← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§132.30-134.8

质料与无限者的不可知性及原因的有限性

阿斯克勒庇俄斯阐明质料本身是不可知的,仅能在运动着的感觉事物中伴随形式被思惟,且虽然现实中的无限者是不可知的,但“作为无限者的存在”的定义却是有限的;进而论证即使假定原因的形式在数量上是无限的,也同样会破坏认识的可能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.26

" Ἀλλὰ καὶ τὴν ὕλην ἐν κινουμένῳ νοεῖν ἀνάγκη." Τοῦ τὸ ἄπειρον ἄγνωστον εἶναι τῇ αὑτοῦ φύσει παρατίθεται σημεῖον τὸ καὶ τὴν ὕλην,1 ἐπεὶ δοκεῖ κατὰ τὸν αὐτῆς λόγον ἄπειρος εἶναι, ἀσχημάτιστος οὖσα κατὰ τὴν ἰδίαν φύσιν καὶ οἰκεῖον πέρας οὐκ ἔχουσα. τῷ δὴ τοιαύτην αὐτὴν εἶναι οὐδ’ ἐπιστήμην αὐτῆς ἔχομεν· δοξαστὴ γάρ ἐστι καὶ οὐκ ἐπιστητή, καὶ ὡς ὁ Πλάτων φησί, νόθῳ λογισμῷ ληπτή, ὡς δὲ Ἀριστοτέλης φησί, κατὰ ἀναλογίαν γνωστὴ καὶ ληπτὴ καὶ δοξαστή. νοεῖται οὖν ἐν κινουμένῳ, τουτέστιν ἔχουσα εἶδος ἢ ἀνθρώπειον ἢ ἵππειον, ἢ φυτοῦ ἢ λίθου ἢ ἄλλου τινὸς τοιούτου· αὐτὴ γὰρ καθ’ αὑτὴν οὐ νοεῖται, διότι ἄπειρος ὑπάρχει διὰ τὸ ἀεὶ ἐν κινήσει καὶ μεταβολῇ νοεῖσθαι. ἐπεὶ γὰρ μὴ ἔχει οἰκεῖον σχῆμα ἤ τινα ποιότητα, ἄλλοτε ἄλλο εἶδος ἀμείβει καὶ μεταβάλλει· τὸ δὲ οὕτως ἔχον ἄπειρον.

“然而质料也必须在运动着的事物中去思惟。” 作为无限者就其本性而言是不可知的证据,他提出了这样一个事实:质料既然按其自身的界说似乎是无限的——由于就其固有本性而言没有形状,且没有固有的界限——正因质料是如此这般的,我们对它便没有科学知识。因为它是意见的对象而非科学知识的对象,正如柏拉图所说,它是借由私生子般的推理而被把握的,而正如亚里士多德所说,它是通过类比而被认知、把握和形成意见的。因此,它是在运动着的事物中被思惟的,这就是说,作为具有人的形式,或马的形式,或植物、石头或某种其他类似事物的形式而被思惟;因为质料本身并不被思惟,因为它由于总是在运动和变化中被思惟而呈现为无限。因为既然它没有固有的形状或任何性质,它便在不同的时候转换并变化为不同的形式;而处于这种状态的东西就是无限的。

§2.27

"Εἰ δὲ μή, οὐκ ἄπειρόν γε ἐστι τὸ ἀπείρῳ εἶναι." Ὃ λέγει τοῦτό ἐστιν, ὅτι ὥσπερ τὸ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι διαφέρει, καὶ ἐπὶ πάντων ἐφ’ ὧν τὸ πρᾶγμα σύνθετον (τὸ γὰρ εἶναι ἑκάστῳ κατὰ τὸν λόγον καὶ κατὰ τὸ εἶδός ἐστιν· ὁ μὲν γὰρ ἄνθρωπος ἐξ ὕλης καὶ εἴδους, τὸ δὲ ἀνθρώπῳ εἶναι ἁπλοῦν· κατὰ γὰρ τὸ εἶδός ἐστιν αὐτῷ τὸ ἀνθρώπῳ εἶναι. ἐπὶ μὲν γὰρ τῶν ἀσωμάτων ταὐτὸν τὸ πρᾶγμα καὶ τὸ εἶναι αὐτῷ· ταὐτὸν γὰρ ψυχὴ καὶ τὸ εἶναι ψυχῇ· ἐπὶ δὲ τῶν ἐν ὕλῃ τὸ εἶναι ἐχόντων διαφέρουσι), καὶ τὸ ἄπειρον οὖν τὸ ἐνεργείᾳ ἄγνωστόν ἐστιν, ἀλλὰ τὸ ἀπείρῳ αὐτῷ εἶναι οὔτε ἄπειρον οὔτε ἄγνωστον. ὁ γὰρ λόγος ὁ δηλῶν αὐτοῦ τὴν φύσιν καὶ τὸ εἶδος οὐκ ἄπειρος. τὸ δὲ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι ἤτοι εἶπεν ἀντὶ τοῦ ἄπειρον οὐδέν ἐστιν ἐνεργείᾳ, ἢ ὅτι οὐδέν ἐστι [τὸ] πρᾶγμα ᾧ ὁ τοῦ ἀπείρου λόγος ἐφαρμόζει. εἰ δὲ καὶ τεθείη ἐφαρμόζειν, ἀλλ’ αὐτός γε ὁ λόγος τοῦ ἀπείρου καθ’ ὃν ἡ γνῶσις αὐτοῦ, οὐκ ἔστιν ἄπειρος.

“否则,至少作为无限者的存在本身就不是无限的。” 他所说的是指:正如“人”与“作为人的存在”彼此不同,并且在所有事物是复合体的情况下亦皆如此(因为对每一事物而言,存在都是依其定义和形式而定的;因为人是由质料和形式构成的,而作为人的存在则是单纯的,因为作为人的存在是依形式属于人的;因为在非物体的事物中,事物与其存在是同一的,因为灵魂与作为灵魂的存在是同一的,但在质料中具有存在的事物中,它们彼此不同),现实态中的无限者同样是不可知的,但作为无限者本身的存在既非无限亦非不可知。因为表明其本性和形式的定义并不是无限的。而他说“没有任何东西能够作为无限者存在”,要么是代替“没有任何东西在现实态中是无限的”,要么是代替“没有任何事物是无限者的定义所适用的”。但即便假定它适用,至少依之而有对它的认识的无限者定义本身却绝非无限。

§2.28

"Ἀλλὰ μὴν καὶ εἰ ἄπειρά γε ἦσαν πλήθει τὰ εἴδη." Δείξας διὰ τῶν φθασάντων ὅτι οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω ἄπειρά εἰσι τὰ αἴτια οὔτε τὸ ποιητικὸν οὔτε τὸ τελικὸν οὔτε τὸ εἰδικὸν οὔτε τὸ ὑλικόν, ἐντεῦθεν φησιν ὅτι οὐδὲ αὐτὰ τὰ εἴδη ἄπειρα ὑπάρχουσιν, ἵνα μή τις εἴπῃ ὅτι πλείονα ὑπάρχουσι ποιητικὰ αἴτια, οἷον θεὸς φύσις ἄνθρωπος καὶ ὅσα ἄλλα τοιαῦτα, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ὑλικοῦ αἰτίου ὅτι πολλὰ ὑπάρχουσι τοῦ ἄνω ὡρισμένου ὄντος, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. φησὶν οὖν ὅτι οὐ δυνατόν· εἰ γὰρ ὑποθώμεθα ταῦτα, ἀναιρεῖται πάλιν ἡ γνῶσις· τότε γὰρ εἰδέναι οἰόμεθα, ὅταν τὰ αἴτια γνωρίσωμεν καὶ τὰς ἀρχάς. [ἢ] τὸ οὖν ἄπειρον τὸ τῇ προσθέσει, τουτέστι τὸ κατ’ ἐνέργειαν, οὐκ ἔστιν ἐν πεπερασμένῳ χρόνῳ διελθεῖν· τὸ μὲν γὰρ δυνάμει καὶ τῇ διχοτομίᾳ οἷόν τε διελθεῖν ἐν πεπερασμένῳ χρόνῳ, τὸ δὲ ἐνεργείᾳ καὶ τῇ προσθέσει ἀδύνατον, τῷ αἰεὶ τῷ περιληφθέντι καὶ νοηθέντι ἄλλο τι ὑπολειπόμενον προστίθεσθαι.2 ἄλλως τε δή, εἰ τοῦτο ὑποθώμεθα, τετραπλασιασθήσεται τὸ ἄπειρον πρὸς τὰ τέσσαρα αἴτια. εἰ δέ τις ὑποθῆται τὸ μὲν ποιητικὸν ἄπειρον εἶναι τὰ δ’ ἄλλα πεπερασμένα, πρῶτον μὲν ἀποκληρωτικὸς ἔσται ὁ λόγος, ἔπειτα πάλιν ταῦτα προστιθέμενα τῷ ἀπείρῳ ἐπαύξουσι τὸ ἄπειρον, ὅπερ ἀδύνατον.

“此外,即使诸种类在数量上是无限的。” 在通过前文表明了原因无论向上还是向下都不是无限的,无论作因、目的因、形式因还是质料因都不是无限的之后,他从这里开始指出,种类本身也不是无限存在的,以免有人说存在着多个作因,例如神、自然、人以及所有诸如此类的其他事物,同样在质料因上也有许多个,即使向上的方向是被限定的,而在其他原因上亦同样如此。因此他说这是不可能的;因为如果我们作此假定,认识就再次被取消了;因为正是当我们认识了原因和原理时,我们才认为自己知晓。因此,通过相加而成的无限,即现实态中的无限,是无法在有限的时间内遍历的;因为潜在态中通过二分法而成的无限固然能在有限的时间内遍历,但现实态中通过相加而成的无限却是不可能的,这是由于对于已经被包含和被思惟者,总会有残留的别物被相加于其上。此外,如果我们作此假定,对应于四种原因,无限将被放大为四倍。如果有人假定作因是无限的而其他原因则是有限的,首先这一论断将是武断的,其次这些原因被相加于无限者之上,将再次使无限者扩大,而这是不可能的。

语法注2 条
  1. 2.26Τοῦ τὸ ἄπειρον ἄγνωστον εἶναι τῇ αὑτοῦ φύσει παρατίθεται σημεῖον τὸ καὶ τὴν ὕλην

    此句为倒置结构:主语承前指亚里士多德,动词 παρατίθεται 带补足成分 σημεῖον(“作为证据”)以及宾语从句 τὸ καὶ τὴν ὕλην [ἄγνωστον εἶναι](冠词不定式短语,根据上下文省略了谓语“是不可知的”);句首的属格不定式短语 Τοῦ τὸ ἄπειρον ἄγνωστον εἶναι 依附于 σημεῖον,作说明性属格(“关于无限者……是不可知的一项证据”)。

  2. 2.28τῷ αἰεὶ τῷ περιληφθέντι καὶ νοηθέντι ἄλλο τι ὑπολειπόμενον προστίθεσθαι

    τῷ... προστίθεσθαι 是表原因的与格冠词不定式结构。不定式 προστίθεσθαι 的逻辑主语是宾格短语 ἄλλο τι ὑπολειπόμενον(“残留的某种他物”),而 τῷ περιληφθέντι καὶ νοηθέντι 则是复合动词 προστίθεσθαι 所支配的与格间接宾语(“被相加于已被包含和思惟者”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:132.30-134.8