- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:137.4-138.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作为亚里士多德《形而上学》Β卷的引论,阿斯克勒庇俄斯回顾了大Α卷与小Α卷的成果,阐明了提出并解决疑难对于获得知识和把握真理为何必不可少,并对995a24–25的文句作了注解。
" Ἀνάγκη πρὸς τὴν ζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς, περὶ ὧν ἀπορῆσαι δεῖ." Ἐν τῷ μείζονι Α διελέχθη ἡμῖν περὶ τῆς πρώτης φιλοσοφίας, ἥτις καταγίνεται περὶ τὸ ὄντως ὄν, εἶτα πρὸς τούτοις ἐζήτησε περὶ τῶν ἀρχῶν καὶ ἐξέθετο τὰς τῶν παλαιοτέρων δόξας περὶ αὐτῶν, καὶ τὰς μὲν ἤλεγξε, τὰς δὲ ἀπεδέξατο· καὶ ὕστερον ἐπήγαγε τὴν ἑαυτοῦ δόξαν, δεικνὺς ὅτι τέσσαρες ὑπάρχουσιν ἀρχαί, ὑλικὸν εἰδικόν, ποιητικὸν τελικόν, καὶ ἐπιστώσατο τὸν λόγον καὶ ἐκ τῶν παλαιοτέρων καὶ ἐκ τοῦ λόγου. ἐφεξῆς ἐν τῷ ἐλάττονι Α ἔδειξεν ὅτι πεπερασμέναι ὑπάρχουσιν αἱ ἀρχαὶ καὶ ἐπὶ τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω καὶ κατ’ εἶδος. ἐνταῦθα σκοπός ἐστι τῷ προκειμένῳ βιβλίῳ, τουτέστι τῷ Β, ἀπορῆσαι πρὸς τὴν πρώτην φιλοσοφίαν. καὶ ἐκτίθεται πλείστας ὅσας ἀπορίας, φάσκων ὅτι, ὥσπερ οἱ δεδεμένοι οὐ δύνανται προελθεῖν, ἐὰν μὴ πρότερον τὸν δεσμὸν διαρρήξωσι, διαρρῆξαι δὲ οὐ δύνανται τὸν δεσμόν, εἰ μὴ γνῶσι τὸν τρόπον τῆς λύσεως τοῦ δεσμοῦ, οὕτως φημὶ καὶ ἐπὶ τῶν ἀπορούντων,1 ὅτι οὐ δυνατὸν αὐτοὺς γνῶναι τὸ πρᾶγμα καὶ τὴν ἀλήθειαν, εἰς ἣν ἐπείγονται, εἰ μὴ πρότερον μάθωσι τὰς ἀπορίας τὰς φερομένας κατ’ αὐτῆς τῆς ἐπιστήμης καὶ ἐπιλύσωνται αὐτάς· ἐπιλύσασθαι δὲ αὐτὰς τῶν ἀδυνάτων ἐστίν, εἰ μὴ πρότερον γνῶσιν αὐτὴν τὴν ἀπορίαν καὶ τὸ πρᾶγμα, καθ’ οὗ φέρεται ἡ ἀπορία. ἐκτίθεται οὖν, ὡς εἴρηται, πάσας τὰς ἀπορίας καὶ ἐπιχειρεῖ ἐφ’ ἑκάτερα, καὶ τὰς λύσεις τῶν ἀποριῶν ἐπάγει ἐν τῷ Γ· ἡμεῖς δὲ ἐνίας ἐξ αὐτῶν καὶ ἐνταῦθα ἐπιλυόμεθα. φησὶν οὖν ὅτι δεῖ ἐκτίθεσθαι πάσας τὰς ἀπορίας καὶ μὴ ἐρήμην καταψηφίζεσθαι τῆς ἀληθείας,2 ἀλλὰ τοῦτο ἑλέσθαι ὅπερ ὑπαγορεύει ἡμῖν ἡ τοῦ λόγου ἀλήθεια. ἡ γὰρ ἀπορία συμβάλλεται ἡμῖν καὶ πρὸς τὴν κατάληψιν τῶν πραγμάτων. ὡς γάρ φησιν ὁ Πλάτων, καθάπερ τὰ πυρεῖα παρατριβόμενα ἀλλήλοις φῶς ἐκπέμπουσιν, οὕτω δὲ καὶ αἱ ἀπορίαι γεννῶσιν εὐπορίαν. συμβάλλονται δὲ ἡμῖν καὶ πρὸς ἕξιν· ἀσφαλεστέραν γὰρ ἕξιν λαμβάνει ὁ ἀπορῶν διὰ τὴν συνεχῆ κίνησιν τῶν θεωρημάτων. συμβάλλεται δὲ ἡμῖν, φησί, καὶ πρὸς τὸ μὴ πιστεύειν, ὡς ἔτυχε, τοῖς λεγομένοις· δεῖ γὰρ ἑκατέρους λέγειν τοὺς λόγους καὶ ὕστερον κρατύνειν τὸ ἀληθὲς ἀδεκάστως κρίνοντας, πάντων προτιμῶντας τὴν ἀλήθειαν. διὸ καὶ ὁ Πλάτων εἰσάγει πρόσωπα συνηγοροῦντα τῇ ἀδικίᾳ, τῇ ἀκολασίᾳ, τῷ εἶναι θνητὴν τὴν ψυχήν, καὶ τότε ἐπιρραπίζει αὐτὰ συνηγορήσας αὐτοῖς πρότερον κατὰ τὸ καρτερόν.
“着眼于所探求的科学,我们必须考察应当提出疑难的那些事项。” 在大Α卷中,他向我们论述了关涉真实存在的第一哲学,随后在此之外又探求了诸原理,阐述了前人关于它们的主张,驳斥了其中一些,采纳了另一些;其后他又引入了自己的主张,表明存在四种原理——质料的、形式的、动力的、目的的,并从前人的学说和理性论证两方面确证了该论点。接着,在小Α卷中,他表明诸原理无论向上、向下还是在形式上都是有限的。在这里,当前所提之卷——即Β卷——的宗旨是针对第一哲学提出疑难。他阐发了极多的疑难,声称:正如被捆绑的人若不先挣断绳索就无法前进,而若不知晓解开绳索的方式就无法挣断绳索一样;我说,对于身处疑难之中的人也是如此,他们若不先明了针对这门科学所提出的疑难并解决它们,就不可能认识他们所急于求得的事物和真理;而解决它们乃是不可能之事,除非他们预先知晓疑难本身以及疑难所针对的事物。因此,正如所说的那样,他阐发了所有的疑难并对双方进行论辩,而在Γ卷中引入了诸疑难的解答;而我们自己在这里也解答了其中的一部分。因此他说,必须阐发所有的疑难,而不应在缺席审判中判处真理败诉,而应当选择论据的真理向我们所指示的结论。因为疑难对我们把握事物也有所助益。正如柏拉图所言,恰如相互摩擦的取火木迸出光芒,疑难也同样产生通途。疑难对我们获得品质也有所助益;因为提出疑难的人因诸定理的持续运转而获得更为坚固的品质。他又说,这对我们不轻信所言之事也有所助益;因为必须把双方的论据都陈述出来,随后公正地裁决并确立真实的一方,把真理置于一切之上。因此柏拉图也引入了为不正义、放荡以及灵魂必死辩护的角色,并在先前竭力为他们辩护之后,再对他们加以痛击。
"Ἀνάγκη πρὸς τὴν ζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς." Ὃ λέγει τοῦτό ἐστιν. ἀναγκαῖον, φησίν, ἐστὶ πρὸς τὴν εὕρεσιν τῆς ἐπιστήμης ταύτης, τουτέστι τῆς πρώτης φιλοσοφίας, καὶ τῶν κατὰ τὴν ἐπιστήμην ταύτην ζητουμένων ἐπελθεῖν ἡμᾶς πρῶτον καὶ ἐξαριθμήσασθαι αὐτά, περὶ ὧν δεῖ πρῶτον ἀπορῆσαι. τοῦτο δὲ λέγει, ἐπειδὴ πρῶτον τὰς ἀπορίας ἐκτίθεται. ἔστι δὲ καὶ καθολικώτερον ἀκοῦσαι τοῦ εἰρημένου, ὅτι ἀναγκαῖον πρὸς πᾶσαν ἐπιστήμην ζητουμένην ἐπελθεῖν περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον· διὰ γὰρ τούτων ἡ τῶν ἐπιστημῶν εὕρεσις· εἰ δὲ πρὸς πᾶσαν, καὶ πρὸς ταύτην.
“着眼于所探求的科学,我们必须考察。” 他所说的是:他说,为了发现这门科学(即第一哲学)以及按照这门科学所探求的事物,我们必须首先考察并列举那些应当首先提出疑难的事项。他之所以这样说,是因为他首先阐发这些疑难。但也可以更普遍地理解所言之事:即着眼于每一门所探求的科学,都必须考察那些应当首先提出疑难的事项;因为正是通过这些才得以发现各门科学;而如果对每一门科学都是如此,那么对这门科学也是如此。
"Ταῦτα δέ ἐστιν ὅσα τε περὶ αὐτῶν ἄλλως ὑπειλήφασίν τινες." Εἶναι γάρ φησί τινα περὶ ὧν οὐκ εἰκότως ὑπέλαβον ὄντως ἀλλὰ διημαρτημένως, ἢ ὅτι ἄλλοι ἄλλως ὑπέλαβον. ταῦτα δὲ μάλιστα ἀπορίαν παρέχει, περὶ ὧν προκαταβέβληνται διάφοροι δόξαι ὑπὸ τῶν πραγματευσαμένων. κἂν εἴ τι χωρὶς τούτων τυγχάνοι παρεωραμένον,3 ἐπειδὴ ἐξέθεντο καὶ οἱ παλαιότεροι ἀπορίας κατὰ τῆς πρώτης φιλοσοφίας ἀλλ’ οὐ πάσας. δεῖ οὖν ἡμᾶς ἐκθέσθαι καὶ τὰς ὑπ’ ἐκείνων μὴ τεθείσας. εἶτα ταῦτα εἰρηκὼς καθόλου κατασκευάζει καὶ δείκνυσιν ὅτι χρήσιμον πᾶσι τοῖς πραγματευομένοις περί τινος πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν τὸ πρῶτον περὶ αὐτῶν διαπορεῖν· ἡ γὰρ εὐπορία αὐτῶν καὶ ἡ εὕρεσις καὶ ἡ κατασκευὴ ἐκ τῆς λύσεως τῶν ἠπορημένων ἤρτηται. ἔστι δὲ καὶ ἄλλως σαφέστερον τὸ προκείμενον ῥητὸν ἐξηγήσασθαι· ἡ γὰρ λύσις, φησί, τῶν προηπορημένων αἰτία τῆς ὕστερον γινομένης εὐπορίας.
“而这些事项就是某些人关于它们以另外方式设想的一切。” 因为他说,有某些事物是他们并未合理真实地、而是错误地设想的,或者是不同的人以不同方式设想的。而那些由前代研究者预先提出了分歧意见的事项,尤为引起疑难。“即使在这些之外碰巧有任何被忽视的事项”[也必须加以阐述];因为前人虽然也针对第一哲学提出过疑难,但并未提出全部。因此我们也必须阐述那些未被他们提出的疑难。随后,在说了这些之后,他作了普遍的论证并表明:对于所有从事某项研究的人来说,为了发现所探求的事物,首先对它们进行彻底的疑难考察乃是有益的;因为对于它们求得通途、发现以及确立,都取决于对所疑难之事的解决。此外,还可以用另一种方式更清楚地解释当前所提的文句:他说,对预先提出的疑难的解决,正是后来产生的通途的原因。
- 3.1οὕτως φημὶ καὶ ἐπὶ τῶν ἀπορούντων
在从属分句 φάσκων ὅτι ... 之后,论述者突然插入了第一人称 φημί。这是一个破格句(anacoluthon),论述者(注解者本人或代亚里士多德立论的话语主体)直接介入以强化比喻的对应结构(ὥσπερ ... οὕτως ...)。
- 3.1μὴ ἐρήμην καταψηφίζεσθαι τῆς ἀληθείας
借用法庭术语(ἐρήμην δίκην καταψηφίζεσθαι)的比喻性表达。属格 τῆς ἀληθείας 是动词 καταψηφίζεσθαι 所要求的宾格性属格,意为“在缺席审判中判处真理败诉”(即未予真理辩护之机便予以摒弃)。
- 3.3κἂν εἴ τι χωρὶς τούτων τυγχάνοι παρεωραμένον
化用亚里士多德原文(995a26)文句的省略句式。κἂν(καὶ ἂν)承接前文,省略了归结主句:“即使在这些之外碰巧有任何被忽视的事项[我们也必须加以阐述]”。
