- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:135.29-136.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解《形而上学》第二卷第三章,阐明不当要求过度精确性的弊端与预备逻辑训练的必要性,区分数学方法与自然学方法,并解释第一哲学著作何以需要考察自然的本质。
" Ὥστε καθάπερ ἐπὶ τῶν συμβολαίων καὶ τῶν λόγων.1" Ὃ λέγει, τοῦτό ἐστιν, ὅτι καθάπερ ἐπὶ τῶν συναλλαγμάτων καὶ τῶν λόγων περὶ ἐλάχιστον ὁ καταγινόμενος μέχρι ὀβολοῦ, εἰ τύχοι, ἀνελεύθερος δοκεῖ εἶναι, οὕτω καὶ ἐν τοῖς λόγοις ἀνελεύθερόν ἐστι τὸ καταγίνεσθαι περὶ τὴν τῶν πραγμάτων ἀκρίβειαν. ἀνελεύθερον οὖν ἤδη τισὶ δοκεῖ καὶ τὸ ἐν τοῖς λόγοις ἄγαν ἀκριβὲς καὶ περὶ τῶν μικρῶν ἐξεταστικόν, ὥσπερ καὶ τὸ ἐν τοῖς συναλλάγμασιν. προειπὼν δὲ ταῦτα καὶ δείξας τὴν τῶν ἐθῶν ἰσχύν, καὶ ὅτι κατ’ οἰκειότητα τὴν κατὰ τὰ ἔθη καὶ τὰ λεγόμενα ἀποδέχονται, ἐπιφέρει διὸ δεῖ πεπαιδεῦσθαι πῶς ἕκαστα ἀποδεκτέον· “πεπαιδευμένου γάρ ἐστιν ἐπὶ τοσοῦτον τὸ ἀκριβὲς ἐπιζητεῖν καθ’ ἕκαστον γένος, ἐφ’ ὅσον ἡ τοῦ πράγματος φύσις ἐπιδέχεται.” ἐνδείκνυται γὰρ ἡμῖν ὅτι καθόλου μὲν δεῖ πεπαιδεῦσθαι καὶ εἰδέναι πῶς χρὴ τῶν λεγομένων ἀκούειν ἕκαστον· οὐ γὰρ πάντα ὅμοια οὐδ’ ἴσην τὴν ἀκρίβειαν ἐπιδεχόμενα. δεῖ οὖν, φησί, πρῶτον ἐν τοῖς ἀναλυτικοῖς γεγυμνάσθαι καὶ τοῖς λογικοῖς, καὶ εἰδέναι τοὺς τρόπους τῶν ἀποδείξεων καὶ τὰς τῶν λόγων συναγωγάς· ἄτοπον γὰρ ἅμα τε ζητεῖν ἐπιστήμην τινός, καὶ περὶ αὐτῆς τῆς ἐπιστήμης ζητεῖν τίνα τρόπον γίνεται.2 δεῖ γὰρ πρότερον γινώσκειν τὸν τρόπον καθ’ ὃν δεῖ θηρᾶσθαι αὐτήν, καὶ τότε αὐτὴν τὴν ἐπιστήμην· οὐδέτερον γὰρ τούτων ῥᾴδιον θηρᾶσθαι, οὔτε τὸν τρόπον οὔτε δὴ τὴν ἐπιστήμην.
“因此,正如在契约和账目中一样。” 他所说的是:正如在交易和账目中,关注微不足道之物、乃至一奥波勒(如果碰巧如此)的人被视为鄙啬一样,在论证中关注关于事物的精确性也是鄙啬的。因此,在论证中过分精确以及对细微之事的深究,如今在某些人看来也是鄙啬的,正如在交易中那样。他在预先说明了这些并展示了习惯的力量,以及人们是按照依习惯而生的亲近感来接受所言之事后,便接着指出:因此必须受过关于应当如何接受各项事物的教育;“因为在每一属类中依该事物的本性所允许的程度探求精确性,正是受过教育者的特征。”因为他向我们表明,总体而言人应当受过教育,并且知道应当如何听取所言之事的每一项;因为并非所有事物都相同,也并非都允许等同的精确性。因此他说,首先应当在《分析篇》和逻辑学著作中受过训练,并且知晓论证的诸种方式和诸论点的综合;因为同时探求某物的知识,又探求关于该知识本身它是以何种方式形成的,乃是荒唐的。因为人必须预先知晓应当依照何种方式去追寻它,然后才去追寻该知识本身;因为这两者中的任何一个都非容易追寻,无论是其方式还是其知识本身。
"Τὴν δὲ ἀκριβολογίαν τὴν μαθηματικὴν οὐκ ἐν ἅπασιν "ἀπαιτητέον. Ὁμοίως γὰρ ἔστι, φησὶν ἐν τοῖς Ἠθικοῖς, μαθηματικοῦ πιθανολογοῦντος ἀποδέχεσθαι καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν. τοῦτο οὖν λέγει καὶ νῦν, ὅτι τὴν ἀκριβολογίαν τὴν μαθηματικὴν οὐκ ἐν ἅπασι δεῖ ἀπαιτεῖν, ἀλλ’ ἐν τοῖς ἀύλοις, ὁποῖά ἐστι τὰ ἐξ ἀφαιρέσεως. ὥστε οὐ φυσικός ἐστιν ὁ τρόπος ὁ μαθηματικός· ἅπασα γὰρ ἴσως ἡ φύσις ἔχει ὕλην. καλῶς τὸ ἴσως προσέθηκε διὰ τὰ οὐράνια. οὐ γὰρ κυρίως ἐπ’ ἐκείνων ὕλη θεωρεῖται.
“而数学的精确表述不应在一切事物中”被要求。因为正如他在《伦理学》中所说,容纳一个作或然之论的数学家,与要求一个修辞学家提出论证,乃是同样的事。因此他现在说的也是这一点:数学的精确表述不应在一切事物中被要求,而应当在非质料的事物中被要求,比如那些来自抽象的对象。因此数学的方式不是自然学的方式;因为或许一切自然都具有质料。由于天体存在的缘故,他恰当地加上了“或许”。因为在天体上,并不能严格地观察到质料。
"Διὸ σκεπτέον πρῶτον τί ἐστι φύσις." Διὰ τοῦ εἰπεῖν ‘δεῖ ἡμᾶς πρότερον ἐπισκέψασθαι τί ἐστι φύσις’ ἐπανατρέχει πάλιν ἐπὶ τὰ φυσικὰ καὶ περὶ φύσεως διαλέγεται, καὶ οὐκέτι ἐστὶ θεολογία ἡ πραγματεία. λέγομεν οὖν πρὸς τοῦτο ἢ ὅτι οὐ κυρίως τὸ βιβλίον τοῦτο τῆς Μετὰ τὰ φυσικά ἐστι πραγματείας, ἀλλὰ προγραφόμενον πάσης τῆς θεωρητικῆς φιλοσοφίας, ἢ ὅτι δεῖ πρότερον προγυμνάζεσθαι εἰς τὰ φυσικὰ θεωρήματα· τότε οὖν δυνατὸν παρακολουθῆσαι τοῖς ἐνταῦθα λεγομένοις. μανθάνοντες γὰρ τί ἐστι φύσις γινώσκομεν καὶ περὶ τίνος ἡ φυσική ἐστι πραγματεία, καὶ εἰ μιᾶς ἐπιστήμης ἢ πλειόνων τὰ αἴτια καὶ τὰς ἀρχὰς θεωρῆσαί ἐστι. καὶ λέγομεν ὅτι μιᾶς ἐπιστήμης θεωρῆσαι τὰ τέσσαρα αἴτια, τὸ ποιητικὸν, τὸ τελικόν, τὸ εἰδικὸν τὸ ὑλικόν. οἷον τῆς φυσικῆς τὰ ἄλλα προσεχῆ·3 τὰ γὰρ πορρωτέρω αἴτια, οἷον περὶ τοῦ ὄντος πρώτου αἰτίου καὶ τῆς ἀνειδέου ὕλης καὶ τοῦ τελικοῦ αἰτίου καὶ τοῦ εἰδικοῦ, τοῦ πρώτου ἐστὶ φιλοσόφου ἔργον θεωρῆσαι.
“因此首先应当审视自然是什么。” 由于说了‘我们必须首先考察自然是什么’,他便再次跑回到自然事物上去并论述自然,而这部著作便不再是神学了。因此我们对此说:要么这本书并非严格地属于《形而上学》著作,而是作为全部理论哲学的引论而写成的;要么人们必须预先在自然学定理中受过训练,因此在那时能够跟上这里所讲的内容。因为通过学习自然是什么,我们便也知道自然学著作是关于什么的,以及审视诸原因和诸原理是属于一门科学还是多门科学。而我们说,审视四种原因——动力因、目的因、形式因、质料因——属于同一门科学。例如,[审视]其他近邻的原因属于自然学;因为审视那些更深远的原因,比如关于存在的最初原因、无形式的质料、目的因和形式因,乃是第一哲学家的工作。
- 2.32ἐπὶ τῶν συμβολαίων καὶ τῶν λόγων
在引文中,τῶν λόγων 与 τῶν συμβολαίων 并列,原意为商业上的“账目”或“核算”,但注解者在随后的解释中将其顺势引申为语言与论证上的“言论”(ἐν τοῖς λόγοις),作为类比的对象,从而兼具两层意义。
- 2.32ἄτοπον γὰρ ἅμα τε ζητεῖν ἐπιστήμην τινός, καὶ περὶ αὐτῆς τῆς ἐπιστήμης ζητεῖν τίνα τρόπον γίνεται
由 ἅμα τε ... καί 连接的两个不定式短语(ζητεῖν ... καὶ ... ζητεῖν)构成相关并列结构,充当无人称谓词 ἄτοπον [ἐστι] 的真正主语。前半部分的 τινός 为 ἐπιστήμην 的宾格性属格,后半部分间接疑问从句 τίνα τρόπον γίνεται 补充说明介词短语 περὶ αὐτῆς τῆς ἐπιστήμης。
- 2.34οἷον τῆς φυσικῆς τὰ ἄλλα προσεχῆ
承接前文谓词与不定式结构(μιᾶς ἐπιστήμης [ἐστὶ] θεωρῆσαι)的极度省略句。属格 τῆς φυσικῆς 表示所属或特征(“属于自然学”),宾格 τὰ ἄλλα προσεχῆ 则充当省略的不定式 θεωρῆσαι 的宾语(即“[审视]其他近邻的原因”)。
