← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§122.17-123.17

走向完善的生成与目的因的有限性

阿斯克勒庇俄斯阐发亚里士多德的论证,表明不仅质料性生成,而且从不完全到完全的生成以及目的因也都不会无限进行。他解释了为何与质料不同,完善化的过程由于缺乏相反性而不会逆转,说明了直线生成如何通过种子模仿圆环,并确立了目的因的有限性与第一本原的性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.12#2

εἰ δὲ ἀνακάμπτει, οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος ὑπάρχει κατὰ τὸ σημαινόμενον τὸ ἐκ τῆς ὕλης γινόμενον τόδε ἐκ τοῦδε. ἀλλ’ οὐδὲ πάλιν κατὰ τὸ σημαινόμενον, καθ’ ὃ γίνεται τόδε ἐκ τοῦδε κατὰ τὸ ἀτελὲς καὶ τὸ τέλειον, ἐπ’ ἄπειρόν ἐστι πρόοδος, καθώς φαμεν ἐκ μὲν ἐμβρύου μειράκιον, ἐκ μειρακίου δὲ ἄνδρα ἢ ἐξ ἀμαθοῦς ἐπιστήμονα. δῆλον δὲ ὅτι ταῦτα πάντα σκοπὸν ἔχουσι καὶ πρὸς τέλος ἐπείγονται· εἰ δὲ ἄπειρον ὑποθώμεθα τὴν πρόοδον, φανερὸν ὅτι οὐδέποτε τεύξεται τοῦ σκοποῦ καὶ μάτην προελεύσεται. πρὸς τούτοις δὲ καὶ μάτην ἕξει τὸν σκοπόν, ὅπερ οὐ θέμις· οὐδὲν γὰρ μάτην οὔτε ὁ θεὸς οὔτε ἡ φύσις ποιεῖ. ὥστε οὐδ’ ἐπὶ τὸ κάτω ἄπειρός ἐστιν ἡ πρόοδος τῶν πραγμάτων. ἀλλ’ εἴποι ἄν τις ὅτι δι’ ἣν αἰτίαν μὴ καὶ ταῦτα ἀνακάμπτουσιν,1 ὥσπερ τὸ πῦρ καὶ ὁ ἀὴρ γίνονται ἐξ ἀλλήλων καὶ ἀνακάμπτουσι, μὴ καὶ ἐπὶ τῶν ἀτελῶν 〈καὶ τελείων〉 γίνεται ἀνάκαμψις, καὶ γίνεται ἔμβρυον ἐκ μειρακίου καὶ ἐξ ἀνδρὸς μειράκιον καὶ ἐξ ἐπιστήμονος ἀμαθής; λέγομεν οὖν πρὸς τὴν τοιαύτην ἀπορίαν ὅτι ἐπὶ μὲν τῆς ὕλης ἐναντιότης ἐστιν, ὅπου δὲ ἐναντιότης, ἐκεῖ καὶ ἀνάκαμψις (ἔστι γὰρ ἐναντιότης πρὸς πῦρ καὶ ὕδωρ, καὶ ἐπειδὴ ἔχει ἐν ἑαυτῇ ἡ ὕλη ἐπιτηδειότητα κοινὴν οὖσαν ἀμφοτέρων, εἰκότως ἀνακάμπτουσιν εἰς ἄλληλα τὰ στοιχεῖα, τῶν εἰδῶν ἄλλοτε ἄλλου ἐπικρατεστέρων γινομένων, καὶ τῆς ὕλης ἀμφότερα δεχομένης2 διὰ τὴν ἐπιτηδειότητα)· ἐπὶ μέντοι γε τοῦ ἐμβρύου καὶ τοῦ ἀνδρὸς οὐκ ἔστιν ἐναντιότης οὔτε δὲ ἐπιτηδειότης τοιαύτη· σπεύδει γὰρ ἐπὶ τὸ τέλος. ἡ γὰρ ὁδὸς οὐκ ἔστιν ἐναντία τῷ τέλει, ἐπεὶ οὐκ ἄν ποτε εἰς τὸ ἐναντίον ἠπείγετο. διὸ καὶ φυλαττομένου τοῦ εἴδους τοῦ ἐξ ἀρχῆς οὕτως γίνεται προσθήκη· σωζόμενος γὰρ ὁ ἄνθρωπος αὔξει καὶ πάλιν γίνεται ἐπιστήμων. ἐπὶ μέντοι γε τῶν στοιχείων φθειρομένου τοῦ πυρὸς οὕτως γίνεται ὕδωρ καὶ τὸ ἀνάπαλιν. ὥστε εἰκότως οὐ γίνεται ἐπὶ τούτων ἀνάκαμψις, διότι ἡ λεύκανσις οὐκ ἔστιν ἐναντία τῇ λευκότητι τῷ ἑαυτῆς τέλει, ὡς εἴρηται ἐν τῇ Φυσικῇ, ἀλλὰ τῇ μελάνσει ἐστὶν ἐναντία, τῇ ὁδῷ τῇ ἀγούσῃ ἐπὶ μελανίαν. καὶ ταῦτα δέ, ὥς φησι, κυκλικῶς γίνεται, καὶ ἔστιν εὐθεῖα κύκλον μιμουμένη· γίνεται γὰρ ἀπὸ σπέρματος ἔμβρυον, εἶτα μειράκιον, εἶτα ἀνήρ, εἶτα πάλιν σπέρμα. ὁμοίως δέ, φησί, καὶ ἐπὶ τῶν φυτῶν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. πάλιν δέ φησιν ὅτι οὐδὲ τὸ τελικόν ἐστιν αἴτιον ἄπειρον· ὁρῶμεν γὰρ ὅτι πάντα τὰ πράγματα πρὸς τέλος ἐπείγονται, καὶ ἡ φύσις καὶ ὁ νοῦς τέλους ἕνεκα πάντα πράττει· διὸ καλῶς ἀπεφήναντο τἀγαθὸν οὗ πάντα ἐφίεται. εἰ τοίνυν ὑποθώμεθα ἄπειρον τὸ τελικὸν αἴτιον, πάντα ἄσκοπα ἔσονται, καὶ ἐντεῦθεν ἀναιρεῖται πᾶσα πρᾶξις, εἴ γε τέλους ἕνεκα πράττονται τὰ πραττόμενα, καὶ οὐδὲ νοῦς ἔσται ἐν τοῖς οὖσιν· ἕνεκα γάρ τινος πράττει ὅ γε νοῦν ἔχων· πρὸς πέρας γὰρ ἐπείγεται. ὥστε πᾶσά ἐστιν ἀνάγκη εἶναι τὸ τελικὸν αἴτιον. διό φησιν ἐκεῖνος “ἐκ σεο πάντα πέφηνε, σὺ δ’ οὐδενὸς εἵνεκα μοῦνος”. καὶ ἔστιν ἀρχὴ μὲν ὡς προακτικὸν τῶν πάντων, τελικὸν δὲ διὰ τὸ πάντα πρὸς αὐτὸ ἐπεστράφθαι.3

但如果发生循环折返,那么按照出于质料而这一个从这一个生成这一含义,进展便不是无限的。但再次,按照就不完全者与完全者而言这一个从这一个生成这一含义,正如我们说从胚胎生成少年,从少年生成成年男子,或从无知者生成博学者,进展也不是无限的。显而易见,所有这些都具有一个目标并趋向一个终点;但如果我们假设进展是无限的,显然它就绝不会达到目标,并且进展将是徒劳的。此外,它还将徒劳地具有目标,而这是不合道理的;因为无论是神还是自然都不作任何徒劳之事。因此,事物向下的进展也不是无限的。但有人可能会说:究竟由于何种原因,这些事物不能也循环折返,正如火与气相互生成并循环折返那样,难道就不完全者〈与完全者〉而言就不会发生折返,以致从少年生成胚胎、从成年男子生成少年、从博学者生成无知者吗?于是针对这样的疑难我们说,在质料的场合存在着相反性,凡是有相反性的地方,那里也就有折返(因为火与水之间存在着相反性,并且既然质料在自身中具有对二者共同的适宜性,随着形式时而这一个时而另一个占据优势,且质料由于其适宜性而接受二者,元素彼此之间自然就会折返);然而在胚胎和成年男子的场合,既不存在相反性,也不存在这样的适宜性;因为它是趋向于终点的。因为道路并不与终点相反,否则它绝不会急进向相反之物。因此,在自最初以来的形式受到保持的情况下,如此发生添加;因为人在被保存的同时生长,并再次成为博学者。然而在元素的场合,乃是在火消灭的情况下如此生成水,反之亦然。因此,在这些事物中自然不会发生折返,因为白化并不与其自身的终点即白相反——正如在《物理学》中所说的那样——而是与黑化相反,即与引向黑的道路相反。然而正如他所说,这些事物也是以环形方式生成的,是一条模仿圆环的直线;因为从种子生成胚胎,然后是少年,然后是成年男子,然后再次是种子。他说,在植物和所有其他事物上同样如此。他又说,目的因也不是无限的;因为我们看到万物都趋向终点,自然与理智都为了终点而作一切事情;因此他们很好地宣称,万物所企求者即是善。那么,如果我们假设目的因是无限的,一切事物都将是没有目标的,由此一切行动都将被取消,如果被做的事情确实是为了终点而被做的话,并且在存在者之中也将没有理智;因为具有理智者乃是为了某种目的而行动;因为他是急进向界限的。因此,完全必然存在着目的因。为此那个人说:“万物皆从你显现,唯独你不为了任何目的。”并且它作为将万物引领出来者乃是始点,而由于万物都归向它,它乃是目的因。

语法注3 条
  1. 2.12ἀλλ’ εἴποι ἄν τις ὅτι δι’ ἣν αἰτίαν μὴ καὶ ταῦτα ἀνακάμπτουσιν

    在由 εἴποι ἄν τις(表示潜能的 ἄν+祈愿语气)所引导的 ὅτι 从句内部,嵌入了由疑问词短语 δι' ἣν αἰτίαν 与否定词 μὴ 结合而成的疑问句。它与后文的 μὴ καὶ ἐπὶ τῶν ἀτελῶν... 相呼应,整体构成了提出反驳或疑难的句式:“究竟出于什么原因,这些事物不能也发生折返?”

  2. 2.12τῶν εἰδῶν ἄλλοτε ἄλλου ἐπικρατεστέρων γινομένων, καὶ τῆς ὕλης ἀμφότερα δεχομένης

    两个独立属格结构(τῶν εἰδῶν... γινομένων 与 τῆς ὕλης... δεχομένης)并列连接,对主句动词 ἀνακάμπτουσιν 说明理由与背景。在前一个独立属格中,ἄλλοτε ἄλλου 以交替的方式(“时而这一个,时而另一个”)充当分词短语 ἐπικρατεστέρων γινομένων 的主语成分。

  3. 2.12καὶ ἔστιν ἀρχὴ μὲν ὡς προακτικὸν τῶν πάντων, τελικὸν δὲ διὰ τὸ πάντα πρὸς αὐτὸ ἐπεστράφθαι

    句首的主语(第一本原/神)被省略,ἀρχή 与 τελικόν[αἴτιον]作为主格表语并置。ὡς προακτικὸν 说明其作为始点的依据,介词短语 διὰ τὸ ... ἐπεστράφθαι(带冠词的完成时不定词)则说明其作为目的因的依据,二者形成对称结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:122.17-123.17