- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:128.10-129.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯依循亚里士多德,从善以及理智与自然的内在目的性论证了目的因绝非走向无限(994b9–16),进而根据定义依赖于无中介前提及知识得以确立的根据,论证了本质(形式因)亦不可能无限地还原为其他定义(994b16起)。
" Ἔτι τὸ οὗ ἕνεκα τέλος, τοιοῦτον δὲ ὃ μὴ ἄλλου ἕνεκα." Φησὶν ὅτι καὶ ἐπὶ τοῦ τελικοῦ αἰτίου οὐκ ἐπ’ ἄπειρόν ἐστιν ἡ πρόοδος τοῦ οὕτως αἰτίου. ἔστι γὰρ τὸ τελικὸν αἴτιον οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ μηδενός· τὸ δὲ τοιοῦτον ἔσχατον. ὥστ’ εἰ μὲν ἔστι τὸ ἔσχατον αἴτιον ἐν τοῖς φύσει γινομένοις, τοῦτο δέ ἐστι τὸ τελικόν, οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος ἐπὶ τὸ κάτω· εἰ δὲ ἔστιν ἐπ’ ἄπειρον, οὐκ ἔστι τὸ τελικὸν αἴτιον οὐδὲ τὸ οὗ ἕνεκεν ἐν τοῖς γινομένοις φύσει. ἀλλὰ τὸ λέγειν μὴ εἶναι τὴν τοιαύτην ἐν τοῖς φύσει γινομένοις αἰτίαν ἐξαιρεῖν ἐστι τὴν τοῦ ἀγαθοῦ φύσιν ἐκ τῶν γινομένων· τὰ γὰρ ἄλλα ἀγαθοῦ ἕνεκα γίνονται, τοῦτέστι τοῦ τελικοῦ. καὶ τοῦτο δῆλον ἐκ τῆς ἐπαγωγῆς· “πᾶσα γὰρ τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ”, ὡς εἶπεν ἀρχόμενος τῶν Νικομαχείων· καὶ ἔστι τὸ κυριώτατον ἀγαθόν, “οὗ πάντα ἐφίεται.” ὥστε ἐν πᾶσι τοῖς κατὰ λόγον ἢ φύσιν γινομένοις τὸ ἀγαθὸν τέλος ἐστίν· οὐδὲ γὰρ τὴν ἀρχὴν ἐγχειρεῖ τις πράττειν καὶ ποιεῖν, εἰ μὴ μέλλοι ἐπὶ τέλος ἄξειν αὐτό.1 ὥστ’ εἰ σκοπὸς τῶν πραττομένων τὸ τέλος, καὶ τὸ τοιοῦτον αἴτιον εἰ μὴ εἴη, οὐδ’ ἂν τὴν ἀρχὴν εἴη τι γιγνόμενον. ἔτι ἀναιρεθήσεται τὸ νοῦν εἶναι καὶ φύσιν ποιητικὰ ἐν τοῖς οὖσι· πάντα μὲν γὰρ τὰ κατὰ φύσιν καὶ τὰ κατὰ νοῦν * * * γίνεται, οὐδ’ ἂν κατὰ νοῦν τι ἢ φύσιν γίνοιτο.2 ἔτι, ὡς εἶπεν ἐν τοῖς Ἠθικοῖς, μάτην ἂν ἡ ὄρεξις εἴη, εἰ μὴ εἴη τι τέλος ἁπάντων τῶν πρακτῶν, ἀλλὰ ἐπ’ ἄπειρον ἄλλο ἄλλου χάριν γίνοιτο. καίτοι οὐδεὶς ἄν ἐγχειρήσειε. διὰ τῆς ἐναργείας οὖν ἔδειξεν ὅτι ἀδύνατον τὴν τοιαύτην αἰτίαν ἐκ τῶν ὄντων ἀνῃρῆσθαι. ἔτι δὲ εἰ ἔστιν ἐφ’ ἑκάστου τῶν γινομένων τὸ τέλος ὡρισμένον, οὐκ ἂν ἐπ’ ἄπειρον ἡ κατὰ τὸ τέλος αἰτία προΐοι. συστησάμενος οὖν τὸ εἶναι τὴν κατὰ τὸ τέλος αἰτίαν, μεταλαβὼν τὸ τέλος εἰς τὸ πέρας ἔδειξε καὶ οὕτως ὅτι μὴ ἐπ’ ἄπειρον τὰ αἴτια· ὧν γὰρ πέρας ἐστί, ταῦτα οὐκ ἄπειρα.
“再者,为其缘故者即是目的,而这样的事物乃是不为了其他事物的缘故者。” 他说,在目的因的情形中,以此方式作为原因者的进程同样不是走向无限的。因为目的因乃是其他事物为了它而存在、它自身却不为了任何事物的缘故者;而这样的事物是终极的。因此,如果在依自然生成的事物中存在着终极原因,且此即是目的因,那么向下的进程便不是走向无限的;但如果它是走向无限的,那么在依自然生成的事物中便既不存在目的因,亦不存在为其缘故者。然而说在依自然生成的事物中不存在这样的原因,就是从生成的事物中排除了善的本性;因为其他事物乃是为善的缘故而生成,也就是为了目的因。而这一点从归纳中也是显而易见的:“因为一切技术与一切探求,同样地实践与抉择,似乎都追求某种善”,正如他在《尼各马可伦理学》开篇所说的那样;而“一切事物所追求的”乃是最高主导的善。因此,在依理性或自然而生成的一切事物中,善乃是目的;因为如果不是将要把它导向目的,人们从一开始就根本不会企图去行动或制作。因此,如果实践之事的标杆乃是目的,且如果不存在这样的原因,从一开始也就根本不会有任何事物生成。此外,理智与自然在存在物中具有能作性这一论点也将被否定;因为依自然与依理智的事物全部都是[为了目的]生成的,[若没有目的因]便不会有任何事物依理智或依自然而生成。再者,正如他在《伦理学》中所说,如果对于一切可做之事不存在某种目的,而是一个为了另一个的缘故生成以至无限,那么欲望就会是徒劳的。然而,[若无目的]绝没有人会企图[行动]。因此,他通过自明的事实指明了,从存在物中否定这样的原因乃是不可能的。此外,如果对于每一个生成的事物而言目的都是确定的,那么依目的的原因便不会走向无限。于是,他在确立了依目的之原因的存在之后,又将目的转换为限度,以此同样指明了诸原因并不是走向无限的;因为凡有限度的事物,皆非无限。
"Ἀλλὰ μὴν οὐδὲ τὸ τί ἦν εἶναι ἐνδέχεται ἀνάγεσθαι εἰς ἄλλον ὁρισμόν." Προέκειτο αὐτῷ δεῖξαι ὅτι οὐχ ὑπάρχουσιν ἄπειρα τὰ αἴτια. δείξας τοίνυν διὰ τῶν φθασάντων ὅτι οὐκ ἔστιν ἐπ’ ἄπειρον τὸ ποιητικὸν αἴτιον, ἐπεὶ οὕτως τὸ αὐτὸ ἔσται καὶ αἴτιον καὶ αἰτιατόν, καὶ ἀναιρεθήσεται τὸ κυρίως ποιητικὸν αἴτιον (δεῖ γὰρ τὸ κυρίως αἴτιον μόνον αἴτιον εἶναι, οὐ μέντοι γε καὶ αἰτιατόν· εἰ δὲ οὕτως ὑποθώμεθα, 〈ἐπ’〉 ἄπειρον ἔσται τὸ αὐτὸ καὶ αἴτιον καὶ αἰτιατόν, καὶ οὕτως, ὡς εἴρηται, ἀναιρεθήσεται τὸ ποιητικὸν αἴτιον), δείξας οὖν ὅτι οὐκ ἔστιν ἄπειρον τὸ ποιητικόν, ἔδειξεν ὅτι οὐδὲ τὸ ὑλικόν, ἐπεὶ οὕτως δεησόμεθα ἑτέρας ὕλης, καὶ ἔσται οὕτως πρὸ τῆς γενέσεως αὐτῆς· εἶτα πάλιν ἔδειξεν ὅτι οὐδὲ τὸ τελικὸν αἴτιόν ἐστιν ἐπ’ ἄπειρον, ἐπεὶ οὕτως ἀναιρεθήσονται αἱ πράξεις καὶ αἱ τέχναι καὶ ἡ φύσις, καὶ ὁ νοῦς ἔσται ἀνόητος μὴ ἔχων τέλος. ταῦτα τοίνυν δείξας διὰ τῶν προλαβόντων ἐντεῦθεν δείκνυσιν ὅτι οὐδὲ τὸ εἰδικὸν αἴτιόν ἐστιν ἐπ’ ἄπειρον. τὸ γὰρ εἰδικὸν αἴτιον οὐδέν ἐστιν ἄλλο ἢ ὁρισμός, οἱ δὲ ὁρισμοὶ κρατύνονται ἐκ τῶν ἀμέσων προτάσεων. εἰ οὖν ἐπ’ ἄπειρον ὑποθώμεθα εἶναι τοὺς ὁρισμούς, οὐκ ἔσται ἄμεσος πρότασις· εἰ δὲ μὴ ὑπάρχουσιν ἄμεσοι προτάσεις, ἀναιρεθήσεται γνῶσις. ὡς γὰρ εἴρηται ἐν τῇ Ἀποδεικτικῇ, μὴ οὔσης προτάσεως ἀναποδείκτου καὶ ἀμέσου οὐδὲν ἔσται ἀποδεικτόν· δεήσει γὰρ πασῶν τῶν προτάσεων ζητεῖν ἡμᾶς ἀποδείξεις ἐπ’ ἄπειρον· τὸ δὲ ἄπειρον ἀδιεξίτητον, ὥστε ἀναιρεθήσεται γνῶσις. εἰ γὰρ τῷ ὄντι ἀπείρους ὑποθώμεθα τοὺς ὁρισμούς, ἀδύνατον δέ ἐστι τὸ ἄπειρον διεξελθεῖν, δεόμεθα δὲ πάντως τῶν ὅρων πρὸς τὸ γνῶναι τὸ πρᾶγμα, εἴ γε διὰ τῶν ὁρισμῶν αἱ οὐσίαι δηλοῦνται, δῆλον ὅτι ἀναιρεθήσεται πᾶσα γνῶσις. πρὸς τούτοις εἰ δεόμεθα ἑτέρου ὁρισμοῦ πρὸς τὸ γνῶναι ὅτι ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστι, τούτου αὐτοῦ οὐ δυνατόν ἐστιν οὐδὲ τὸν ἀποδιδόμενον ὁρισμὸν εἶναι, τοῦ ἀνθρώπου.3 εἰ γὰρ μὴ ἐφαρμόζει τὸ ζῷον τῷ ἀνθρώπῳ, οὐδὲ ὁ ὁρισμὸς τοῦ ζῴου ἐφαρμόζει αὐτῷ· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ λογικοῦ καὶ θνητοῦ καὶ τοῦ νοῦ καὶ ἐπιστήμης δεκτικοῦ. τῷ ὄντι γὰρ τὰ προσεχῆ μᾶλλον ἐφαρμόττουσι τοῖς πράγμασιν ἤπερ τὰ πορρωτέρω· διὸ ὁ λέγων τὸν Σωκράτην ἄνθρωπον μᾶλλον κατορθοῖ ἤπερ ὁ λέγων αὐτὸν ζῷον. οὕτως οὖν φαμεν καὶ ἐπὶ τῶν ὁρισμῶν, ὅτι μᾶλλον ἐφαρμόττουσιν οἱ προσεχεῖς ὁρισμοὶ τοῖς πράγμασιν ἤπερ οἱ πορρωτέρω.
“但是,本体(何以是其所是)亦不可能被还原为另一定义。” 他的既定任务是证明原因并非无限存在。于是,在通过前述论证指明了动力因不是走向无限的之后——因为若是那样,同一事物将既是原因又是结果,严格意义上的动力因将被否定(因为严格意义上的原因必须仅仅是原因,绝不可同时亦是结果;但如果我们这样假定,同一事物将无限地既是原因又是结果,这样一来,正如所说的那样,动力因将被否定)——他在指明了动力因不是无限的之后,又指明了质料因亦非无限,因为若是那样我们将需要另一质料,从而它将在自身的生成之前便已存在;随后他又指明了目的因亦非走向无限,因为若是那样实践、技术与自然都将被否定,而理智亦因没有目的而成为无理智的。因此,在通过前述论点指明了这些之后,他从这里指出形式因同样不是走向无限的。因为形式因无非是定义,而定义乃是由无中介的前提所确立的。因此,如果我们假定定义走向无限,便不会有无中介的前提;而如果不存在无中介的前提,认识便将被否定。因为正如在《后分析篇》(证明论)中所述,若不存在不可证明且无中介的前提,便不会有任何可证明之物;因为我们将不得不去探求一切前提的证明以至无限;而无限是不可遍历的,从而认识将被否定。因为如果我们确实假定定义是无限的,而遍历无限又是不可能的,且如果我们完全需要定义项来认识事物——既然实体正是通过定义而被阐明的——那么显而易见,一切认识都将被否定。除这些之外,如果我们为了认识人是理性的有死动物而需要另一个定义,那么对于这本身即人而言,所给出的定义甚至也是不可能存在的。因为如果动物不适用于人,动物的定义亦不适用于人;在理性的、有死的以及能接受理智与知识上亦同样如此。因为在实际上,较切近者比起较遥远者更适用于事物;因此,说苏格拉底是人的人,比起说他是动物的人更为切中。因此,我们在定义的问题上也同样说,较切近的定义比起较遥远者更适用于事物。
- 2.21οὐδὲ γὰρ τὴν ἀρχὴν ἐγχειρεῖ τις πράττειν καὶ ποιεῖν, εἰ μὴ μέλλοι ἐπὶ τέλος ἄξειν αὐτό
带否定词的宾格副词用法 τὴν ἀρχήν 意为“根本/从一开始”。条件句中归结从句使用现在时直陈式 ἐγχειρεῖ 表述一般性或反事实语气,条件从句 εἰ μὴ μέλλοι(带希求法)表示缺乏将事情引向终点的意向。αὐτό 概括性地指代所着手的事业或活动。
- 2.21πάντα μὲν γὰρ τὰ κατὰ φύσιν καὶ τὰ κατὰ νοῦν * * * γίνεται, οὐδ’ ἂν κατὰ νοῦν τι ἢ φύσιν γίνοιτο
底本在此标有脱文(lacuna)。从句法上看,前半句肯定性陈述(凡依自然和依理智的事物皆[为了目的]而生成)与后半句带 ἄν 的希求法归结从句(否则绝无事物依理智或自然生成)构成对照,语义上需补充如“为了某种目的”之含义。
- 2.22τούτου αὐτοῦ οὐ δυνατόν ἐστιν οὐδὲ τὸν ἀποδιδόμενον ὁρισμὸν εἶναι, τοῦ ἀνθρώπου
倒装与属格同位结构。τούτου αὐτοῦ 由句末的同位语 τοῦ ἀνθρώπου(“此物自身即人”)加以说明;不定式短语的主语是 τὸν ἀποδιδόμενον ὁρισμόν(“所给出的定义”),依附于 οὐ δυνατόν ἐστιν εἶναι。整个骨架意为:“对于这本身即人而言,所给出的定义甚至都不可能存在/成立”。
