ προτάσεις, ἢ ὑπόληψιν περὶ τῶν καθόλου καὶ ἐξ ἀνάγκης ὄντων, ἢ γνῶσιν τῆς αἰτίας δι’ ἣν τὸ πρᾶγμα ἔστιν, ὅτι ἐκείνου ἔστι, καὶ ὅτι οὐκ ἐνδέχεται αὐτὸ ἄλλως ἔχειν. φρόνησις δὲ ἕξις μετ’ ἀληθοῦς λόγου πρακτικὴ περὶ τὰ ἀνθρώπινα ἢ ἀγαθὰ ἢ κακά, περὶ ὧν ἐστι καὶ τὸ βουλεύεσθαι, ἢ ἀρετὴ τοῦ δοξαστικοῦ μέρους τῆς ψυχῆς. ἡ δὲ σοφία ἐστὶν ἡ ἔχουσα τὰς ἀρχὰς τῶν ἀποδείξεων, ὡς φησιν αὐτός, ᾗ τοὺς ὅρους γινώσκομεν, ὅτι ἡ δύναμις αὕτη τῆς ψυχῆς δύναται γινώσκειν τὰ φανότατα εἴδη τὰ τοῖς πολλοῖς ἄγνωστα διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν. ἐκ γοῦν τῆς ἐμπειρίας ἔρχονται εἰς τὴν τέχνην, εἶτα εἰς τὴν φρόνησιν, εἰς τὴν ἐπιστήμην, εἰς τὴν σοφίαν καὶ τὸν νοῦν. εἴρηται οὖν, φησίν, ἐν τοῖς Ἠθικοῖς, τίς ἐστι διαφορὰ τέχνης καὶ ἐπιστήμης καὶ τῶν ἄλλων τῶν ὁμογενῶν. οὗ δὲ ἕνεκα τὸν λόγον ποιούμεθα, τοῦτ’ ἔστιν, ὅτι σοφίαν τὴν ὀνομαζομένην κοινῶς ἅπαντες ὑπολαμβάνουσι περὶ τὰ πρῶτα αἴτια καὶ τὰς ἀρχάς· αὕτη γάρ ἐστι κυρίως σοφία, ἥτις ἔχει ἀποδεικνύναι πασῶν τῶν ἐπιστημῶν τὰς ἀρχάς. ὥστε πρότερός ἐστιν ὁ ἔμπειρος καὶ σοφώτερος τῶν ὁποιανοῦν ἐχόντων αἴσθησιν, ἐπειδὴ ἀνάγει ἑαυτὸν ἐπὶ τὰ καθόλου τῶν αἰσθήσεων, αἳ περὶ τὰ μερικὰ διατρίβουσιν. ὁ δὲ τεχνίτης τοῦ ἐμπείρου σοφώτερος ὡς ἔχων τὴν ἀρχὴν τῆς αἰτίας, καὶ ὁ ἀρχιτέκτων τοῦ τεχνίτου· διὸ καὶ ἐπιτάττει αὐτῷ. αἱ δὲ θεωρητικαὶ κρείττονες τῶν πρακτικῶν. τὴν οὖν σοφίαν τῶν πρώτων ἀρχῶν ἐδείξαμεν εἶναι γνωστικήν· τὸ τῆς σοφίας γὰρ ὄνομα κατηγορεῖται κατὰ τῶν εἰδότων μᾶλλον. σοφωτέρα γὰρ τῆς μὲν αἰσθήσεως ἡ ἐμπειρία διὰ τὸ ἤδη λογική τις εἶναι γνῶσις (λογικὴ γὰρ ἡ τοῦ καθόλου περίληψις), ἡ δὲ τέχνη τῆς ἐμπειρίας, ὅτι αὕτη ἤδη καὶ τῆς αἰτίας ἐστὶ γνωστική (ἡ γὰρ τοῦ ὁμοίου θεωρία κατὰ τὴν τῆς αἰτίας γνῶσιν γίνεται), χειροτέχνου δὲ ἀρχιτέκτων ἀντὶ τοῦ ‘τοῦ δὲ τεχνίτου τοῦ ποιοῦντος ὁ ἀρχιτέκτων’,3 αἱ δὲ θεωρητικαὶ τῶν ποιητικῶν, ὅτι οὐ πρὸς χρῆσιν, ἀλλὰ πρὸς διαγωγὴν καὶ αὐτῆς χάριν τῆς γνώσεως.

“因此,在《伦理学》中已经阐明了技术与科学的区别是什么。” 由此他意欲告诉我们,灵魂的认识是由何者达成并被重新唤醒的,并且他说在数目上有五种:技术、明智、科学、智慧、理智。因此,在使用技术之名并将其亦施之于科学之后,他就它们之间的区别将我们引回《伦理学》。因为在《尼各马可伦理学》卷六中,他传授了关于这些的划分。在其中他说,灵魂借以把握理知与领会中的真理的途径有五种,因为感觉也被称为把握真理。因此正如我们所说的,它们共有五种:技术、明智、科学、智慧、理智。他说技术是伴随真实理知的制作品质,而明智则是伴随真实理知的实践品质。制作与实践是不同的;因为在制作的情形中结果[的作品]得以留存,而在实践的情形中则不留存。例如,他说建筑术和造船术是技术;因为它们的结果得以留存;而将军事谋略称为实践性的明智;因为其结果并不留存。因此将领被称为明智的,是因为他做对战斗而言所当做之事。另一方面,科学是论证的品质,而论证的指的是从比结论在先、直接且更可知的前提进行的推论,当结论与前提皆为必然时;或者它是关于普遍且必然存在之物的确信,抑或对事物因何存在的认识,即知其属于彼者且不可能为其他状况。明智则是关于人类善或恶的、伴随真实理知的实践品质,审虑所围绕的也正是这些,或者说是灵魂意见部分的德性。而智慧则是掌握论证诸原理的,正如他自己所言,我们借此认识界说,因为灵魂的这种能力能够认识由于人类的软弱而对大众未知的、最明晰的形式。无论如何,人们由经验走向技术,随后走向明智,走向科学,走向智慧与理智。因此他说,“在《伦理学》中已经阐明了技术与科学以及其他同类事物的区别是什么。但我们进行这一论述所为了的目的乃是:众人都普遍认为被称为智慧者是关乎第一原因与原理的”。因为这才是本义上的智慧,它能够证明一切科学的诸原理。因此,具有经验者比起无论具有何种感觉的人在先且更有智慧,因为他把自己提升至普遍者,脱离了流连于个别事物的诸感觉。而技术家比起经验者更有智慧,因为他拥有原因的原理;工匠之长比技术家更有智慧,因此他也对后者下达命令。而理论性的优于实践性的。由此我们表明了智慧是对第一原理具有认识的;因为智慧之名更多是述说于知者身上的。经验比感觉更有智慧,是因为它已然是一种理性的认识(因为对普遍者的概括是理性的);技术比经验更有智慧,是因为它已然是对原因具有认识的(因为对相似者的观照是按照对原因的认识而发生的);“工匠之长比手工匠”则是代替“工匠之长比进行制作的技术家〔更有智慧〕”而言的;而理论性的优于制作性的,是因为它们不是为了实用,而是为了消遣并为了认识本身。

语法注3 条
  1. 1.18τῷ τῆς τέχνης οὖν ὀνόματι χρησάμενος καὶ κατὰ τῆς ἐπιστήμης

    介词短语 κατὰ τῆς ἐπιστήμης 依附于分词 χρησάμενος,意为“将‘技术’这一名称也施之于‘科学’”(即如同 κατηγορεῖν κατά τινος 那样就某物述说某名),而非“反对科学”。

  2. 1.18ἐν οἷς πέντε εἶναι λέγει οἷς ἀληθεύει ἡ ψυχὴ

    句首的关系代词短语 ἐν οἷς 为中性复数,指代前述的《伦理学》(τὰ Ἠθικά),意为“在该著作中”。后文出现的第二个关系代词 οἷς 则是手段/工具与格,指代先行词 πέντε,引导“灵魂借以把握真理”的关系从句。

  3. 1.18χειροτέχνου δὲ ἀρχιτέκτων ἀντὶ τοῦ ‘τοῦ δὲ τεχνίτου τοῦ ποιοῦντος ὁ ἀρχιτέκτων’

    此处注疏者引用了亚里士多德的原文字句 χειροτέχνου δὲ ἀρχιτέκτων(“工匠之长对手工匠”),并以 ἀντὶ τοῦ 加上引号中的解释性词组,用以说明该表达乃是用来代替“工匠之长[比]进行制作的技术家[更有智慧]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:13.1-14.13