- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:126.25-128.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷二第二章(994b3–994b6),论证在两种严格的变化模式(元素的相互逆转与朝向完满的目的论进程)中,原因都绝不可能沿直线无限推进。随后他进一步指出,若质料因向下无限延展,则永恒的第一底层主体将被消灭,从而确证了第一质料的永恒性与不可毁灭性。
" Ἀμφοτέρως δὲ ἀδύνατον εἰς ἄπειρον ἰέναι." Ἐντεῦθεν δείκνυσιν ὅτι κατ’ οὐδένα τῶν κυρίως τρόπων, καθ’ οὓς φαμεν τόδε ἐκ τοῦδε γίνεσθαι (ταῦτα γὰρ κυρίως αἴτια καὶ ἐξ αἰτιῶν γίνονται· τὰ γὰρ τοῦ χρόνου οὐ τοιαῦτα, ἀλλὰ θέσει καὶ μόνῃ ὑπάρχουσι, διὸ καὶ παρῃτήσατο αὐτά· οὔτε γὰρ θάτερον αὐτῶν εἰς θάτερον μεταβάλλει οὔτε δὲ συντελεῖ τὰ Ἴσθμια εἰς τὰ Ὀλύμπια), λαβὼν οὖν τοὺς δύο τρόπους τοὺς προρρηθέντας, καθ’ οὓς κατὰ μεταβολήν τινος ὑποκειμένου τόδε τι γίνεται, δείκνυσι1 κατὰ μηδέτερον αὐτῶν ἐπ’ ἄπειρον δυναμένην τὴν πρόοδον γίνεσθαι. τὰ μὲν γὰρ κατὰ φθοράν τινος ἐξ αὐτοῦ λεγόμενα γίνεσθαι, 〈ἃ〉 ἐκ τῆς γενέσεως γίνεσθαι λέγει, οὐκ ἐκ τοῦ γινομένου καὶ ἤδη ὄντος, ἀνακάμπτειν εἰς ἄλληλα· ὡς γὰρ ἐξ ὕδατος ἀήρ, οὕτω καὶ ἐξ ἀέρος ὕδωρ γίνεσθαι. καὶ τοῦτο ἐναργές· διὸ καὶ ταὐτὸν αὐτοῖς τὸ ὑποκείμενον καὶ ἡ ὕλη. τὰ δὲ ἀνακάμπτοντα φανερὸν ὅτι οὐκ ἐπ’ ἄπειρον προέρχονται. τὰ δὲ ἐκ τοῦ γεγονότος ἤδη καὶ ὑπομένοντος αὐτοῦ καὶ γινομένου μεταβάλλοντα εἴτε κατ’ αὔξησιν εἴτε 〈εἰς〉 τὴν κατ’ εἶδος τελειότητα, οὐκ ἀνακάμπτει μὲν εἰς ἄλληλα, ἐπὶ δὲ τὸ τελειωθῆναι ἐπείγεται. τῶν μὲν οὖν οὕτως γινομένων ὡς τῶν μεταξὺ ὑπομενόντων καὶ τελειουμένων ὁρῶμεν ὅτι πάντων τέλος τί ἐστιν, ὃ γίνεται, καὶ οὐκ ἔστιν εἰς ἄπειρον ἡ εἰς τὴν τελειότητα τὴν οἰκείαν γινομένη πρόοδος αὐτῶν, ἐπεὶ οὕτως μάτην τοῦ τέλους ἐφίενται. τῶν δὲ κατὰ φθορὰν ἡ θατέρου φθορὰ θατέρου ἐστὶν γένεσις, καὶ διὰ τοῦτο ἀνακάμπτουσιν εἰς ἄλληλα· εἰ δὲ ἀνακάμπτουσιν, οὐκ ἐπ’ ἄπειρον προέρχεται κατ’ εὐθυωρίαν † ἔπειτα οὕτως αἴτια * * * ἐπὶ τῶν οὕτως γινομένων μήτε ἐπὶ τῶν ἐκείνως ἐπ’ ἄπειρον γίνεται ἄλλο ἄλλου αἴτιον κατ’ εὐθυωρίαν, μόνως δὲ οὕτως ἄλλο ἐξ ἄλλου γίνεται, οὐδὲ ὅλως ἂν εἴη ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν ἄλλο ἐξ ἄλλου γινόμενον.
“然而在两种方式中,都不可能走向无限。” 从这里起他指出,在据以言说此物由彼物生成的任一严格方式中(因为这些是严格意义上的原因且由原因生成;而时间上的事物并非此类,它们仅仅依设定而存在,因此他也略去了它们;因为它们既非一方转变成另一方,地峡运动会亦不对奥林匹亚运动会产生贡献),在取了前面述及的、据以依据某种底层主体的变化而生成某一特定事物的这两种方式之后,他指出按照其中的任何一种方式,进程都不可能走向无限。因为那些据称依照某物的消灭而从该物生成的事物——他称之为“从生成”生成、而非从正在生成且已存在的事物生成者——乃是相互逆转的;因为正如水生成气,气也同样生成水。而这是显而易见的;因此它们所具有的底层主体与质料乃是同一的。而逆转的事物显然不会走向无限。另一方面,那些从已经生成且自身持存并正在生成的事物出发,或依生长或向着形式上的完全性而转变的事物,虽然并不相互逆转,却急迫地奔向被完全化。因此,在那些以此种方式、作为居间持存并被完全化而生成的事物中,我们看到对于一切事物而言都存在着某种生成的目的,且它们向着自身特有完全性的进程并不是无限的,否则它们追求目的便是徒劳的。至于依消灭而生成的事物,一方的消灭即是另一方的生成,因此它们相互逆转;而如果它们逆转,便不会依直线向无限前进[……]因此,无论在依此方式生成的事物中,还是在依彼方式生成的事物中,都不会依直线向无限发生此者成为彼者的原因,且既然仅能以此种方式由一物生成另一物,那么依直线向无限由一物生成另一物也是绝不可能的。
"Ἅμα δὲ καὶ ἀδύνατον τὸ πρῶτον ἀΐδιον 〈ὂν〉 φθαρῆναι." Φησὶν ὅτι ἀδύνατόν ἐστι τὴν πρώτην ὕλην ἀΐδιον οὖσαν φθαρῆναι, ἐπεὶ οὕτως ἔσται πρὸ τῆς φθορᾶς αὐτῆς ἐφθαρμένη, ὅπερ ἀδύνατον· πᾶν γὰρ τὸ φθειρόμενον εἰς ὕλην φθείρεται, καὶ ἔσται ἅμα σωζόμενον καὶ ἐφθαρμένον. ἐπεὶ οὖν, ὡς ἐδείχθη, οὐκ ἔστιν ἄπειρος ἡ γένεσις ἐπὶ τὸ ἄνω, 〈ἀνάγκη〉, ἐξ οὗ φθαρέντος πρώτου τι ἐγένετο, μὴ ἀΐδιον εἶναι,23 οἷον τὸ πῦρ, εἰ τύχοι, ἵνα ὑποθώμεθα ὅτι ἐξ αὐτοῦ πρώτου ἡ γένεσις. εἰ οὖν ἐξ αὐτοῦ πρώτου ἐγένετο φθαρέντος, φανερὸν ὅτι οὐκ ἂν ἦν τὸ πρῶτον ἀΐδιον. δείξας οὖν κοινῶς πρῶτον μὲν ὅτι μὴ ἐπὶ τὸ ἄνω οἷόν τε ἄπειρα εἶναι τὰ αἴτια, δεύτερον δὲ ὅτι μηδὲ ἐπὶ τὸ κάτω, νῦν καὶ περὶ ἑκάστου ἰδίᾳ τῶν αἰτίων δείκνυσιν, ὅτι μὴ οἷόν τε ἐπ’ ἄπειρον αὐτὰ εἶναι· καὶ πρῶτόν γε ὅτι μὴ ἡ ὑλικὴ αἰτία ἐπ’ ἄπειρόν ἐστι. συγχρῆται δὲ εἰς τὴν δεῖξιν 〈τούτου τῷ〉 μὴ εἶναι εἰς τὸ ἄνω ἐπ’ ἄπειρον προϊόντα τὰ αἴτια, ὃ πρῶτον ἔδειξε· τούτου γὰρ οὕτως ἔχοντος ἀνάγκη τὸ πρῶτον ὑποκείμενον ἀΐδιον εἶναι. εἰ γὰρ ἐγένετο, ἦν ἄν τι πρῶτον αὐτοῦ, ἐξ οὗ ὑποκειμένου ἐγένετο, οὕτως δὲ οὐκέτ’ 〈ἂν〉 ἦν πρῶτον· ἐπειδὴ δὲ μὴ τοῦτο, ἀΐδιον καὶ ἀγένητον τὸ πρῶτον ὑποκείμενον. ἐξ οὗ ἄρα φθειρομένου γίνεται τι, οὐκ ἔστι τοῦτο πρῶτον ὑποκείμενον· οὐ γὰρ ἀΐδιον τὸ φθειρόμενον, τὸ δὲ πρῶτον ὑποκείμενον ἀΐδιον. οὐκ ἄρα, φησίν, ἡ ὕλη φθείρεται ἀλλ’ ἡ αὐτὴ μένει. πρώτου δὲ φθαρέντος εἶπεν ὡς ἴσον τῷ ἐξ οὗ καθ’ αὑτό τι καὶ οὐ κατὰ συμβεβηκὸς φθαρέντος ἐγένετό τι, μὴ ἀίδιον εἶναι. κατὰ συμβεβηκὸς μὲν γὰρ ἡ ὕλη φθείρεται, ὅτι τὸ συμβεβηκὸς αὐτῇ ἡ στέρησις φθείρεται ἐν τῇ γενέσει τῶν ἐκ τῆς ὕλης· τοῦτο γὰρ τὸ καθ’ αὑτὸ φθειρόμενον· καθ’ αὑτὴν δέ φησιν ἄφθαρτον. φθείροιτο δ’ ἂν καθ’ αὑτήν, εἰ ἐπ’ ἄπειρον ἄλλη ἐξ ἄλλης γίνοιτο καὶ μὴ πᾶσιν ἡ αὐτὴ μένοι τοῖς γινομένοις. ὁ λέγων οὖν ἐπ’ ἄπειρον ἐπὶ τὸ κάτω ἄλλο ἄλλου γίνεσθαι ὕλην, οὗτος φθείρεσθαι λέγοι ἂν τὸ πρῶτον ὑποκείμενον, ὃ ἀνάγκη, φησίν, ἀίδιον εἶναι, εἴ γε μηκέτι τούτῳ ἄλλο ὑπόκειται· οὔτε γὰρ ἄνω οὔτε κάτω ἐπ’ ἄπειρον τὰ αἴτια.
“同时,第一者既然是永恒的,亦不可能被消灭。” 他说,第一质料既然是永恒的,便不可能被消灭,因为若是那样,它将在自身的消灭之前便已被消灭,而这是不可能的;因为凡被消灭者皆消灭为质料,它将同时既被保存又被消灭。因此,正如已证明的那样,既然向上方的生成不是无限的,那么由其最初被消灭而某物得以生成者,便必然不是永恒的;例如碰巧是火,若我们假定最初的生成是从它而来的话。因此,如果最初是由它被消灭而生成的,显而易见第一者便不会是永恒的。于是,在首先一般地指明了诸原因在向上方向上不可能无限、其次在向下方向上亦不可能之后,现在他也分别就每一种原因指出它们不可能走向无限;并且首先指出质料因不是无限的。而为了证明这一点,他也共同借助于诸原因在向上方向上不会无限推进这一最初已证明的论点;因为在此点成立的情况下,第一底层主体必然是永恒的。因为如果它曾生成,便会存在某种先于它的东西作为底层主体由以生成,这样它也就不再曾是第一者了;但既然并非如此,第一底层主体便是永恒且无生成的。因此,由其消灭而有某物生成者,并不是第一底层主体;因为被消灭者不是永恒的,而第一底层主体是永恒的。因此他说,质料并不消灭,而是持存为同一。而他所说的“第一者被消灭”,等同于说:由其自身而非偶然地被消灭而有某物生成者,并不是永恒的。因为质料只是偶然地被消灭,乃是由于其偶性即缺乏在由质料生成的事物的生成中被消灭了;因为这才是自身被消灭者;然而就其自身而言,他说它是不可毁灭的。如果一个质料由另一个质料生成以至无限,且对于一切生成的事物而言并不保持同一,那么它就将自身被消灭了。因此,主张在向下方向上一个成为另一个的质料以至无限的人,也就是在说第一底层主体被消灭了;然而他说,若是不再有其他东西居于此物之下,第一底层主体就必须是永恒的;因为原因无论向上还是向下都不是无限的。
- 2.19λαβὼν οὖν τοὺς δύο τρόπους τοὺς προρρηθέντας, καθ’ οὓς κατὰ μεταβολήν τινος ὑποκειμένου τόδε τι γίνεται, δείκνυσι
主句在括号式的解释(ταῦτα γὰρ... τὰ Ὀλύμπια)之后由 λαβὼν οὖν... 重新恢复。分词 λαβών(支配宾语 τοὺς δύο τρόπους)依附于主句谓语动词 δείκνυσι(主语为亚里士多德),而 δείκνυσι 则支配后接的带补充分词的宾格结构(κατὰ μηδέτερον αὐτῶν ἐπ’ ἄπειρον δυναμένην τὴν πρόοδον γίνεσθαι,其中不定式 γίνεσθαι 从属于分词 δυναμένην)。
- 2.20〈ἀνάγκη〉, ἐξ οὗ φθαρέντος πρώτου τι ἐγένετο, μὴ ἀΐδιον εἶναι
由编者校订补出的 〈ἀνάγκη〉 所引导的非人称结构(ἀνάγκη [ἐστὶ]... εἶναι),后接不定式 μὴ ἀΐδιον εἶναι。整个关系子句 ἐξ οὗ φθαρέντος πρώτου τι ἐγένετο(先行词被整合进关系句中)作为不定式 εἶναι 的逻辑主语。
- 2.20πρώτου δὲ φθαρέντος εἶπεν ὡς ἴσον τῷ ἐξ οὗ καθ’ αὑτό τι καὶ οὐ κατὰ συμβεβηκὸς φθαρέντος ἐγένετό τι, μὴ ἀίδιον εἶναι
动词 εἶπεν 引入 ὡς ἴσον τῷ...,与格冠词 τῷ 统辖后方的不定式句 μὴ ἀίδιον εἶναι。关系子句 ἐξ οὗ... ἐγένετό τι 则充当不定式 εἶναι 的主语。
