← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§124.17-125.20

从不完全到完全的生成与中间状态

阿斯克勒庇俄斯探讨了亚里士多德提出的第一种生成方式(从不完全者向完全者的生成),阐明了“正在生成者”如何介于存在与非存在之间。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15

" Ὡς μὲν οὖν ἐκ παιδὸς ἄνδρα γίνεσθαί φαμεν." Δηλώσας τὸ διττὸν τοῦ ἔκ τινος εἴς τι μεταβάλλειν λεγομένου διὰ παραδείγματος, ἑκάτερον λαβὼν τῶν παραδειγμάτων, πῶς γίνεται δείκνυσι, καὶ τίς αὐτῶν ἡ πρὸς ἄλληλα διαφορά. τὰ μὲν δὴ οὕτως λεγόμενα γίνεσθαι ὡς ἐκ παιδὸς ἀνὴρ καὶ ἐκ τοῦ μανθάνοντος ὁ ἐπιστήμων ἴδιον ἔχει τὸ 〈ἐκ〉 τοῦ γινομένου τε καὶ ὄντος ἤδη καὶ τελειουμένου καὶ μεταξὺ ὄντος μεταβεβληκέναι εἰς τὸ γεγονὸς καὶ τὸ τέλειον·1 ὅ τε γὰρ ἀνὴρ ἐκ τοῦ παιδὸς γέγονεν, ὄντος τε ἤδη καὶ [μὴ] ὑπομένοντος τοῦ ἐξ οὗ γίνεται, καὶ αὐτοῦ γινομένου καὶ μεταβάλλοντος εἰς τὸ τέλειον εἶδος τὸ τοῦ ἀνδρὸς ἐκ τοῦ ἀτελεστέρου· ὁμοίως δὲ καὶ † ἐκ τοῦ μεμαθηκότος καὶ οὐ φθειρομένου ἀλλ’ ὑπομένοντος καὶ μεταβάλλοντος εἰς τελειότητα. ὁ γὰρ οὕτω γεγονὼς ἐκ τοῦ γινομένου καὶ ὄντος ἤδη γέγονε καὶ ἐκ τοῦ ἐπιτελουμένου τετελείωται· τὸ γὰρ γινόμενον τὸ συντελούμενόν ἐστιν. εἰπὼν δὲ οὕτως γίνεσθαι τὰ τοιαῦτα ὡς ἐκ τοῦ γινομένου τὸ γεγονός, πῶς εἶπεν ἐκ τοῦ γινομένου δείκνυσι, καὶ ὅτι ἔστι τὸ γινόμενον μεταξὺ 〈τοῦ〉 τε ὄντος καὶ τοῦ μὴ ὄντος. ὡς γὰρ τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι μεταξὺ γένεσίς ἐστιν οὖσα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι μεταβολή, ἥτις οὔτε μὴ ὂν οὔτε ὂν ἤδη (διὰ γὰρ γενέσεως ἡ ἐκ τοῦ μὴ εἶναί τι εἰς τὸ εἶναι μεταβολή), οὕτως ἀναλόγως ἔχει καὶ τὸ γινόμενον, οὗ ἐστιν ἡ γένεσις, πρός τε τὸ ἁπλῶς ὂν καὶ πρὸς τὸ ἁπλῶς μὴ ὄν, μεταξὺ ὂν αὐτῶν. δεικνύοι δ’ ἂν τοῦτο διὰ τὸ δοκεῖν πᾶν τὸ γινόμενον διά τινος μεταξὺ γίνεσθαι καὶ ἔκ τινος μεταξύ.2 ὡς γὰρ ἐκ τῆς γενέσεως μεταξὺ οὔσης τοῦ τε εἶναι καὶ τοῦ μὴ εἶναι γίνεται τὰ οὕτως γινόμενα, οὕτως καὶ τὸ ἐκ τοῦ γινομένου γινόμενον ἐκ μεταξύ τινος καὶ αὐτὸ γίνεται· μεταξὺ γὰρ τὸ γινόμενον τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος. πῇ γὰρ ὂν τὸ γινόμενον καὶ πῇ μὴ ὄν· οὔτε γὰρ ἁπλῶς ὄν (οὐ γὰρ τέλειον) οὔτε ἁπλῶς μὴ ὄν (ἔστι γὰρ ἀτελές)· διὸ οὐδέ τι μεταξὺ τῆς ἀντιφάσεως.

“于是,正如我们说成人男子从孩童生成一样[……]。” 在通过范例表明了被称为从某物向某物变化的双重含义之后,他选取了这些范例中的每一个,指出它是如何生成的,以及它们彼此之间的区别是什么。那些被称为以这种方式生成的事物,正如成人男子从孩童生成、博学者从学习者生成一样,具有这样的特有性质:从正在生成、已经存在、正在完全化且处于中间的事物,转变为已经生成且完全的事物。因为成人男子生成自孩童,既然生成所由出的那个东西已经存在并持存,并且它自身正在生成,并从较为不完全的形式转变为成人男子的完全形式;同样地,[在学习者身上]并非毁灭,而是持存并向着完全性转变。因为按此方式已经生成者,乃是从正在生成且已经存在者生成的,并且是从正在被达成者完全化的;因为正在生成者就是正在被达成的。在说了此类事物乃是像已经生成者从正在生成者生成那样生成之后,他指明了他是以何种方式说“从正在生成者”的,并且指明正在生成者介于存在者与非存在者之间。因为正如在存在与非存在之间存在着生成,即从非存在向存在的变化,它既非非存在,亦非已经是存在(因为某物从非存在向存在的转变乃是通过生成的),生成所属的正在生成者,与单纯的存在者和单纯的非存在者之间也有着类似的关系,介于它们之间。而他指出这一点,或许是因为看来一切正在生成的事物都是通过某种中间者、并且从某种中间者生成的。因为正如以这种方式生成的事物乃是从介于存在与非存在之间的生成中生成的,从正在生成者生成的事物自身也是从某种中间者生成的;因为正在生成者介于存在者与非存在者之间。因为正在生成者在某种意义上存在,在某种意义上不存在:它既非单纯的存在(因为它不是完全的),亦非单纯的非存在(因为它作为不完全者而存在);因此它也决非矛盾之命题的中介。

§2.16

"Ἀεὶ γάρ ἐστί τι μεταξύ, ὥσπερ τοῦ εἶναι καὶ μὴ εἶναι γένεσις." Φησὶν ὅτι μεταξύ ἐστί τι τοῦ ἀτελοῦς τοῦ ὁδεύοντος ἐπὶ τὴν τελειότητα αὕτη ἡ μέλλουσα κατὰ μέρος αὔξησις γίνεσθαι ἤγουν προσθήκη,3 ὥσπερ ἐστὶ μεταξὺ τοῦ εἶναι καὶ μὴ εἶναι γένεσις. ἡνίκα γὰρ μέλλει γίνεσθαι ὕδωρ ἐξ ἀέρος, ἔστι μεταξὺ ἡ γένεσις τοῦ μήπω ὄντος, φημὶ δὴ τοῦ ὕδατος, καὶ τοῦ μέλλοντος γίνεσθαι αὐτοῦ τοῦ ὕδατος. οὕτως οὖν καὶ τὸ γινόμενον μεταξύ ἐστι τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος. μὴ ὂν δὲ λέγει τὸν ἄνδρα· τὸ γὰρ παιδίον οὔπω ἐστὶν ἀνήρ· ὂν δὲ λέγει αὐτὸ τὸ παιδίον τὸ γινόμενον. διὸ φησιν ἔστι δὲ ὁ μανθάνων γινόμενος ἐπιστήμων καὶ τοῦτό ἐστιν ὅπερ λέγουσιν, ὅτι γίνεται ἐπιστήμων ἐκ μανθάνοντος, ἡ μεταβολὴ ἡ ἀπὸ ἀγνοίας ἐπὶ γνῶσιν.

“因为总是存在着某种中间者,正如生成是存在与非存在的[中间者]一样。” 他说,正如生成介于存在与非存在之间一样,对于向着完全性行进的不完全者而言,这种将要部分地发生的增大即添附乃是某种中间者。因为当水将要从气生成时,在尚未存在者即我说的是水、与将要生成的当下的水之间,存在着生成。于是正是如此,正在生成者也介于存在者与非存在者之间。他称成人男子为非存在者;因为幼童尚未是成人男子;但他称正在生成的孩童自身为存在者。因此他说,学习者乃是正在生成为博学者,而这正是人们所说的“博学者从学习者生成”,即从无知向知识的转变。

语法注3 条
  1. 2.15τὰ μὲν δὴ οὕτως λεγόμενα γίνεσθαι ὡς ἐκ παιδὸς ἀνὴρ καὶ ἐκ τοῦ μανθάνοντος ὁ ἐπιστήμων ἴδιον ἔχει τὸ 〈ἐκ〉 τοῦ γινομένου τε καὶ ὄντος ἤδη καὶ τελειουμένου καὶ μεταξὺ ὄντος μεταβεβληκέναι εἰς τὸ γεγονὸς καὶ τὸ τέλειον

    句子的主语是 τὰ ... λεγόμενα γίνεσθαι(“被称为……生成的事物”),支配谓语 ἴδιον ἔχει(“具有……的特有性质”),带冠词不定式短语 τὸ ... μεταβεβληκέναι(“发生了转变”)作为其直接宾语。在该不定式短语内部,介词短语 ἐκ τοῦ γινομένου...(一连串并列分词)与 εἰς τὸ γεγονὸς... 构成了平行对照。

  2. 2.15δεικνύοι δ’ ἂν τοῦτο διὰ τὸ δοκεῖν πᾶν τὸ γινόμενον διά τινος μεταξὺ γίνεσθαι καὶ ἔκ τινος μεταξύ

    δεικνύοι ἄν 是祈愿语气加 ἄν,表达潜势或审慎的推测(“他或许会表明这点”),根据上下文主语指亚里士多德。随后的 διὰ τὸ δοκεῖν 由介词 διά 加上带冠词不定式构成,表示原因(“因为看来……”),δοκεῖν 支配宾格加不定式结构(πᾶν τὸ γινόμενον ... γίνεσθαι)。

  3. 2.16μεταξύ ἐστί τι τοῦ ἀτελοῦς τοῦ ὁδεύοντος ἐπὶ τὴν τελειότητα αὕτη ἡ μέλλουσα κατὰ μέρος αὔξησις γίνεσθαι ἤγουν προσθήκη

    这是一个倒装语序结构:句首的 μεταξύ ἐστί τι 作为谓语(“对于……而言是某种中间者”),后置的名词短语 αὕτη ἡ μέλλουσα ... αὔξησις ... ἤγουν προσθήκη(“这种将要部分地发生的增大即添附”)是语法主语。属格 τοῦ ἀτελοῦς 作为由副词性介词 μεταξύ 所支配的属格补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:124.17-125.20