← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§130.1-131.2

形式因的定义与无限后退的否定

阿斯克勒庇俄斯探讨了亚里士多德否定形式因(何以是其所是)走向无限后退的论证(994b16),并根据定义包含言辞上的增多以及较遥远的定义将不再指明事物自身本质的逻辑,解释了“在言辞上更为繁复”这一用语。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23

" Ἀλλὰ μὴν οὐδὲ τὸ τί ἦν εἶναι ἐνδέχεται ἀνάγεσθαι." Ὃ λέγει τοῦτό ἐστιν, ὅτι οὐδὲ τὸ τί ἦν εἶναι, τουτέστι τὸν ὁρισμόν, ἐνδέχεται ἀνάγεσθαι εἰς ἄλλον ὁρισμόν, ὥστε εἶναι ἄπειρον τὸ εἰδικὸν αἴτιον. τὸ δὲ πλεονάζοντα τῷ λόγῳ1 πάνυ καλῶς προστέθεικε, διότι οἱ ὁρισμοὶ ἀεὶ πλεονάζουσι τῶν πραγμάτων, οἷον ζῷον λογικὸν θνητὸν πλεονάζει τοῦ ἀνθρώπου. εἰ οὖν ἔστι καὶ τούτου τοῦ ὁρισμοῦ ἕτερος ὁρισμός, δῆλον ὅτι ὁ προσεχὴς ὁρισμὸς μᾶλλόν ἐστιν ὁρισμός, ὡς εἰρήκαμεν ἐν τῇ θεωρίᾳ, ὁ δ’ ὕστερος οὐκ ἔστι κυρίως. εἰ οὖν ὁ προσεχὴς ὁρισμὸς ὁ λέγων ζῷον λογικὸν θνητὸν οὐκ ἐφαρμόττει, πολλῷ μᾶλλον οὐδ’ ὁ ἐχόμενος ἐφαρμόσει. δείκνυσιν οὖν καὶ ἐπὶ τῆς κατὰ τὸ εἶδος αἰτίας (τοῦτο γάρ ἐστι τὸ τί ἦν εἶναι) μὴ γινομένην ἐπ’ ἄπειρον τὴν πρόοδον, ὡς ἀεὶ τοῦ ληφθέντος εἴδους καὶ ὁρισμοῦ ἄλλον πάλιν ὁρισμὸν καὶ ἄλλο τι εἶδος εἶναι. τοῦτο δὲ ἐδήλωσε προσθεὶς τὸ πλεονάζοντα τῷ λόγῳ. δοκεῖ γὰρ ὁ ὁρισμὸς ἀεὶ τοῦ ὁριστοῦ πλεονάζειν τῷ λόγῳ. οὐ γὰρ ἕν ἐστι τῇ λέξει ἄνθρωπος καὶ ζῷον λογικὸν θνητόν· ἕκαστον 〈δὲ〉 ὁριστὸν ὀνόματος χώραν πρὸς τὸν ἀποδιδόμενον αὐτοῦ ὁρισμὸν ἔχει. καὶ αὐτὸ τοῦτο ὡς ἄτοπον προστέθεικεν· εἰ γὰρ ὁ μὲν ὁρισμὸς πλεονάζει τοῦ ὁριστοῦ τῷ λόγῳ, ἐπ’ ἄπειρον δὲ οἱ ὁρισμοὶ γίνοιντο, ἐπ’ ἄπειρον ἂν οἱ λόγοι αὔξοιντο δι’ ὧν οἱ ὁρισμοί· τοῦτο δὲ ἄτοπον. οὔτε δὲ οἷόν τε τοῦ ἀποδοθέντος ὁρισμοῦ ὁρισμόν τινα εἶναι, ὡς εἶναι τοῦ μὲν ζῴου τὸ οὐσίαν ἔμψυχον αἰσθητικὴν ὁρισμόν, τοῦ δὲ ὁρισμοῦ τούτου πάλιν ἄλλον τινὰ ὁρισμόν, ἢ καὶ ἑκάστου τῶν ἐν τῷ ὁρισμῷ. ὅσῳ γὰρ ἂν πορρωτέρω προέλθῃ τοῦ προσεχοῦς λόγου τοῦ ἀνθρώπου ὃν ὁρίζεται, ἔλαττον2 ἀποδώσει 〈τὸ〉 τοῦ ἀνθρώπου εἶδος καὶ ἔλαττον αὐτὸν ὁριεῖται· ἀεὶ γὰρ ὁ πρῶτος καὶ προσεχὴς λόγος ἀποδοθεὶς ὁρισμός ἐστι τοῦ πράγματος, ὁ δὲ ὕστερος οὐκέτι ἐκείνου ἀλλὰ τοῦ περὶ ἐκείνου ἀποδοθέντος. εἰ οὖν ὁ πρῶτος ἀποδοθεὶς μή ἐστιν ὁρισμός, οὔτε ὁ δεύτερος οὔτε δὲ ὁ τρίτος. ἕκαστος γὰρ τούτων ὁρισμὸς γίνεται τοῦ πρὸ αὐτοῦ ἀποδοθέντος ὁρισμοῦ, ἀλλ’ οὐ τοῦ πράγματος· οὗ γὰρ μή ἐστιν ὁρισμὸς τὸ πρῶτον ἀποδοθέν, τούτου πολὺ ἧττον ἂν εἴη ὁρισμὸς τὸ μετὰ τὸ πρῶτον ἀποδοθέν. εἰ γὰρ ὁ μὲν πρῶτος ἀποδοθεὶς ὡς τοῦ πράγματος ἀποδέδοται, ὁ δὲ δεύτερος ὡς τοῦ λόγου τοῦ περὶ τοῦ πράγματος ἀποδεδομένου, εἰ ὁ πρῶτος μή ἐστι τοῦ πράγματος, οὐδ’ ἂν ὁ δεύτερος αὐτοῦ εἴη, ἐπεὶ καὶ ὁ πρῶτος ἠδύνατο αὐτοῦ εἶναι.3 καθόλου γὰρ ἐν οἷς τὸ πρῶτον μή ἐστιν, οὐδὲ τὸ δεύτερον, ὥστε ὧν μή ἐστιν ὁρισμός τις πρῶτος, οὐδ’ ἂν δεύτερος αὐτῶν εἴη.

“但是,本体(何以是其所是)亦不可能被还原。” 他的意思乃是:何以是其所是,即定义,同样不可能被还原为另一定义,以致形式因走向无限。他加上“在言辞上更为繁复的[定义]”是极其恰当的,因为定义总是比事物更为繁复,正如“理性的有死动物”比“人”更为繁复。因此,如果对于这一定义亦存在另一个定义,那么显而易见,正如我们在概论中所说,切近的定义更为是定义,而随后的定义则并非严格意义上的定义。因此,如果表述为“理性的有死动物”的切近定义不适用,那么随后的定义就更不可能适用了。由此他指明了,依形式的原因(因为此即是何以是其所是)亦不会走向无限的进程,并非对于已被接受的形式和定义,总是又存在着另一个定义与另一种形式。而他通过加上“在言辞上更为繁复”表明了这一点。因为定义在言辞上似乎总是比被定义者更为繁复。因为在措辞上,“人”与“理性的有死动物”并不是同一的;每一个被定义者相对于为其给出的定义而言,都占据着名称的地位。而他正是将这一点作为荒谬的结果加以补充的;因为如果定义在言辞上比被定义者更为繁复,而定义又是走向无限的,那么通过它们构成定义的言辞便会无限增加;而这是荒谬的。给出的定义同样不可能再有某种定义,以至于“动物”的定义是“有灵魂的感觉实体”,而这一定义又有某种别的定义,或者定义中的每一个成分皆是如此。因为一个人越是远离他所定义的人的切近言辞,他给出的关于人的形式就越少,对人的定义也就越不充分;因为最初给出的切近言辞总是事物的定义,而随后的言辞不再是关于那个事物的,而是关于为那个事物所给出的定义的。因此,如果最初给出的不是定义,第二和第三个也都不是定义。因为这其中的每一个都成为在它之前给出的定义的定义,而不是事物的定义;因为对于最初给出者并不作为其定义的事物而言,在最初之后给出者便更不可能是其定义了。因为如果最初给出者是作为事物的定义而给出,而第二者则是作为关于该事物给出的言辞的定义而给出,那么如果第一者不属于该事物,第二者亦不可能属于该事物,因为[若第二者能属于它,]第一者本也可以属于该事物。因为一般而言,凡第一者不存在之处,第二者亦不存在,因此对于凡不存在某种最初定义的事物而言,亦不可能有它们的第二定义。

语法注3 条
  1. 2.23τὸ δὲ πλεονάζοντα τῷ λόγῳ

    引自亚里士多德原文(994b16–17: εἰς ἄλλον ὁρισμὸν πλεονάζοντα τῷ λόγῳ)的短语,中性冠词 τὸ 使整个引句名词化。分词 πλεονάζοντα 为阳性宾格单数,与从原文省略的被修饰词 ὁρισμόν(定义)在性数格上保持一致。

  2. 2.23ὅσῳ γὰρ ἂν πορρωτέρω προέλθῃ... ἔλαττον

    ὅσῳ... ἔλαττον 构成表示比例的相依结构(“越……就越不……”)。虚拟语气 προέλθῃ 的主语是不定的泛指主体(“人”或“定义者”)。关系代词 ὃν 的先行词为 ἀνθρώπου,并作 ὁρίζεται 的宾语。

  3. 2.23ἐπεὶ καὶ ὁ πρῶτος ἠδύνατο αὐτοῦ εἶναι

    由 ἐπεί 引导的原因从句,使用未完成过去时直陈式 ἠδύνατο 表达一种反事实的或逻辑上的潜在可能性:“因为[若第二者能属于它,]第一者本来也应能属于它”——这为“第一者若不适用,第二者亦不可能适用”这一推论提供了反诘性的逻辑理据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:130.1-131.2