← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§12.1-12.33

技术的发展阶段与埃及数学的起源

阿斯克勒庇俄斯的注释阐明了在大洪水之后技术的发现者受人尊崇的缘由,论述了从满足生存必需的技术到带来生活便利的技术、再到以纯粹灵魂认知为目的的数学科学这一知识的发展脉络,并解释了享有充分闲暇的埃及祭司如何通过对天象的经验积累最终确立了数学学科。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16

" Τὸ μὲν οὖν πρῶτον εἰκός." Κατὰ κοινοῦ δεῖ ἀκούειν τὸ εἰκός·1 φησὶν οὖν ὅτι τὸ πρῶτον μετὰ τὸν κατακλυσμὸν τὸν εὑρηκότα τέχνην ὁποιανοῦν παρὰ τὰς κοινὰς αἰσθήσεις2 θαυμάζεσθαι ὑπὸ τῶν ἀνθρώπων, οὐ μόνον διὰ τὸ χρήσιμον, ἀλλὰ καὶ ὡς σοφὸν καὶ διαφέροντα τῶν ἄλλων τῶν κατ’ αἴσθησίν τι πραττόντων. τὸ δὲ παρὰ τὰς κοινὰς αἰσθήσεις οὐ λέγει καθὼς εἴρηται αὐτῷ ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ, ὅτι οὐκ ἔστιν ἑτέρα αἴσθησις παρὰ τὰς πέντε αἰσθήσεις, ἀλλ’ ὅτι τὸ εὑρεῖν δύνασθαι ἐνεργεῖν ἐστι κρειττόνως ἢ κατ’ αἴσθησιν, οἷον τὸ ζητεῖν αἰτίαν δι’ ἣν οὐκ αὔξεται ἡ θάλαττα τοσούτων ποταμῶν εἰς αὐτὴν ἐμβαλλόντων.

“因此起初,[……是]大概合理的。” 必须将“大概合理的”一词共同贯通理解:因此他说,在大洪水之后的起初,无论何人只要发现了超越共同感觉的某种技术,便受人赞叹,这大概是合理的;这不仅是因为其有用性,也是因为他被视为有智慧的,且不同于其他那些依感觉而行事的众人。至于“超越共同感觉”,他所言并不是如他在《论灵魂》专论中所说的那样“除了五种感觉之外没有别的感觉”,而是指能够进行发现乃是以优于依感觉而行事的方式活动,例如探究有如此多的江河流入大海而大海却不曾涨溢的原因。

§1.17

"Πλειόνων δὲ εὑρισκομένων τεχνῶν." Φησὶν ὅτι πολλαὶ τέχναι παρὰ τοῖς ἀνθρώποις εὑρίσκονται, καὶ αἱ μὲν πρὸς τὰ ἀναγκαῖα ἡμῖν συμβάλλονται, ὥσπερ ἀρτοποιία καὶ ὑφαντική, ἄλλαι δὲ πρὸς διαγωγὴν καὶ εὐκολίαν, ὡς ἐπὶ τοῦ ἀργυρίου εἰρήκαμεν καὶ τῶν βαλανείων. σοφωτέρους οὖν κρίνομεν τοὺς τοιούτους ἐκείνων,3 τουτέστι τοὺς τὴν εὐκολίαν εὑρηκότας, διὰ τὸ μὴ πρὸς χρῆσιν εἶναι τὰς ἐπιστήμας αὐτῶν. ὅθεν εὑρεθεισῶν πασῶν τῶν τεχνῶν τῶν συμβαλλομένων πρὸς τὰ ἀναγκαῖα καὶ τὴν εὐκολίαν εὑρέθησαν ὕστερον ἐπιστῆμαι, αἵτινες οὔτε πρὸς ἡδονὴν οὔτε πρὸς τὰ ἀναγκαῖα χρησιμεύουσιν, ἀλλὰ πρὸς τὴν τῆς ψυχῆς γνῶσιν. λέγει δὲ τὰ μαθήματα, γεωμετρίαν, ἀριθμητικήν, μουσικήν, ἀστρονομίαν. ἐζήτησαν γὰρ διὰ τί ποτὲ μὲν γίνονται μεγάλαι αἱ ἡμέραι, ποτὲ δὲ μικραί, καὶ διὰ τί ποτὲ μὲν θέρος, ποτὲ δὲ χειμών, καὶ ὅσα ἄλλα τοιαῦτα. καὶ μάλιστα τὰ τοιαῦτα κατωρθώθησαν ἐν τοῖς τόποις, ἐν οἷς ἐσχόλαζον τούτοις οἱ ἄνθρωποι. λέγει δὲ τὴν Αἴγυπτον· ἐκεῖσε γὰρ πρῶτον συνέστησαν αἱ μαθηματικαὶ ἐπιστῆμαι, ἐπειδὴ οἱ ἱερεῖς τὰ ἀναγκαῖα εἶχον ἄλλοθεν αὐτοῖς παρεχόμενα καὶ ἐσχόλαζον μόνοις τοῖς μαθήμασιν· διὸ καὶ ἐν τοῖς ἱερογλυφικοῖς γράμμασι ταῦτα εἶχον γεγραμμένα. ὅτι δὲ καὶ αἱ μαθηματικαὶ ἐπιστῆμαι ἐξ ἐμπειρίας ἤρξαντο, ἐνεδείξατο διὰ τῶν ἱερέων τῶν ἐν Αἰγύπτῳ. ἐν γὰρ τῷ σχολάζειν διὰ τῶν τηρήσεων τῶν κατ’ οὐρανὸν γινομένων ἐμπειρίαν πρῶτον ἔσχον, εἶτα τέχνην συνεστήσαντο. οὕτως δὲ καὶ ἡ γεωμετρία κατὰ τὴν ἀρχὴν εὑρέθη ἀπὸ τῆς γεωδαισίας. ὥσπερ δὲ ἡ εὕρεσις τῶν τοιούτων ὑπὸ τῶν σχολαζόντων, οὕτω καὶ ἡ περὶ ταῦτα ἐνέργεια σχολῆς δεῖται.

“然而随着更多技术的发现。” 他说,许多技术在人们之中被发现,其中一些有助于我们必需的事物,例如面包制作与纺织,另一些则有助于消遣与便利,正如我们在银钱和浴场的事例中所说的那样。因此,我们判定这样的人,即那些发现了便利的人,比起前述那些人[必需技术的发明者]更为有智慧,因为他们的知识不是为了实用目的。由此,在有助于必需事物和便利的一切技术都被发现之后,后来又发现了既不用作快乐、也不用作必需事物,而是为了灵魂之认识的诸种科学。他指的是数学学科:几何学、算术、音乐、天文学。因为他们探究了为何昼时忽长忽短,为何忽为夏季忽为冬季,以及所有其他诸如此类的事情。而这类成就尤其在人们对这些事物享有闲暇的地区得以达成。他指的是埃及;因为数学科学最初是在那里建立起来的,因为祭司们所必需的物品由别处供给,他们得以为数学学科专门享有闲暇;因此他们也在象形文字中记载了这些内容。而数学科学也是由经验开始的,这一点他是通过埃及的祭司们表明的。因为在享有闲暇之中,通过对天空发生的诸现象的观测,他们首先获得了经验,随后建立了技术。几何学在起初也是这样从土地测绘中被发现的。正如这类学科的发现是由享有闲暇之人完成的,关于这些学科的活动同样需要闲暇。

语法注3 条
  1. 1.16Κατὰ κοινοῦ δεῖ ἀκούειν τὸ εἰκός

    短语 κατὰ κοινοῦ 是语法学和修辞学中的常见术语,指示前面的词(此处为 εἰκός,“是合理的/应当的”)须跨越语境共同补充到后接的带不定词的宾格结构(τὸν εὑρηκότα... θαυμάζεσθαι)中进行解读(即 ἀπὸ κοινοῦ 结构)。

  2. 1.16παρὰ τὰς κοινὰς αἰσθήσεις

    介词 παρά 既可表示“在……之外(附加)”,亦可表示“超越……”。注释家在此明确辨析:此处并非指《论灵魂》中讨论的在五种感觉之外附加另一种感觉,而是指认识活动“超越了”(κρειττόνως ἢ κατ’ αἴσθησιν)单纯的感官知觉范围。

  3. 1.17σοφωτέρους οὖν κρίνομεν τοὺς τοιούτους ἐκείνων

    属格 ἐκείνων 由比较级 σοφωτέρους 支配,作比较属格使用,在语境中指代前一句所提到的那些服务于必需之物的技术(如面包制作、纺织)的发明者,与指示代词短语 τοὺς τοιούτους(那些发现便利的人)形成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:12.1-12.33