- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:119.27-121.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐释了亚里士多德关于现实活动与实体相应、真理与存在成比例的论点,继而论述在四种原因中因果链条在深度与广度上皆不可能进行至无限,并通过对中介项性质的剖析证明必须存在第一原因。
" Οὐ γὰρ ποτὲ ἀληθεῖς, οὐδ’ ἐκείναις αἴτιόν τί ἐστι τοῦ εἶναι, ἀλλ’ ἐκεῖναι τοῖς ἄλλοις. ὡς δὲ ἕκαστον ἔχει τοῦ εἶναι, οὕτω καὶ τῆς ἀληθείας.1" Ἐντεῦθεν δείκνυσιν ὅτι σύνδρομοι ὑπάρχουσιν αἱ ἐνέργειαι ταῖς οὐσίαις. διό φησι τέσσαρας εἶναι ἐνεργείας, ἐπειδὴ καὶ τέσσαρες οὐσίαι, νοηταί, διανοηταί, δοξασταί, αἰσθηταί. φησὶν οὖν, ὡς ἕκαστον ἔχει οὐσίας, οὕτω καὶ ἀληθείας. σύνδρομοι γὰρ αἱ ἐνέργειαι ταῖς οὐσίαις· εἰ τοίνυν αἱ νοεραὶ οὐσίαι θεῖαι ὑπάρχουσι καὶ ἀληθεῖς καὶ ἀεὶ ὡσαύτως ἔχουσαι καὶ ἀναίτιοι, φανερὸν ὅτι καὶ αἱ ἐνέργειαι αὐτῶν τοιαῦται. ἐπὶ μέντοι γε ἡμῶν ἡ οὐσία οὐ τοιαύτη· οὐκοῦν οὐδὲ αἱ ἐνέργειαι· ἐκεῖθεν γὰρ ἐπινάονται.
“因为它们绝非在某一时刻是真实的,也不是有什么事物是它们存在的原因,而是它们自身是其他事物的原因。而各个事物在存在方面如何,在真理方面亦复如此。” 由此他表明,现实活动是与本质相伴而行的。因此他说有四种现实活动,因为也有四种本质:理知的、推论的、意见的、感觉的。因此他说,各个事物在本质方面如何,在真理方面亦复如此。因为现实活动是与本质相伴而行的;那么,如果理智诸本质是神圣且真实的,永远处于同一状态且无原因的,显而易见它们的现实活动也是如此的。然而在我们这里,本质却非如此;因此现实活动亦非如此;因为它们是从那边流注而来的。
"Ἀλλὰ μὴν ὅτι γε ἔστιν ἀρχή τις καὶ οὐκ ἄπειρα τὰ αἴτια τῶν ὄντων." Εἰπὼν τὴν θεωρητικὴν φιλοσοφίαν περὶ ἀληθείας ἐπιστήμην εἶναι, ἥτις διὰ τὴν τῶν αἰτίων γνῶσιν γίνεται, εἰπὼν δὲ καὶ μάλιστα ἀληθῆ τὰ αἴτια εἶναι, καὶ διὰ τούτων συστησάμενος ἀναγκαίαν οὖσαν τῇ θεωρητικῇ φιλοσοφίᾳ τὴν τῶν αἰτίων γνῶσιν, ἐπεὶ τὰ αἴτια τοῦ εἶναι τοῖς ἀιδίοις τῶν ὄντων μάλιστά ἐστιν ἀληθῆ, ἀναγκαίως καὶ ἀκολούθως τοῖς προειρημένοις δείκνυσιν ὅτι ἔστι τινὰ αἴτια καὶ ἔστι τις ἀρχὴ ἐν αὐτοῖς, τουτέστι πρῶτον αἴτιον, καὶ οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος. ἐντεῦθεν βούλεται δεῖξαι ὅτι οὐκ ἄπειροι ὑπάρχουσιν αἱ ἀρχαὶ οὔτε εἰς εὐθυωρίαν, τουτέστι κατὰ βάθος, ὥστε εἶναι μὲν τόδε τοῦδε αἴτιον, ἄλλου δὲ ἄλλο καὶ τοῦτο ἐπ’ ἄπειρον, οὔτε κατ’ εἶδος, τουτέστι κατὰ πλάτος,2 ὥστε εἶναι μὲν τὰς ψυχὰς αἰτίας, ταύτας δὲ ἀπείρους ὑπάρχειν. οὔτε γάρ, φησίν, ὡς ἐξ ὕλης τόδε ἐκ τοῦδε δυνατὸν εἶναι ἐπ’ ἄπειρον, οἷον, ὥς φησιν αὐτός, σάρκα μὲν ἐκ γῆς, γῆν δὲ ἐξ ἀέρος, ἀέρα δὲ ἐκ πυρός, καὶ τοῦτο μηδέποτε, φησίν, ἵστασθαι, ἀλλὰ ἄλλην ἄλλης ὕλην γίνεσθαι· πάλιν δὲ καὶ ἐπὶ τοῦ ποιητικοῦ αἰτίου, οἷον τὸν μὲν ἄνθρωπον ὑπὸ τοῦ ἀέρος κινηθῆναι, τοῦτον δὲ ὑπὸ τοῦ ἡλίου, τὸν δὲ ἥλιον ὑπὸ τοῦ νείκους, καὶ τούτου μηδὲν εἶναι πέρας. ὁμοίως δὲ, φησί, καὶ ἐπὶ τοῦ τελικοῦ αἰτίου οὐ δυνατόν ἐστιν ἀπειρίαν εἶναι, βάδισιν μὲν ὑγείας ἕνεκα, ταύτην δὲ εὐδαιμονίας, τὴν δὲ εὐδαιμονίαν ἄλλου, καὶ τοῦτο ἐπ’ ἄπειρον· ὁμοίως καὶ ἐπὶ τοῦ εἰδικοῦ αἰτίου.
“然而,确实存在某种本原,且存在者的诸原因并非无限。” 在讲过观照哲学是关于真理的科学,而这是通过对诸原因的认识而产生的,并且在讲过诸原因乃是最为真实的,且通过这些确立了对观照哲学而言对诸原因的认识是必然的之后——既然存在的诸原因对于存在者中的永恒之物而言乃是最为真实的——他便必然且合乎逻辑地遵循前述之论,表明存在着某些原因,且在它们之中存在某种本原,即第一原因,并且进展不会进行至无限。由此他试图表明,诸本原既不是在直线上、即在深度上是无限的——以至于这一个是这一个的原因,另一个又是另一个的原因,且这进行至无限;也不是在种类上、即在广度上是无限的——以至于诸灵魂作为原因,而这些灵魂是无限的。因为他说,既不可能如从质料中那样,如他自己举例所说,肉来自土,土来自气,气来自火,且这绝不止息,而是另一个成为另一个的质料,如此这一个来自这一个进行至无限;在动力因方面同样不可能,例如人被气所推动,气被太阳所推动,太阳被争执所推动,且对此没有任何限度。他说,同样地在目的因方面也不可能有无限:散步为了健康,健康为了幸福,幸福为了他物,且这进行至无限;在形式因方面亦然。
"Τῶν γὰρ μέσων ὧν ἐστιν ἔξω τι ἔσχατον καὶ πρότερον.3" Ἐντεῦθεν δείκνυσιν ὅτι οὐ δυνατόν ἐστιν ἐπ’ ἄπειρον γίνεσθαι τὴν πρόοδον τῶν αἰτίων, ἐπεὶ οὕτως οὐκ ἔσται αἴτιον. τῶν γὰρ μέσων, φησίν, αἰτίων, ὧν ἐστιν ἔξω ἔσχατον καὶ πρότερον. εἰ γὰρ λάβωμεν τρία αἴτια, πρῶτον, μέσον, ἔσχατον, ἐρωτηθῶμεν δὲ ποῖον ἐξ αὐτῶν ἐστιν αἴτιον, φανερὸν ὅτι τὸ πρῶτον ἐροῦμεν· οὔτε γὰρ τὸ ἔσχατον αἴτιόν ἐστιν, εἴ γε πάντων ἐστὶ τελευταῖον καὶ αἰτιατὸν ἀλλ’ οὐκ αἴτιον, οὔτε δὲ τὸ μέσον δυνατόν ἐστιν εἰπεῖν αἴτιον· ἑνὸς γὰρ μόνου αἴτιόν ἐστι τοῦ ἐσχάτου, ἄλλως τε καὶ αἰτιατόν ἐστι τοῦ πρώτου. εἰ οὖν ἄπειρα τὰ αἴτια, πάντα μέσα, καὶ οὕτως οὐδὲν ἔσται πρῶτον. ταὐτὸ οὖν ἐστι πρὸς τὸ παράδειγμα καὶ ὀλίγα λαβεῖν καὶ πλείονα· εἰ γὰρ ἐν πᾶσιν αἴτιον τὸ πρῶτον ἀλλὰ μὴ τῶν μέσων τι, ἐφ’ ὧν ἡ τοιάδε τάξις, ἐν οἷς μηδέν ἐστι πρῶτον ἀλλὰ μέσα πάντα, ἐν τούτοις δὲ αἴτιον οὐκ ἔστιν οὐ μόνον πρῶτον ἀλλ’ οὐδὲ τῶν μεταξύ τι. δηλωτικὸν δ’ ἂν εἴη τὸ τοῦτον τὸν τρόπον προσκείμενον [ἐν] τοῖς αἰτίοις τοῦ κατ’ ἐνέργειαν ἀπείρου· ἐν γὰρ τοῖς οὕτως ἀπείροις οὐδέν ἐστι πρῶτον, καὶ ἐπὶ τοῦ ἀνομοειδοῦς· τῶν γὰρ ἀπείρων μὲν ὁμοειδῶν δὲ πᾶν τὸ ληφθὲν ὁμοίως αἴτιον, ἓν δέ. καὶ ταῦτα μὲν ὁ Ἀλέξανδρος· ὁ δὲ ἡμέτερος φιλόσοφος Ἀμμώνιός φησιν ὅτι τὸ τοῦτον τὸν τρόπον δηλωτικόν ἐστι καὶ ἀντιδιασταλτικὸν τῆς δυνάμεως, ὅτι δυνατόν ἐστιν ἀπείρου δυνάμεως οὔσης εἶναί τι πρῶτον αἴτιον· τὸ γὰρ πρῶτον αἴτιον ἀπειροδύναμόν ἐστι καὶ ὁμοίως αἴτιον πάντων. τὸ γοῦν κατὰ δύναμιν ἄπειρον ἐνδέχεται, τὸ δὲ κατ’ ἀριθμὸν οὐκ ἐνδέχεται. ἄλλως τε δὲ τοῦ ἀπείρου πάντα τὰ μόρια μέσα μέχρι τοῦ νῦν, τουτέστι μέχρι τοῦ πέρατος. εἰ δὲ τὸ μέσον ἐδείχθη μὴ ὂν αἴτιον, φανερὸν ὅτι οὐκ ἔστιν αἴτιον, εἴπερ ἄπειρα τὰ αἴτια. εἰ οὖν ἔστιν ἄπειρα, οὐδὲν ἐστι πρῶτον· εἰ δὲ οὐκ ἔστι πρῶτον, αἴτιον 〈οὐδέν ἐστιν〉. ἀλλὰ μὴν τοῦτο ἀδύνατον· ἔστιν ἄρα πρῶτον.
“因为在那些其外部有某种极点和先在之物的中介者之中。” 由此他表明,诸原因的进展不可能进行至无限,因为若如此便不会有原因。因为他说,在那些其外部有极点和先在之物的中介原因之中。因为如果我们取三个原因——第一的、中介的、极点的——并且被问及其中哪一个是原因,显然我们会说是第一的;因为极点的并非原因,既然它是万物中最后的且是被动的原因结果而非原因,而把中介的称为原因也是不可能的;因为它是仅仅一个事物、即极点事物的原因,此外它又是第一者的结果。那么,如果诸原因无限,一切就都是中介者,这样也就没有任何第一者。因此,对于这个例子而言,无论是取少数还是取多数都是相同的;因为如果在一切具有如此次序的事物中,是第一者而非中介者的任何一个是原因,那么在那些没有任何第一者而全都是中介者所构成的序列中,不仅没有第一者作为原因,中间的任何事物也不是原因。而在诸原因上附加“以此种方式”这一短语,将是指明现实的无限;因为在如此无限的事物中没有任何第一者,在不同类别的序列中也是如此;因为在无限但同类的事物中,所取的任何事物同样都是原因,但它只是一个。这些是亚历山大的观点。而我们的哲人阿摩尼奥斯则说,“以此种方式”是指明并与力量相区分的,意思是当存在无限的力量时,可能存在某种第一原因;因为第一原因具有无限的力量,并且同样是一切事物的原因。至少在力量上的无限是容许的,但在数量上的无限是不容许的。此外,直到现在、即直到限度为止,无限的一切部分都是中介者。而如果中介者已被证明并非原因,显然如果诸原因确实是无限的,便不会有原因。那么,如果它们是无限的,就没有任何第一者;而如果没有第一者,也就没有任何原因。然而这确实是不可能的;因此存在着第一者。
- 2.9ὡς δὲ ἕκαστον ἔχει τοῦ εἶναι, οὕτω καὶ τῆς ἀληθείας
ἔχει 与属格连用,表示“就……而言处于某种状态”或“具有……的份额”。在后半句 οὕτω καί 中省略了相同的动词 ἔχει,表达事物在存在(实体)上的层级与其在真理上的层级成正比的对应关系。
- 2.10οὔτε εἰς εὐθυωρίαν, τουτέστι κατὰ βάθος... οὔτε κατ’ εἶδος, τουτέστι κατὰ πλάτος
用以区分原因序列在何种模式下不能为无限的对比结构:εἰς εὐθυωρίαν / κατὰ βάθος 指纵向深度上的直线因果链(从先行原因到后继结果的一维纵深),而 κατ’ εἶδος / κατὰ πλάτος 指横向广度上的扩展(种类或同层级并列原因数量的无限)。
- 2.11Τῶν γὰρ μέσων ὧν ἐστιν ἔξω τι ἔσχατον καὶ πρότερον
引用亚里士多德原文。本句为省略主节谓语的短语式构造,正如注解者紧接着阐明的那样,其蕴涵的结论为“在中介项中,(唯有第一者是原因,中介项自身并非原因)”。关系代词属格 ὧν 的先行词为 τῶν μέσων,由介词 ἔξω 统辖。
