← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§131.3-132.29

定义无限倒退对认识与证明的取消

阿斯克勒庇俄斯注解亚里士多德《形而上学》α卷第2章(994b20),阐明若定义无限倒退则将取消不可分的直接命题从而摧毁科学认识与证明,并辨析了连续量的潜在无限分割与思维不可穷尽的现实无限之间的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.24

" Ἔτι τὸ ἐπίστασθαι ἀναιροῦσιν οἱ οὕτω λέγοντες." Ὅτι οἱ ὑποτιθέμενοι ἀπείρους εἶναι ὁρισμοὺς ἀναιροῦσι τὴν γνῶσιν· οὐ γὰρ οἷόν τε γνῶναι πρὶν ἢ εἰς τὰ ἄτομα ἐλθεῖν, τουτέστιν εἰς τὰς ἀμέσους προτάσεις. ἐκ γὰρ τῶν ἀμέσων προτάσεων τὸ εἶναι ἔχουσιν οἱ ὁρισμοί· εἰ δὲ ἄπειροι οἱ ὁρισμοί, ἄπειροι καὶ αἱ προτάσεις, καὶ οὕτως οὐκέτι ἔσται γνῶσις. ἡ γὰρ ἀπόδειξις τὸ εἶναι1 ἔχει ἐκ τῶν ἀμέσων προτάσεων· διό φησιν οὐ γὰρ οἷόν τε εἰδέναι πρὶν εἰς τὰς ἀμέσους προτάσεις ἐλθεῖν. τὰ γὰρ οὕτως ἄπειρα οὐ δυνατὸν νοεῖν· ἡ γὰρ νόησις πεπερασμένου ἐστὶ πράγματος νόησις. οὐ γάρ ἐστιν ὅμοιον ἐπὶ τῆς γραμμῆς, ἥτις ἐπ’ ἄπειρον διαιρεῖται, ὅμως μέντοι γε ἡ νόησις αὐτῆς οὐκ ἐπ’ ἄπειρον γίνεται, πενταχῇ αὐτῆς διαιρουμένης, εἰ τύχοι, ἢ ἑκατονταχῇ ἤ τι ἄλλο τοιοῦτον· διόπερ, φησίν, οὐκ ἀριθμήσει τὰς τομὰς ὁ τὴν ἄπειρον γραμμὴν διεξιών. ἀλλὰ καὶ τὴν ὕλην αὐτήν, ἥτις, ὡς εἴρηται ἐν τῇ Φυσικῇ ἀκροάσει, ἐξ ἀναλογίας γινώσκεται, ὅτι ὥσπερ χαλκὸς πρὸς ἀνδριάντα καὶ λέβητα καὶ ξύλον πρὸς κλίνην καὶ θρόνον, οὕτως καὶ ἡ ὕλη ἔχει πρὸς τὰ ἡμέτερα σώματα (διὸ καὶ ὁ Πλάτων νόθῳ λογισμῷ ληπτὴν αὐτὴν εἶναι ἔλεγεν, ἐπειδὴ τῷ οἰκείῳ λόγῳ ἄπειρός ἐστι καὶ ἀόριστος, εἴ γε ἀνείδεος, τὸ δὲ εἶδός ἐστι τὸ περατοῦν αὐτὴν καὶ ὁρίζον) ἡ οὖν νόησις οὐδέποτε τὴν ὕλην αὐτὴν καθ’ αὑτὴν γινώσκει, ἀλλ’ ὡς φησιν αὐτός, ἐν κινουμένῳ νοεῖν ἀνάγκη, τουτέστιν ἐν αἰσθητῷ πράγματι· οὔτε γάρ, ὡς εἴρηται, αὐτὴν καθ’ αὑτὴν τὴν ὕλην γινώσκει, ἀλλὰ μετά τινος εἴδους ἢ ἀνθρωπείου ἢ ἱππείου, ἢ φυτοῦ ἢ λίθου ἤ τινος ἄλλου τοιούτου. καὶ ἀπείρῳ, φησίν, οὐδενὶ ἔσται εἶναι· εἰ δὲ μή, οὐκ ἄπειρόν γέ ἐστι τὸ ἀπείρῳ εἶναι. τῷ λέγειν οὐσιῶσθαι τὸ ἄπειρον πέρας αὐτῷ παρέχομεν· ὡς γὰρ μεμαθήκαμεν ἐν Κατηγορίαις, ἄλλο ἐστὶ τὸ ζῷον [εἶναι] καὶ ἄλλο τὸ ζῴῳ εἶναι· καὶ ζῷον μέν ἐστι τὸ σύνθετον, ζῴῳ δὲ εἶναι αὐτὸ τὸ εἶδος. εἰ οὖν ὑποθώμεθα λέγοντες ὅτι συνουσίωται τῷ ἀπείρῳ εἶναι, εἶδος αὐτῷ προσάψομεν· εἰ δὲ εἶδος, καὶ πέρας· καὶ οὕτως οὐδὲν ἔσται κατ’ οὐσίαν ἄπειρον τῶν ἐνταῦθα.

“此外,如此言说者取消了认识。” 这就是说,那些假定定义为无限的人取消了认识;因为在达到不可分者、即直接命题之前,认识是不可能的。因为定义正是从直接命题中获得其存在的;但如果定义是无限的,命题也就成了无限的,这样一来便不再会有认识。因为证明正是从直接命题中获得其存在的;因此他说:因为在达到直接命题之前,知晓是不可能的。因为思惟这样无限的事物是不可能的;思惟乃是对受限定事物的思惟。因为这并不像在线段的情况中那样,线段虽然被无限分割,然而对它的思惟却并非走向无限,因为它例如被分为五份,或分为一百份,或某种其他类似的数量;因此他说,穿过一条无限线段的人不会去数清那些分割。不仅如此,就连质料自身——正如在《物理学》中所言,它是通过类比而被认识的,即正如青铜之于雕像和大锅,木材之于床榻和王座,质料之于我们的身体亦是如此(因此柏拉图也说它是借由一种私生子般的推理而被把握的,因为按其自身的界说它是无限且无定的,既然它是无形式的,而形式则是限制它并规定它的东西)——思惟因此绝不会认识质料自身本身,而是正如他自己所言,必须在运动着的事物中、即在感觉事物中去思惟它;因为如前所述,[思惟]并不认识质料自身本身,而是与某种形式——或是人的形式,或是马的形式,或是植物、石头或某种其他类似事物的形式——一同认识它。并且他说,“对于任何无限者而言,亦不会有其作为何者而存在;否则,至少作为无限者的存在本身就不是无限的了”。通过断言无限者被实体化,我们便赋予了它界限;因为正如我们在《范畴篇》中所学到的,作为动物[存在]是一回事,而作为动物的存在则是另一回事;动物是复合体,而作为动物的存在则是形式本身。因此,如果我们通过宣称存在与作为无限者的存在共同构成实体而设立假定,我们就会将形式附加于它;而若有形式,也就有了界限;这样一来,此地的任何事物在本质上都不会是无限的了。

§2.25

"Ἔτι τὸ ἐπίστασθαι ἀναιροῦσιν οἱ οὕτω λέγοντες." Ἔστι καὶ οὕτως ἐξηγήσασθαι τὸ χωρίον. ἄτομα, φησί, λέγει τὰ ἀμέσως ὑπάρχοντα· ἐκ γὰρ τῶν προσεχῶν καὶ ἀμέσων ὑπαρχόντων αἱ ἐπιστῆμαι, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ· ὅπερ ἀδύνατόν ἐστιν εἶναι, εἰ τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων πάντων εἶεν ὁρισμοὶ καὶ ἐκ τούτων τῶν τοῦ ὁρισμοῦ ὁρισμῶν ὁ ὁρισμὸς εἴη τοῦ προκειμένου συμπληρούμενος. νῦν μὲν γὰρ τὸ διὰ τὸν ὁρισμόν τινι ὑπάρχειν δειχθὲν ἀμέσως ὑπάρχειν αὐτῷ δοκεῖ· ἂν δὲ ᾖ παντὸς ὁρισμοῦ ὁρισμὸς ἐπ’ ἄπειρον, αἰεί τις μέσος ὅρος ἔσται τοῦ αἰτίου δι’ οὗ δείκνυται ὑπάρχειν 〈τί〉 τινι καὶ τοῦ ὑποκειμένου ᾧ ὑπάρχειν * * * τινί τι ληφθῆναι, αἰεὶ δὲ τοῦ εἰλημμένου παντὸς ὁρισμὸς ἂν εἴη. οὐ γὰρ ἀμέσως τὸ ζῷον τῷ ἀνθρώπῳ ὑπάρξει, ἀλλὰ διὰ τὸ εἶναι αὐτὸν οὐσίαν ἔμψυχον αἰσθητικήν· πάλιν δὲ ἡ οὐσία ἔμψυχος αἰσθητικὴ ὑπάρξει αὐτῷ διὰ τὸν ἴδιον ὁρισμόν, κἀκεῖνο ὁμοίως διὰ τὸν ἴδιον, καὶ τοῦτο ἐπ’ ἄπειρον· αἰεὶ γὰρ οἱ λαμβανόμενοι ὁρισμοὶ τῶν ὁρισμῶν μέσοι ὅροι γίνονται, δι’ ὧν ὑπάρξει τὰ ὧν οἱ ὁρισμοὶ τοῖς ὁριστοῖς. ἀναιρεθήσονται ἄρα αἱ ἄτομοι καὶ ἄμεσοι προτάσεις, ὧν ἀναιρεθεισῶν ἀναιρεῖται ἐπιστήμη τε καὶ ἀπόδειξις. εἰπὼν2 οὖν τὰ ἄπειρα ἄγνωστα εἶναι, ἐπειδὴ δοκεῖ καὶ τὰ συνεχῆ ἄπειρά πως εἶναι διὰ τὴν ἐπ’ ἄπειρον τομὴν καὶ μὴ εἶναι ἄγνωστα (ἔστι γὰρ τῆς ἐπ’ ἄπειρον αὐτῶν τομῆς νόησις), ὅτι μὴ ὁμοίως ἐν ἐκείνοις τε ἡ ἀπειρία καὶ ἐν τοῖς αἰτίοις, εἰ ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν πρόεισι, δείκνυσιν ἑξῆς εἰπὼν τὰ γὰρ οὕτως ἄπειρα πῶς ἐνδέχεται νοεῖν; ἄπειρα λέγων τὰ ἐνεργείᾳ. ἐπ’ ἄπειρον μὲν γὰρ ἡ γραμμὴ διαιρεῖται ὁμολογουμένως τῷ μὴ ἵστασθαι τὴν τομήν, ἀλλ’ ἡμεῖς οὐδέποτε νοοῦμεν αὐτὴν εἰς ἄπειρα διαιρουμένην, ἀλλ’ ὅταν νοῶμεν, τὰς τομὰς ἱστάμεθα καὶ παυόμεθα τοῦ τέμνειν καὶ λαμβάνομεν πεπερασμένας. πῶς μὲν γὰρ ἐπ’ ἄπειρον ἡ τομὴ γίνεται τῆς γραμμῆς καὶ ὅλως τῶν συνεχῶν νοοῦμεν, οὐ μὴν καὶ τὰς ἀπείρους αὐτῆς διαιρέσεις· αἰεὶ γὰρ ἃς νοοῦμεν πεπερασμένας νοοῦμεν. τοῦτο γάρ ἐστι τὸ νοῆσαι δὲ οὐκ ἔστι μὴ στήσαντα· τὰς γὰρ πεπερασμένας νοοῦμεν. διὸ οὐδὲ 〈ὁ〉 διεξιὼν τὴν συνεχῆ γραμμὴν τὴν ἐπ’ ἄπειρον διαιρετὴν ἀριθμῶν τὰς τομὰς καὶ ἐνεργείᾳ λαμβάνων, καθ’ 〈ὅσον〉 οἷόν τε τμηθῆναι αὐτὰς ἦν, οὕτω δίεισιν· οὐδέποτε γὰρ ἂν διεξέλθοι οὕτως αὐτὴν διεξιών.

“此外,如此言说者取消了认识。” 这一段落也可以这样来解释:他说,他所谓的不可分者是指直接从属的事物;因为正如在《后分析篇》中所言,诸科学是由切近且直接从属的事物构成的;而如果被包含在定义中的所有成分都各有定义,且由定义的这些定义构成了所提出对象的完备定义,那么这便是根本不可能存在的。因为在目前,通过定义被表明属于某事物的东西,被认为是直接属于它的;但若一切定义的定义走向无限,那么在藉以表明某物属于某物的原因与该物所从属的基底之间,就总会有某种中项,……某物被取为属于某物,并且所取的每一物都总是会有定义。因为“动物”不会直接属于人,而是因为人是有灵魂的感觉实体而属于人;反过来,有灵魂的感觉实体又将通过其自身的定义而属于人,而那一项同样通过其自身定义而属于人,且这会走向无限;因为相继取得的诸定义的定义总是成为中项,定义所属的对象便通过它们而属于被定义者。于是不可分的直接命题将被取消,而当它们被取消时,科学与证明也就都被取消了。因此,在说过无限者是不可知的之后,既然连续的事物似乎也因无限分割而在某种程度上是无限的却又并非不可知(因为存在着关于它们无限分割的思惟),他便接着表明,那些事物中的无限性与原因若依直线走向无限的情况并不相同,他说:“因为这样无限的事物又怎能被思惟呢?”〔他〕将现实中的事物称为无限。因为线段由于分割不停止而公认是无限被分割的,但我们绝不会把它思惟为被分割成无限个部分;相反,当我们思惟时,我们便停止分割,不再继续切分,而是把它们作为有限的来把握。因为我们理解线段以及整个连续事物的分割是如何走向无限的,但绝不是理解其无限的诸分割;因为我们所思惟的,总是作为有限者来思惟。这就是“不停下来便不可能思惟”的意思;因为我们所思惟的是有限的诸分割。因此,穿过那可无限分割的连续线段的人,也不会在数清诸分割并将其作为现实态来把握的意义下——按照它们可能被分割的限度——去穿过它;因为如果他以这种方式穿过,就永远不可能穿过它。

语法注3 条
  1. 2.24καὶ ἀπείρῳ, φησίν, οὐδενὶ ἔσται εἶναι· εἰ δὲ μή, οὐκ ἄπειρόν γέ ἐστι τὸ ἀπείρῳ εἶναι.

    ἀπείρῳ οὐδενί 是与格表示领属,不定词 εἶναι 表示存在或归属,意为“何以存在并不属于任何无限者”。随后的 τὸ ἀπείρῳ εἶναι 是亚里士多德式的本质表达法(“作为无限者的存在”),充当谓语形容词 οὐκ ἄπειρον 的主语。

  2. 2.25εἰπὼν οὖν τὰ ἄπειρα ἄγνωστα εἶναι, ἐπειδὴ δοκεῖ καὶ τὰ συνεχῆ ἄπειρά πως εἶναι διὰ τὴν ἐπ’ ἄπειρον τομὴν καὶ μὴ εἶναι ἄγνωστα (ἔστι γὰρ τῆς ἐπ’ ἄπειρον αὐτῶν τομῆς νόησις), ὅτι μὴ ὁμοίως ἐν ἐκείνοις τε ἡ ἀπειρία καὶ ἐν τοῖς αἰτίοις, εἰ ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν πρόεισι, δείκνυσιν ἑξῆς εἰπὼν

    该长句的核心是主动词 δείκνυσιν(主语为亚里士多德)。在此之前先有分词从句 εἰπὼν οὖν...、由 ἐπειδή 引导的原因从句,以及作为 δείκνυσιν 宾语的 ὅτι 从句(“在那些事物中的无限性与原因中的无限性并不相同”)。

  3. 2.24ἀλλὰ καὶ τὴν ὕλην αὐτήν, ἥτις, ὡς εἴρηται ἐν τῇ Φυσικῇ ἀκροάσει, ἐξ ἀναλογίας γινώσκεται, ὅτι ὥσπερ χαλκὸς πρὸς ἀνδριάντα καὶ λέβητα καὶ ξύλον πρὸς κλίνην καὶ θρόνον, οὕτως καὶ ἡ ὕλη ἔχει πρὸς τὰ ἡμέτερα σώματα (διὸ καὶ ὁ Πλάτων νόθῳ λογισμῷ ληπτὴν αὐτὴν εἶναι ἔλεγεν, ἐπειδὴ τῷ οἰκείῳ λόγῳ ἄπειρός ἐστι καὶ ἀόριστος, εἴ γε ἀνείδεος, τὸ δὲ εἶδός ἐστι τὸ περατοῦν αὐτὴν καὶ ὁρίζον) ἡ οὖν νόησις οὐδέποτε τὴν ὕλην αὐτὴν καθ’ αὑτὴν γινώσκει

    句首前置宾格 ἀλλὰ καὶ τὴν ὕλην αὐτήν,后接冗长的关系从句(ἥτις...)与插入解释(διὸ καὶ ὁ Πλάτων...),随后引入主句主语 ἡ οὖν νόησις,并以 τὴν ὕλην αὐτὴν καθ’ αὑτὴν 再次作为动词 γινώσκει 的直接宾语,构成破格句(anacoluthon)。前置宾格起引出主题的作用。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:131.3-132.29