- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:121.15-122.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德论述只要上方存在起点则向下亦不可能进行至无限之处(994a19),阿斯克勒庇俄斯将此处关于事物本身的论证与《后分析篇》关于谓述的论证区分开来,并在生成的三种含义(时间、质料、向完全者过渡)中,通过质料的循环折返和不可消灭性详述了排除质料生成向下无限进展的论证逻辑。
" Ἀλλὰ μὴν οὐδ’ ἐπὶ τὸ κάτω οἷόν τέ ἐστιν ἐπ’ ἄπειρον ἰέναι τοῦ ἄνω ἔχοντος ἀρχήν.1" Δείξας διὰ τῶν προλαβόντων ὅτι οὐ δυνατὸν εἶναι ἐπὶ τὸ ἄνω ἄπειρον τὴν ἀρχὴν τοῦ κάτω ὡρισμένου ὑπάρχοντος, ἐπεὶ οὕτω συμβήσεται ἀναιρεῖσθαι τὸ κυρίως αἴτιον (τὸ γὰρ κυρίως ἐστὶν αἴτιον τὸ μόνως ὑπάρχον αἴτιον· εἰ δὲ ὑποθώμεθα ἀπείρους τὰς ἀρχάς, ἔσται τὸ αὐτὸ καὶ αἴτιον καὶ αἰτιατόν· τὸ δὲ τοιοῦτον, ὡς εἴρηται, οὐκ ἔστι κυρίως αἴτιον), ταῦτα τοίνυν δείξας διὰ τῶν προλαβόντων, ἐντεῦθεν δείκνυσιν ὅτι πάλιν τῆς ἀρχῆς ὡρισμένης ὑπαρχούσης, ἀδύνατόν ἐστι τὰ ἐξ αὐτῆς προερχόμενα ἄπειρα εἶναι. καὶ μή τις οἰηθείη2 ὅτι τὰ ἐνταῦθα λεγόμενα ὅμοιά ἐστι τοῖς ἐν τῇ Ἀποδεικτικῇ εἰρημένοις· ἐκεῖσε γὰρ περὶ τῶν κατηγοριῶν τὸν λόγον ἐποιεῖτο δεικνὺς ὅτι οὐχ ὑπάρχουσιν ἄπειροι αἱ κατηγορίαι οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω, ἐνταῦθα μέντοι γε περὶ τῶν πραγμάτων αὐτῶν ἀποδείκνυσιν ὅτι οὐχ ὑπάρχουσι τὰ πράγματα ἄπειρα οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω. ὡς οὖν εἴρηται, ταῦτα δείξας ὅτι οὐχ ὑπάρχουσιν ἄπειρα ἐπὶ τὸ ἄνω, νῦν δείκνυσιν ὅτι οὐδὲ τῆς ἀρχῆς ὡρισμένης ὑπαρχούσης τὰ ἐξ αὐτῆς προερχόμενα ἄπειρα ὑπάρχουσι. πρὸς δὲ τὴν δεῖξιν ταύτην λαμβάνει ὅτι τὰ ἔκ τινος γινόμενα τριχῶς λέγονται· λέγεται γὰρ τὸ ἐκ τοῦδε γίνεσθαι ἢ κατὰ χρόνον ἢ κατὰ ὕλην ἢ κατὰ τὸ ἀτελὲς καὶ τὸ τέλειον. κατὰ χρόνον μὲν ὡς ἐὰν εἴπω ὅτι μετὰ τὰ Ὀλύμπια γέγονε τὰ Ἴσθμια, καὶ πάλιν ἐκ τῶν Ἰσθμίων τὰ Νέμεα. ἐξ ὕλης δὲ ὡς ἐὰν ὑποθώμεθα ἐξ ἀέρος γίνεσθαι ὕδωρ καὶ ἐξ ὕδατος γῆν, εἰ τύχοι, καὶ ἐκ γῆς πῦρ. καὶ πάλιν ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον, ὥσπερ φαμὲν ἐξ ἐμβρύου γίνεσθαι βρέφος καὶ μειράκιον καὶ ἐκ μειρακίου ἄνδρα, καὶ πάλιν ἐξ ἀμαθοῦς ἐπιστήμονα. ἰστέον οὖν ὅτι τῷ πρώτῳ σημαινομένῳ οὐ κέχρηται τῷ κατὰ τὸν χρόνον, διότι οὐ κυρίως φαμὲν ἐπὶ τοῦ χρόνου τόδε ἐκ τοῦδε γίνεσθαι ἀλλὰ τόδε μετὰ τόδε, οἷον Ὀλύμπια, ἔπειτα Ἴσθμια· ταῦτα γὰρ πάντα ὑπάρχουσι. δυνατὸν γὰρ καὶ ἐξ Ἰσθμίων Ὀλύμπια γενέσθαι καὶ πάλιν ἐξ Ὀλυμπίων Ἴσθμια· ὡς γὰρ εἴρηται, οὐκ ἔστι τοῦτο πραγματειῶδες ἀλλὰ θέσει. ἐπὶ τῆς ὕλης δέ φαμεν τόδε ἐκ τοῦδε γίνεσθαι, οἷον ἐκ πυρὸς ἀέρα καὶ ἐξ ἀέρος ὕδωρ καὶ ἐξ ὕδατος γῆν. ἡ τοίνυν τοιαύτη πρόοδος οὐκ ἔστιν ἄπειρος ἀλλ’ ἀνακάμπτει· πάλιν γὰρ καὶ ἐκ γῆς γίνεται πῦρ. ὅτι γὰρ ἀνάγκη πᾶσά ἐστιν ἀνακάμπτειν, φανερὸν ἐντεῦθεν. ἡ γὰρ ὕλη ἄφθαρτός ἐστιν· εἰ γὰρ ὑποθώμεθα αὐτὴν φθαρτὴν εἶναι, ἐπειδὴ πᾶν τὸ φθειρόμενον εἰς ὕλην φθείρεται, ἔσται ἐφθαρμένη ἡ ὕλη πρὸς τῆς γενέσεως αὐτῆς, καὶ ἐφθαρμένη ἅμα καὶ σωζομένη, ὅπερ ἐστὶν ἀδύνατον, διότι εἰς ὕλην πάλιν φθείρεται. ὥστε ἄφθαρτος, φησίν, ἔστιν ἡ ὕλη. εἰ δὲ ἄφθαρτος, δῆλον ὅτι καὶ δύναμιν ἔχει καὶ ἐπιτηδειότητα τοῦ γενέσθαι πάλιν πῦρ. εἰ τοίνυν μὴ μάτην ἔχει τὴν δύναμιν ταύτην, φανερὸν ὅτι πάλιν ἀνακάμπτει καὶ γίνεται πῦρ ἐκ γῆς καὶ τὸ ἐναντίον.
“然而,当处于上方者具有起点时,向下进行至无限也是不可能的。” 在通过前述论证表明当处于下方者受到限定时、向上而言本原不可能无限之后——因为这样一来便会导致本义上的原因被取消(因为本义上的原因乃是仅仅作为原因而存在者;而如果我们假设诸本原是无限的,同一事物就将既是原因又是结果,而正如所说过的,此类事物并非本义上的原因)——那么,在通过前述论证表明了这些之后,由此他表明,反过来在始点受到限定的情况下,从它所产生的事物也是不可能无限的。并且,任何人都不应以为此处所说的话与《后分析篇》中所说的类似;因为在那部著作中,他是就谓述而论,表明谓述无论向上还是向下都不是无限的,然而在此处,他却是就事物本身进行论证,表明事物无论向上还是向下都不是无限的。因此正如所说过的,在表明了它们向上并非无限之后,现在他表明,当始点受到限定时,从它所产生的事物也并非无限。为了这一论证,他设定从某物生成的事物有三种说法:因为从这一个生成,或是就时间而言,或是就质料而言,或是就不完全者与完全者而言。就时间而言,例如我若说在奥林匹亚竞技会之后举行了地峡竞技会,又从地峡竞技会引出涅墨亚竞技会。就质料而言,例如我们若假设从气生成水,从水生成土,或者从土生成火。再次,就不完全者向完全者而言,正如我们说从胚胎生成婴儿、少年,从少年生成成年男子,又从无知者生成博学者。因此应当知道,他并未采用第一种含义、即就时间而言的含义,因为在时间的场合,我们并非本义地说这一个从这一个生成,而是这一个在这一个之后,例如奥林匹亚竞技会,然后是地峡竞技会;因为这些全都是并存的。因为从地峡竞技会生成奥林匹亚竞技会,又从奥林匹亚竞技会生成地峡竞技会也是可能的;因为正如所说过的,这并非实体性的,而是约定俗成的。但在质料的场合,我们说是这一个从这一个生成,例如从火生成气,从气生成水,从水生成土。因此,这样的进展并非无限,而是发生循环折返;因为再次从土也会生成火。因为发生循环折返是完全必然的,这一点由此显而易见。因为质料是不灭的;因为如果我们假设它是可灭的,既然一切消灭之物都消灭于质料,那么质料在其自身生成之前就将已经消灭,并且同时处于已消灭与被保存的状态,而这是不可能的,因为它再次消灭于质料。因此他说,质料是不灭的。而如果不灭,显然它就同时具有再次成为火的潜能与适宜性。那么,如果它并非徒劳地具有这一潜能,显然它就会再次循环折返,从土生成火,反之亦然。
- 2.12τοῦ ἄνω ἔχοντος ἀρχήν
独立属格结构。中性单数名词化短语 τοῦ ἄνω(处于上方者/本原一侧的项)作为分词 ἔχοντος 的逻辑主语,表条件(“若上方者具有起点”)或伴随状况。
- 2.12καὶ μή τις οἰηθείη
由否定小词 μή 与第三人称单数祈愿语气(οἰηθείη)构成的第三人称禁止结构(“任何人都不应认为”)。μή 加祈愿语气本义表否定愿望(“愿无人如此认为”),在晚期希腊语散文中常婉转地用作第三人称禁止。
