- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:125.21-126.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》994a30–32,区分了如元素般通过一方的消灭而生成的变化,与如孩童到成人般从不完全向完全的变化。他指出,元素间的变化因共具单一质料而可相互逆转,但后者是在生成之后达成的不可逆过程,因而决不会从成人生成孩童,亦不会从白昼生成早晨。
" Τὸ δὲ ὡς ἐξ ἀέρος ὕδωρ." Εἰρηκὼς καὶ ἐκθέμενος τὴν μεταβολὴν τὴν ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον νῦν ἐκτίθεται τὴν μεταβολὴν τὴν κατὰ γένεσιν. φησὶν οὖν ὅτι τόδε ἐκ τοῦδε φαμεν γίνεσθαι ὡς ἐξ ἀέρος ὕδωρ φθειρομένου τοῦ ἑτέρου· οὔτε γὰρ ἀὴρ γίνεται ὕδωρ, ἀλλὰ φθειρομένου τοῦ ἀέρος οὕτως γίνεται ὕδωρ. διὸ ἐκεῖνα μὲν τὰ προειρημένα οὐκ ἀνακάμπτουσιν εἰς ἄλληλα. καὶ τὴν αἰτίαν ἐξεθέμεθα ἐν τῇ θεωρίᾳ· οὐ γὰρ γίνεται ἐξ ἀνδρὸς παῖς· οὔτε γὰρ τὸ γινόμενον γίνεται ἐκ τῆς γενέσεως. ὡς γὰρ εἴρηται ἐν τῇ Φυσικῇ, ‘οὐκ ἔστι γενέσεως γένεσις οὔτε κινήσεως κίνησις.’ ἡ γένεσις οὖν τοῦ παιδός ἐστιν, ὅταν γένηται ἀνήρ, γινόμενον δὲ τὸ παιδίον. εἰ οὖν μηδὲν γίνεται ἐκ τῆς γενέσεως, τουτέστιν ἐκ τοῦ τέλους τοῦ ἑαυτοῦ, φανερὸν ὅτι οὐδέποτε, φησί, ἐξ ἀνδρὸς παῖς· οὔτε γὰρ ἔχουσιν ἐναντιότητας, ἵνα καὶ ἀνάκαμψις γένηται ὡς ἐπὶ τῶν στοιχείων· ἀλλ’ ἔστιν ἀνὴρ μετὰ τὴν γένεσιν. οὕτω γὰρ καὶ ἡμέραν φαμὲν γίνεσθαι ἐκ τοῦ ὄρθρου τοῦ ἔχοντος ἀμυδρὸν τὸ φῶς· ἀμέλει τοι μετὰ τὸν ὄρθρον γίνεται ἡμέρα, τουτέστι τὸ τέλειον ἐκ τοῦ ἀτελοῦς· οὐ γὰρ τὸ ἀτελὲς γίνεται ἐκ τοῦ τελείου, τουτέστι τὸ πρωῒ ἐκ τῆς ἡμέρας. τὰ γὰρ ὁδεύοντα ἀπὸ ἀτελοῦς ἐπὶ τὸ τέλειον ὁδεύουσιν, οὐ τὸ ἀνάπαλιν· ἡ γὰρ φύσις τῶν πραγμάτων μετὰ τάξεως προέρχεται τῆς δοθείσης ὑπὸ τῆς προνοίας. τὰ δὲ γινόμενα ἀνακάμπτει, καὶ γίνεται ἐκ πυρὸς ἀὴρ καὶ τὸ ἀνάπαλιν, διὰ τὸ [μὴ] εἶναι1 μίαν ὕλην καὶ ἐπιτηδειότητα ἐν αὐτῇ τοῦ δέχεσθαι ἀμφότερα καὶ θεωρεῖσθαι ἐν αὐτῇ τὴν τῶν ἐναντίων ἐπιτηδειότητα.
“而另一种正如水从气[生成一样……]。” 在谈论并阐明了从不完全向完全的变化之后,他现在阐明依生成而发生的变化。于是他说,我们说这一事物从那一事物生成,乃是“正如水从气[生成一样]”,是一方消灭的结果;因为并不是气变成了水,而是在气消灭时水才以这种方式生成。因此,前面提到的那些事物并不相互逆转。我们已在总论中阐明了其原因:因为孩童并不从成人男子生成;事实上,正在生成者并不从生成中生成。因为正如在《物理学》中所言,“生成的生成不存在,运动的运动亦不存在”。于是,当他变成成人男子时,生成属于孩童,而正在生成者则是幼童。如果没有任何事物从生成中、即从其自身的终极目的生成,那么显然,他说,决不会有孩童从成人男子生成;因为它们甚至没有对立性质,以便如在元素的情形中那样发生逆转;相反,成人男子存在于生成之后。因为正是以这种方式,我们也说白昼从带有微弱光芒的破晓生成;无疑,白昼生成于破晓之后,即完全者生成于不完全者;因为不完全者并不从完全者生成,即早晨并不从白昼生成。因为前行者乃是从不完全向前行至完全,而不是相反;因为事物的自然本性是伴随着由神意所赋予的秩序而前进的。但〔以另一方式〕生成的事物则会逆转,气从火生成,反之亦然,这是因为存在着单一的质料,且在其中有着接纳两者的适应性,在其中可看到对立者的适应性。
"Οὐ γὰρ γίνεται ἐκ τῆς γενέσεως τὸ γινόμενον ἀλλὰ μετὰ τὴν γένεσιν." Τουτέστιν οὐ γὰρ ἐκ τῆς ἄλλου φθορᾶς καὶ τῆς γενέσεως αὐτῆς τὸ οὕτω γινόμενον γίνεται, ἀλλ’ ἐκ τοῦ ἤδη γεγονότος· μετὰ γὰρ τὴν γένεσιν τὸ γεγονέναι. τὰ μὲν γὰρ κατὰ φθορὰν τῶν ἐξ ὧν λέγεται γίνεσθαι γινόμενα ἀρχὴν τοῦ εἶναι τὴν γένεσιν ἔχει2 (ἡ γὰρ ἐκείνων μεταβολὴ καὶ φθορὰ τούτων γένεσις, ἀλλ’ οὐκ ἐκεῖνα), τὰ δὲ τελειούμενα μένοντα καὶ γινόμενα καὶ οὕτως ἔκ τινων λεγόμενα γίνεσθαι οὐκ ἐκ τῆς γενέσεως καὶ τῆς πρώτης μεταβολῆς γίνεται, ἀλλὰ μετὰ τὴν γένεσιν· τὸ μὲν γὰρ κινούμενόν ἐστι τὸ ἐκ τῆς γενέσεως γεγονός, οἷον τὸ βρέφος, ὃ προϊὸν παῖς καὶ ἀνὴρ γίνεται, ὁ δὲ ἀνὴρ οὐκ ἐκ τῆς γενέσεως ἀλλ’ ἐκ τοῦ γινομένου ἐκ τῆς γενέσεως καὶ τελειουμένου γίνεται· ὥστε οὐκ ἐκ τῆς γενέσεως ἀλλὰ μετὰ τὴν γένεσιν γίνεται τὰ οὕτως γινόμενα. εἰπὼν δὲ ὅτι μετὰ τὴν γένεσιν, οὐκ ἐκ τῆς γενέσεως τὰ τελειούμενα γίνεται, παρέθετο οὕτως γίνεσθαι καὶ ἡμέραν ἐκ τοῦ πρωΐ· διὸ ἐκ μὲν τοῦ πρωῒ ἡμέραν, ἐκ δὲ τῆς ἡμέρας οὐκέτι πρωΐ, ἐπειδὴ τοῦ χρόνου οὐκ ἔστιν ἡ τοιαύτη ἀναλογία.
“因为正在生成者并非从生成中生成,而是在生成之后[生成]。” 这就是说,以此种方式生成的事物并非从另一方的消灭以及生成本身生成,而是从已经生成者生成;因为已经生成乃是在生成之后。因为,依照它们由以生成的那些事物的消灭而生成的事物,乃是将生成作为其存在的开端(因为前者的转变与消灭即是后者的生成,但它们并非前者);然而那些完全化的事物,持存着、生成着并以这种方式被称为从某些事物生成,则并非从生成及最初的转变生成,而是在生成之后生成;因为被运动者乃是从生成中生成的事物,例如婴儿,它向前发展成为孩童与成人男子,而成人男子并非从生成生成,而是从由生成而产生且正在完全化者生成;因此,以这种方式生成的事物并非从生成中生成,而是在生成之后生成。在说了完全化的事物乃是在生成之后、而非从生成中生成之后,他援引了白昼亦是以这种方式从早晨生成的例子;因此,从早晨生成白昼,但从白昼不再生成早晨,因为时间并不具有此种对应关系。
- 2.17διὰ τὸ [μὴ] εἶναί
抄本所载的否定词 μὴ 因语境是在说明元素间相互逆转的原因(即“存在着单一的质料”)而被校勘者用方括号标示删除。介词 διά 与带中性单数宾格定冠词的不定式 τὸ εἶναι 构成表示原因的短语,其逻辑主语为宾格的 μίαν ὕλην。
- 2.18τὰ μὲν γὰρ κατὰ φθορὰν τῶν ἐξ ὧν λέγεται γίνεσθαι γινόμενα ἀρχὴν τοῦ εἶναι τὴν γένεσιν ἔχει
该句的主语是名词化分词 τὰ ... γινόμενα,中间大幅插入了修饰语 κατὰ φθορὰν τῶν ἐξ ὧν λέγεται γίνεσθαι(内含关系从句的介词短语)。主要动词 ἔχει 带有双重宾格结构,其中 τὴν γένεσιν 为直接宾语,ἀρχὴν τοῦ εἶναι 为宾语补足语(即“将生成作为其存在的开端”)。
