- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:134.9-135.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》α卷第3章(994b32–995a6),阐述听讲者的接受方式取决于各自先前的习惯与预备训练,并指出应当根据讨论对象自身的性质(如数学与自然哲学)要求不同程度的精确性。
" Αἱ δὲ ἀκροάσεις κατὰ τὰ ἔθη συμβαίνουσι." Κάλλιστον θεώρημα ἐντεῦθεν ἡμῖν παραδίδωσι, πῶς δεῖ εἶναι τὸν μέλλοντα ἀκροᾶσθαι θεολογικῆς πραγματείας καὶ ὁποῖον δεῖ εἶναι τὸν τοιοῦτον ἀκροατήν. καί φησιν ὅτι ὡς ἄν ἔχῃ προπαιδεύσεως,1 οὕτω καὶ τούτων ἀκροᾶται· εἰ μὲν γὰρ ἤχθη γεωμετρικῶς, δῆλον ὅτι τραφεὶς κατὰ γεωμετρικὴν λεπτουργίαν ἀπαιτήσει τὸν διδάσκοντα ἀποδεικτικῶς αὐτῷ ἐξηγήσασθαι· εἰ δὲ ποιηταῖς σχολάσας * * *, φεύγει τὴν ἀκρίβειαν καὶ χαίρει μύθοις μᾶλλον. ὥστε δεῖ μᾶλλον τοὺς μέλλοντας τοιούτων λόγων ἀκροᾶσθαι προπαιδεύεσθαι γεωμετρικὰ θεωρήματα, ἵνα ἱκανοὶ ὦσι παρακολουθεῖν ἀποδείξει καὶ τοιαύτην ἀκρίβειαν ἀπαιτεῖν τὸν ἐξηγούμενον. οἱ γὰρ τοῖς ποιηταῖς σχολάσαντες ἤ τισι μύθοις οὐ χαίρουσιν ἀκριβείᾳ, ἀλλὰ καθάπερ φησὶν ὁ Πλάτων, ἐοίκασιν οἱ τοιοῦτοι τοῖς διὰ σχεδίας πλέουσιν· οὐ γὰρ ἀκριβῶς οἱ τοιοῦτοι ναυτίλλονται ἀλλ’ ἐπιπολαίως καὶ σφαλερῶς. εἶτά φησιν ὅτι οὐ δεῖ ἐν πᾶσι τὴν αὐτὴν ἀκρίβειαν ἀπαιτεῖν τοὺς διδασκάλους·2 ἐν μὲν γὰρ γεωμετρίᾳ δεῖ πᾶσαν ἀκρίβειαν αὐτοὺς ἀπαιτεῖν, διότι οὐ προσδέονται ὕλης τὰ μαθήματα, καὶ ἐν τοῖς ἀύλοις πᾶσιν· ἐν μέντοι γε τοῖς φυσικοῖς πράγμασιν οὐ δεῖ τοιαύτην ἀπαιτεῖν λεπτουργίαν, ἐπειδὴ μετὰ ὕλης ὑπάρχουσιν, ἡ δὲ ὕλη ἀόριστός ἐστι καὶ ἐπισκοτεῖ διὰ τὴν ἑαυτῆς ἀοριστίαν. διὸ οὔτε τὰ ἐν τοῖς Μετεώροις εἰρημένα δεῖ ἀκριβῶς ἐξετάζειν ἀλλὰ πιθανῶς, καὶ * * ἡνίκα μηδὲν ἔχουσιν ἐναντίον προφανές, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων φυσικῶν πραγματειῶν.
“而听讲是依习惯而发生的。” 他从这里向我们传授了一条极佳的定理:打算听神学著作讲授的人应当是怎样的,以及这样的听讲者应当具有何种品质。他说,一个人具有怎样的预备教育,他便也怎样听取这些讲授。因为如果一个人接受过几何学的引导,显而易见,由于他是按照几何学的精密度培养起来的,他便会要求老师以论证的方式向他解释;但如果一个人曾致力于诗人们[……],他就会回避精确性,而宁愿喜欢神话。因此,打算听取这类言论的人更应当预先学习几何定理,以便他们有能力跟上论证,并向讲解者要求这样的精确性。因为那些致力于诗人或某些神话的人并不喜欢精确性,而是正如柏拉图所说,这样的人就像乘筏航行的人;因为这样的人航行起来并不严谨,而是浮于表面且容易犯险。随后他说,不应在所有事物中都向老师们要求同样的精确性;因为在几何学中固然应当向他们要求完全的精确性,这是因为诸数学对象并不需要质料,在所有非质料的事物中亦是如此;然而在自然事物中,则不应要求这样的精密度,因为它们是与质料一同存在的,而质料是不定的,并因其自身的不定性而遮蔽事物。因此,在《气象学》中所谈论的事物也不应精确地予以审视,而应合理地审视,并且在[……]没有任何明显对立之物时[如此审视],在其他自然学著作中亦同样如此。
"Αἱ δὲ ἀκροάσεις." Ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι καθόλου αἱ ἀκροάσεις συμβαίνουσιν ἡμῖν κατὰ τὰ ἔθη· ὡς γὰρ εἰώθαμεν καὶ προεπαιδεύθημεν, οὕτως ἀξιοῦμεν λέγεσθαι ἡμῖν καὶ παρὰ τῶν διδασκάλων, καὶ τὰ λεγόμενα ἡμῖν παρὰ ταῦτα, τουτέστι παρ’ ἃ εἰθίσθημεν καὶ ἐπαιδεύθημεν, οὐχ ὅμοια ἡμῖν φαίνεται, ἀλλὰ καταγέλαστα δοκοῦσιν ἡμῖν εἶναι καὶ ξενικώτερα· παντὶ γὰρ τὸ σύνηθες γνώριμον ὑπάρχει. καὶ τούτου δὲ φέρει κατασκευήν, πῶς τὰ συνήθη γνώριμα ἡμῖν ὑπάρχουσι, φάσκων ὅτι ἡλίκην δὲ ἰσχὺν ἔχει τὸ ἔθος, δηλοῦσιν οἱ νόμοι, ἐν οἷς τὰ μυθώδη καὶ παιδαριώδη μᾶλλον ἰσχύει τοῦ γινώσκειν3 περὶ αὐτῶν τὸ ἀληθὲς διὰ τὸ ἔθος· οἷον ὥσπερ φαμὲν τὸ Φοινικικὸν ψεῦσμα ὅτι ὁ Κάδμος ἐφύτευσε τοὺς ὀδόντας τοῦ δράκοντος καὶ ἀνεβλάστησαν γηγενεῖς ἄνθρωποι. διό φησι καὶ ὁ Πλάτων ὅτι δεῖ ἡμᾶς ψεύσασθαι πρὸς τοὺς πολίτας ἡμῶν τὸ Φοινικικὸν ψεῦσμα, ἵνα νομίζοντες τῷ ὄντι τὴν ἀρχὴν ἐκ τῆς γῆς ἐσχηκέναι μᾶλλον ἀγαπήσουσι τὴν πατρίδα.
“而听讲。” 他所说的是指:总体而言,听讲是依习惯发生于我们的。因为正如我们所习惯的和预先受教育的那样,我们也同样要求老师们这样向我们言说,而与此相悖——即与我们所习惯和所受教育之物相悖——向我们言说的事物,在我们看来并不相似,反而显得可笑且更加陌生;因为对每个人而言,习惯之物才是熟知的。他也为此提供了论证,说明习惯之物如何对我们而言是熟知的,指出习惯具有何等力量,乃是由法律所显明的;在法律中,由于习惯的缘故,神话般的和小儿科的事物比认识关于它们的真相更具有力量;比如我们所说的腓尼基谎言,即卡德摩斯播下了龙的牙齿,从而长出了地生的人。因此柏拉图也说,我们必须对我们的公民说腓尼基谎言,以便他们认为自己的起源真正来自大地,从而更加热爱祖国。
"Οἱ μὲν οὖν ἐὰν 〈μὴ〉 μαθηματικῶς λέγῃ τις.4" Φησὶν ὅτι οἱ σχολάσαντες γεωμετρικῇ θεωρίᾳ καὶ ἐν τούτοις τραφέντες οὐκ ἀνέχονται τῶν λεγομένων, ἐὰν μὴ μαθηματικῶς λέγωνται ὑπὸ τῶν διδασκάλων, τουτέστι κατὰ γεωμετρικὴν ἀκρίβειαν. ἄλλοι δὲ οὐκ ἀνέχονται, ἐὰν μὴ παραδειγματικῶς λέγωνται, καθάπερ καὶ ὁ Πλάτων ἐποίει· διὰ γὰρ παραδειγμάτων, φησί, φῶς ἀνάπτει τοῖς λεγομένοις ὑπ’ αὐτοῦ. ἕτεροι δὲ ἀξιοῦσι ποιητὰς παράγεσθαι καὶ παντελῶς φεύγουσι τὴν ἀκρίβειαν. διό φησι καὶ οἱ μὲν πάντα ἀκριβῶς ζητοῦσι καὶ πολυπραγμονοῦσιν, ἐνίους δὲ λυπεῖ τὸ ἀκριβὲς ἢ διὰ τὸ μὴ συνείρειν, τουτέστι παρακολουθεῖν, ἢ διὰ τὸ μὴ προπαιδευθῆναι, ὡς εἴρηται, διὰ τὴν μικρολογίαν· τὴν γὰρ ἀκρίβειαν οἱ τοιοῦτοι μικρολογίαν εἶναι ὑποτίθενται, οἷον τὸ εἰπεῖν τὸν Δημοσθένην ‘μὴ ἐγκείσθω ὑπὸ τοῦ Φιλίππου τὸ δίδωμι ἀλλὰ τὸ ἀποδίδωμι’· καὶ πάλιν ὃ φησιν ὁ Ἀριστοφάνης διαβάλλων τοὺς φιλοσοφοῦντας ὅτι σπεύδουσιν ἴχνη ψυλλῶν μετρεῖν τῶν δὲ ἄλλων καταφρονοῦσι. ‘μισῶ δὲ καὶ Σωκράτη τὸν πτωχὸν ἀδολέσχην, ὃς τῶν ἄλλων μὲν πεφρόντικε, πόθεν δὲ φάγῃ, τούτου κατημέληκεν’, ὡς τῶν ἐν τῷ βίῳ ὄντων μειζόνων. ὁμοίως δὲ καὶ ὁ Καλλικλῆς φησι πρὸς τὸν Σωκράτη ὅτι οὐ δεῖ περὶ τὰ οὕτω σμικρὰ καταγίνεσθαι καὶ ἐντεῦθεν πειρᾶσθαι παραλογα. ἔχει γάρ τι, φησί, τὸ ἀκριβὲς τοιοῦτο, τουτέστι σμικρολόγον, καὶ τὴν τῶν πραγμάτων ἀκρίβειαν σμικρολογίαν καλοῦσιν.
“因此,有些人若非有人以数学方式言说[便不接受]。” 他说,那些专心于几何学理论并在其中培养起来的人,若非老师们以数学方式言说,即依几何学式的精确性言说,便无法容忍所言之事。另一些人若非以范例方式言说便无法容忍,正如柏拉图所做的那样;他说,因为通过范例,他为自己所说的话点亮了光芒。还有一些人要求引入诗人,并完全回避精确性。因此他说,有些人精确地探求并深究一切,但精确性却令某些人感到痛苦,这要么是因为无法衔接,即跟不上,要么是因为如前所说未曾受过预备教育,而归咎于琐碎;因为这样的人假定精确性就是吹毛求疵,正如德摩斯梯尼说‘不要让腓力插入“我给”,而要插入“我归还”’;又如阿里斯托芬在诋毁那些从事哲学的人时说,他们急于测量跳蚤的足迹,却轻视其他事物:‘我也憎恨苏格拉底这个贫穷的饶舌者,他考虑其他事情,却忽视了从何处得食’,仿佛生活中的事情更为重大。同样,卡利克勒也对苏格拉底说,不应当忙于如此微小的事物并由此企图进行谬辩。他说,因为精确性带有某种诸如此类的东西,即吹毛求疵,而他们把关于事物的精确性称为吹毛求疵。
- 2.29ὡς ἄν ἔχῃ προπαιδεύσεως
副词短语 ὡς ἄν 与动词 ἔχῃ 及属格名词 προπαιδεύσεως 连用,构成 ἔχω + 表示状态/方面的属格结构,意为“按照其在预备教育方面处于何种状态”。
- 2.29οὐ δεῖ ἐν πᾶσι τὴν αὐτὴν ἀκρίβειαν ἀπαιτεῖν τοὺς διδασκάλους
动词 ἀπαιτεῖν 支配双宾格:表示索求对象的人(τοὺς διδασκάλους)与索求的事物(τὴν αὐτὴν ἀκρίβειαν),意为“向老师们要求同样的精确性”。
- 2.30μᾶλλον ἰσχύει τοῦ γινώσκειν
比较级表达 μᾶλλον ἰσχύει 后接表示比较对象的属格冠词不定式 τοῦ γινώσκειν,意为“比认识[真理]更具有力量”。
- 2.31Οἱ μὲν οὖν ἐὰν 〈μὴ〉 μαθηματικῶς λέγῃ τις
在引用的原句(lemma)中,条件句(ἐὰν 〈μὴ〉... λέγῃ τις)的主句被省略,依据上下文须补充“不接受/无法容忍”之类的动词(阿斯克勒庇俄斯在正文中亦用 οὐκ ἀνέχονται 进行解释)。
