- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:123.18-124.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《形而上学》994a19–22,通过元素之间的循环转化指明原因的序列不仅向上而且向下也不会无限进展,进而阐释“这一个从这一个生成”的两种严格含义:质料的生成,以及从不完全者向完全者的生成(通过增大、性质变化或形式变化)。
" Ἀλλὰ μὴν οὐδ’ ἐπὶ τὸ κάτω οἷόν τέ ἐστιν ἐπ’ ἄπειρον ἰέναι, τοῦ ἄνω ἔχοντος ἀρχήν.1" Δείξας ὅτι οὐκ ἔστιν εἰς ἄπειρον τῶν αἰτίων κατ’ εὐθυωρίαν ἐπὶ τὸ ἄνω ἡ πρόοδος, ἀλλ’ ἀνάγκη, εἰ ἔστι τι αἴτιον ὅλως, εἶναί τι πρῶτον καὶ ἀρχήν, νῦν πάλιν δείκνυσιν ὅτι οὐδ’ ἐπὶ τὸ κάτω οἷόν τε κατ’ εὐθυωρίαν ἐπ’ ἄπειρον ἰέναι τὰ αἴτια, οὔσης ἀρχῆς τῶν αἰτίων καὶ πρώτου τινὸς αἰτίου, ὡς εἶναι πᾶν τὸ αἰτιατὸν ἄλλου πάλιν τινὸς αἴτιον διαφέροντος κατ’ εἶδος τῶν ἤδη γεγονότων. τοῦτο οὖν ἐδήλωσεν ἐπὶ τῆς ὕλης παραδείγματι χρησάμενος ὥστε ἐκ πυρὸς μὲν ὕδωρ γίνεται, ἐκ δὲ τοῦ ὕδατος γῆ, καὶ οὕτως αἰεὶ ἄλλο τι γίνεται γένος, γένος εἰπὼν ἀντὶ τοῦ εἶδος. φησὶν οὖν ὅτι οὐ δυνατὸν πάλιν ἐπὶ τὰ κάτω ἐπ’ ἄπειρον τὴν πρόοδον γίνεσθαι, ὥστε ἐκ πυρὸς μὲν γίνεται ὕδωρ, ἐξ ὕδατος δὲ ἀήρ, καὶ τοῦτο ἐπ’ ἄπειρον. ἀνακάμπτει γὰρ ἡ πρόοδος διὰ τὴν εἰρημένην αἰτίαν ἐν τῇ θεωρίᾳ.
“然而,既然在上方者具有始点,向下也同样不可能走向无限。” 在指明了原因向上沿直线的进展并非走向无限,而是如果有任何原因,就必然存在某种第一者与始点之后,现在他又指明,即使存在原因的始点和某种第一原因,原因向下沿直线走向无限也是不可能的,以至于每一个结果又都成为另一个与已经生成者在形式上相区别的事物的原因。于是他在质料的问题上使用范例说明了这一点:以至于从火生成水,从水生成土,如此不断生成某种其他的属(他说“属”是用来代替“形式”)。因此他说,进展向下再次走向无限是不可能的,以至于从火生成水,从水生成气,并且这走向无限。因为进展由于在通论中所述的原因而循环折返。
"Διχῶς γὰρ γίνεται τόδε ἐκ τοῦδε." Κυρίως διχῶς λέγεται γίνεσθαι τόδε ἐκ τοῦδε, ὑλικῶς καὶ πραγματειωδῶς· οὔτε γὰρ κυρίως λέγεται τόδε ἐκ τοῦδε ἐπὶ τοῦ χρόνου, οἷον ἐξ Ἰσθμίων Ὀλύμπια, καὶ διὰ τοῦ εἰπεῖν μὴ ὡς τόδε ἐδήλωσεν ὅτι οὐ κυρίως λέγεται ἐπ’ αὐτῶν τόδε ἐκ τοῦδε. ὡς γὰρ εἴρηται ἐν τῇ θεωρίᾳ, ἐπὶ τούτων τόδε μετὰ τόδε ἐστί· θέσει γάρ ἐστι, καὶ δυνατὸν τὸ αὐτὸ πρότερον καὶ ὕστερον γίνεσθαι. ἀλλὰ κυρίως τόδε ἐκ τοῦδε γίνεσθαι λέγεται καὶ πραγματειωδῶς, ἡνίκα ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον ἡ πρόοδος γίνεται, καὶ γίνεται ἐκ παιδὸς μεταβάλλοντος ἀνήρ, καὶ ἐξ ὕλης, ἡνίκα ἐξ ὕδατος γίνεται ἀήρ. ἡνίκα οὖν ἐκ παιδὸς ἄνδρα γίνεσθαί φαμεν, ὡς ἐκ τοῦ γινομένου τὸ γεγονός (γινόμενον δὲ λέγει τὸν παῖδα, γεγονὸς δὲ τὸν ἄνδρα) ἢ ἐκ τοῦ τελουμένου τὸ τετελεσμένον,2 ὡς ἐπὶ τῶν ἀτελῶν τῶν ὑπομενόντων καὶ εἰς τὴν οἰκείαν τελειότητα προϊόντων διὰ τὴν ἐν αὐτοῖς μεταβολήν. οὕτως γὰρ ἐκ παιδὸς ἀνὴρ γίνεται, καὶ ἔστιν ἡ τοιαύτη μεταβολὴ ἤγουν γένεσις κατὰ αὔξησιν· ἀλλὰ καὶ ἐκ τοῦ μανθάνοντος ἐπιστήμων (ἔστι δὲ ἡ τοιαύτη κατὰ ἀλλοίωσιν), καὶ ἐκ τοῦ μὴ νοοῦντος ὁ νοῶν· αὕτη κατ’ εἶδος μεταβολή. τοιαύτη καὶ ἡ τοῦ πρωῒ εἰς τὴν ἡμέραν μεταβολή· τελειοῦται γὰρ ὁ ὄρθρος προϊὼν εἰς τὴν ἡμέραν καὶ τὸ οἰκεῖον εἶδος λαμβάνει. τὴν μὲν οὖν τοιαύτην γένεσιν ἐκ τοῦ γινομένου γίνεσθαι λέγει, ὅτι ἐξ ἤδη γεγονότος καὶ ὄντος τινός, ἀτελοῦς δὲ καὶ διὰ τοῦτο [ἤδη] γινομένου γίνεται· γεγονότος γὰρ καὶ ἤδη ὄντος τινὸς εἰς τὸ τέλειον ἡ πρόοδος.
“因为这一个从这一个生成乃是有两种方式的。” 在严格意义上,“这一个从这一个生成”是在两种方式下被说的:质料地与实质地。因为在时间的场合,“这一个从这一个”并不是严格地被说的,例如从地峡运动会生成奥林匹亚运动会,并且通过说“不是作为这一个”,他表明就它们而言“这一个从这一个”并不是严格地被说的。因为正如在通论中所说,在这些场合乃是“这一个在这一个之后”;因为这是由于设定,并且相同的事物可能成为在先的与在后的。但是在严格意义上,“这一个从这一个生成”既是实质地、在进展从不完全者向完全者发生并从变化中的孩童生成成年男子时被说的,也是出于质料、从水生成气时被说的。因此,当我们说从孩童生成成年男子时,乃是作为从正在生成者生成已经生成者(他称孩童为正在生成者,称成年男子为已经生成者),或者从正在完成者生成已完成者,正如在那些持存并通过自身内部的变化向着自身特有的完全性进展的不完全者身上那样。因为正是如此,成年男子从孩童生成,并且这样的变化即生成乃是按照增大的;但也从学习者生成博学者(这样的变化乃是按照性质变化的),以及从不思想者生成思想者;这是按照形式的变化。从清晨到白昼的变化也是如此;因为拂晓走向白昼而得以完成,并接受其特有的形式。因此他说,这样的生成乃是“从正在生成者生成”,因为它是从某种已经生成并且存在、但不完全并为此正在生成的东西生成的;因为向着完全性的进展乃是在某物已经生成并且存在的情况下发生的。
- 2.13τοῦ ἄνω ἔχοντος ἀρχήν
独立属格结构。在引文(994a19)中表示伴随状况或让步/条件前提:“即使在上方者具有始点的情况下”。阿斯克勒庇俄斯在正文中用 οὔσης ἀρχῆς τῶν αἰτίων καὶ πρώτου τινὸς αἰτίου 对此作了转述。
- 2.14ὡς ἐκ τοῦ γινομένου τὸ γεγονὸς [...] ἢ ἐκ τοῦ τελουμένου τὸ τετελεσμένον
承接前文 ἡνίκα οὖν ἐκ παιδὸς ἄνδρα γίνεσθαί φαμεν 的比较分句(“当我们说从孩童生成成年男子时,乃是如同从正在生成者生成已经生成者那样”)。省略了动词 γίνεσθαι,通过介词短语(ἐκ τοῦ γινομένου)与名词化分词(τὸ γεγονός)的对比呈现生成的起点与终点。后文的 ὡς ἐπὶ τῶν ἀτελῶν... 也是修饰该实例框架的并列介词短语。
