← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§117.33-119.26

对先辈的感恩与作为真理科学的观照哲学

阿斯克勒庇俄斯依循亚里士多德阐释道:即便先辈哲人的见解不尽完善,因其锻炼了我们的理智能力亦当予以感激;随后论证了观照哲学因以真理为目的而理应被称为“真理的科学”,并阐明作为动因的理知实在与第一本原最为真实。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6

" Οὐ μόνον δὲ χάριν ἔχειν δίκαιον." Ἐντεῦθεν εὐγνωμόνως ἀποδέχεται καὶ τοὺς πρὸ αὐτοῦ εἰρηκότας περὶ τῶν ἀρχῶν, φάσκων οὕτως, ὅτι οὐ μόνον δεῖ ἔχειν χάριν τοῖς ἀκριβές τι εἰποῦσι καὶ ὧν ἄν ταῖς δόξαις ἀνὴρ φιλόσοφος συγκαταθῆται,1 ἀλλὰ καὶ τοῖς ἐπιπολαιοτέρως ἀποφηναμένοις· καὶ γὰρ οὗτοι πάνυ συνεβάλοντο, καθὸ εὑρεταὶ γεγόνασι τῆς ἀρχῆς. τὴν γὰρ ἕξιν, ὥς φησιν αὐτός, προήσκησαν ἡμῶν. τὴν γὰρ ἕξιν, τουτέστι τὴν δύναμιν ἡμῶν, ἥτινι δυνάμει τῆς ψυχῆς τὰ τοιαῦτα ζητεῖν δυνάμεθα (αὕτη δέ ἐστιν ἡ κατὰ τὸν νοῦν), ταύτην προήσκησαν θήξαντές πως καὶ κινήσαντες ταῖς ζητήσεσιν ἃς ἐποιήσαντο, καὶ ἐπιστήσαντες εἰς τὸ καὶ αὐτοὺς ζητεῖν περὶ τούτων καὶ εἰς ἔννοιαν ἀγαγόντες ὡς ἔστιν οἰκεία ἡμῖν ἡ περὶ ὧν ἐπραγματεύσαντο θεωρία. εἰ μὴ γάρ, φησί, Τιμόθεος ἐγένετο,2 οὐκ ἐμέλλομεν ἔχειν πολλὴν μελοποιίαν· αὐτὸς γὰρ ἠκρίβωσεν· εἰ δὲ μὴ Φρῦνις, Τιμόθεος οὐκ ἐγένετο. ἀρχαιότερος γὰρ Φρῦνις Τιμοθέου, ὃς καὶ τὴν ἀρχὴν εὗρε τῆς μελοποιίας. οὕτως οὖν δεῖ ἔχειν καὶ περὶ τῶν ἀποφηναμένων περὶ τῆς ἀληθείας· παρὰ μὲν γάρ τινων παρειλήφαμέν τινας δόξας ἀκριβεῖς, αἷς ἄξιον χρῆσθαι ὡς ἐχούσαις περιττόν τι, ἄλλοι δὲ τοῦ γενέσθαι τούτοις αἴτιοι γεγόνασι τὰς ἀρχὰς εὑρίσκοντες.

“但不仅感激是合理的。” 由此,他也宽容地接纳了他之前谈及诸本原的人们,如此主张说:不仅应当感激那些说出了确切之论且其意见可令一位哲人赞同的人,也应当感激那些发表了较为肤浅见解的人;因为他们也作出了极大的贡献,因为他们成为了本原的发现者。因为正如他自己所言,他们预先训练了我们的状态。因为我们的状态,也就是我们的能力——即灵魂据以能够探求此类事物的能力(而这就是按照理智的能力)——他们预先训练了它,通过他们所进行的探求在某种程度上磨砺并促动了它,使我们注意到自己也要探求这些事物,并将我们引向关于他们所探讨的事物的观照乃是切合于我们的概念。因为他说,如果没有提摩太,我们便不会拥有丰富的抒情诗歌;因为是他精炼了它;但如果没有弗律尼斯,也就不会有提摩太。因为弗律尼斯比提摩太更为古老,他发现了抒情诗歌的开端。因此,对于就真理发表见解的人们也应当如此看待:因为从某些人那里,我们继承了某些确切的意见,这些意见因包含卓越之处而值得被使用,而另一些人则通过发现开端,成为了这些人产生的动因。

§2.7

"Ὀρθῶς δὲ ἔχει καὶ τὸ καλέσαι τὴν φιλοσοφίαν ἐπιστήμην τῆς ἀληθείας." Χρησάμενος τῷ τῆς ἀληθείας ὀνόματι ἐπὶ τῆς θεωρητικῆς φιλοσοφίας, νῦν ὅτι εὐλόγως οὕτως καλεῖται συνίστησι φάσκων ὅτι ὀρθῶς ἔχει τὸ καλέσαι τὴν φιλοσοφίαν ἐπιστήμην τῆς ἀληθείας. φιλοσοφίαν γὰρ ἰδίως τὴν θεωρητικὴν λέγει, ὡς δι’ ὧν ἐπιφέρει δηλοῖ, λέγων θεωρητικῆς μὲν γὰρ τέλος ἀλήθεια· καὶ ταύτης ἔτι μᾶλλον τὴν περὶ τῶν πρώτων ἀρχῶν τε καὶ αἰτιῶν τῶν παντάπασιν αἰσθήσεως κεχωρισμένων καὶ τῇ αὐτῶν φύσει ὄντων, ἣν καὶ σοφίαν καλεῖ. συνίστησι δὲ τὸ προειρημένον οὕτως. ἐπεὶ τέλος τῆς θεωρητικῆς φιλοσοφίας ἀλήθεια, ἀπὸ δὲ τοῦ τέλους καὶ τοῦ σκοποῦ ἑκάστη μέθοδος χαρακτηρίζεταί τε καὶ τὸ εἶναι ἔχει, εἰκότως αὕτη παρὰ τῆς ἀληθείας καλεῖται· τοῦτο γὰρ αὐτῇ τέλος. καὶ ἐκ τῆς παραθέσεως δὲ τῆς πράξεως τοῦτο ἔδειξεν ὅτι μᾶλλον ἀλήθεια θεωρεῖται ἐν τῇ θεωρίᾳ (ἐπεὶ καὶ ἀίδιος) ἤπερ ἐν τῇ πράξει. διό φησι θεωρητικῆς μὲν γὰρ τέλος ἀλήθεια καὶ γνῶσις, πρακτικῆς δὲ ἔργον· ἐὰν γὰρ τὸ πῶς ἔχει σκοπῶμεν, ἡ πρᾶξις οὐ τὸ ἀΐδιον καθ’ αὑτὸ ἔχει, ἀλλὰ πρός τι. ἡ γὰρ πρᾶξις πρός τινα καιρὸν συμβάλλεται, καὶ ἔστιν ἀληθὲς τὸ μερικῶν πραγμάτων τὰς πράξεις ὑπάρχειν.3 τὰ γὰρ πρακτὰ οὐ καθόλου, ἀλλὰ μεταπίπτουσι κατὰ τὰς ἡλικίας τῶν πραττόντων καὶ τὰς τύχας καὶ κατὰ τὰς πρὸς οὓς πράττεται σχέσεις. καὶ γὰρ 〈αἱ〉 ἐπὶ τῶν ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς ἐνεργειῶν ζητήσεις εἰ μὴ θεωρίας χάριν γίνοιντο μόνης, ἐν τοῖς πρακτοῖς εἰσι καὶ περὶ τὰ καθ’ ἕκαστα· ἐπὶ γὰρ ταῦτα αὐτῶν ἡ ἀναφορά. ἄλλως τε ἐκ τῆς θεωρίας ἔχει ἡ πρᾶξις τὴν ἀλήθειαν. πρὸς τούτοις δὲ οὐ δυνατόν ἐστι γνῶναι τὸ ἀληθὲς ἄνευ τῆς αἰτίας.

“把哲学称为真理的科学也是正确的。” 在将“真理”这一名称用于观照哲学之后,现在他通过主张把哲学称为真理的科学是正确的,确证了它被如此称呼是合情合理的。因为正如他通过接着提出的内容所表明的那样,他特指观照哲学为“哲学”,他说“因为观照哲学的目的是真理”;而在其中更加特指关于第一本原与原因的哲学,这些本原与原因完全与感觉相隔绝,依其自身的本性而存在,他也把这称为智慧。而他如下确证前述之论:既然观照哲学的目的是真理,而每一种方法都由其目的和目标来表征并具有其存在,那么它由真理得名便是合理的;因为这就是它的目的。而且从与实践的对比中他也表明了这一点,即相较于在实践中,真理更多地是在观照中被察见的(因为真理也是永恒的)。因此他说“因为观照哲学的目的是真理与认识,而实践哲学的目的是行动”;因为如果我们审视情况如何,实践并不包含自在永恒之物,而是包含相关之物。因为实践有助于某种时机,并且各实践属于个别事物是千真万确的。因为可实践的事物并不是普遍的,而是根据行动者的年龄、境遇以及与行动对象的关系而发生变化。因为关于诸德性及依德性而行的活动的研究,若非仅仅为了观照的缘故而进行,便处于可实践的事物之中且关乎个别事物;因为它们的指涉正是朝向这些个别事物的。此外,实践是从观照中获得真理的。除这些之外,没有原因便不可能认识真理。

§2.8

"Ἕκαστον δὲ μάλιστα αὐτὸ τῶν ἄλλων." Φησὶν ὅτι τὸ αὐτὸ αἴτιόν ἐστι τῶν ἄλλων· καὶ ἐχρήσατο Πλατωνικῇ λέξει τῇ αὐτὸ ἐνδεικνύμενος τὰς ἰδέας· τὸ γὰρ αὐτὸ αἴτιον τοῖς ἄλλοις τοῦ εἶναι, τουτέστι τὸ νοητόν, φημὶ δὴ τὴν ὕπαρξιν τοῦ νοητοῦ, καθ’ ὃ τοῖς ἄλλοις ὑπάρχει συνωνύμως, τουτέστιν ὁμωνύμως ἢ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. οἷον τὸ πῦρ φαμεν εἶναι θερμότατον, ἐπειδὴ καὶ τοῖς ἄλλοις αἴτιόν ἐστι θερμότητος. ὥστε καὶ ἀληθέστατον τὸ αἴτιον τοῖς ὑστέροις τῆς ἀληθείας. εἰ τοίνυν τὴν ἀλήθειαν ἔχομεν ἐκ τῶν νοητῶν, δῆλον ὅτι κυρίως ἀληθινὰ ἐκεῖνα ὑπάρχουσιν. οὐ γὰρ ποτὲ ἀληθῆ ὑπάρχουσιν, οὐδὲ ἐκείνοις ἄλλα αἴτια τοῦ εἶναι, ἀλλ’ ἐκεῖνα τοῖς ἄλλοις· οἴκοθεν γὰρ ἔχουσι τὴν ἀλήθειαν συνουσιωμένην. οὔτε γάρ φαμεν ὅτι πᾶν ἀληθὲς δεῖ ἐξ αἰτίας γνωρίζειν· οὕτως γὰρ ἐπ’ ἄπειρόν τε ἂν εἴη τὰ αἴτια καὶ οὐδὲν γνωστὸν ἂν εἴη, ὡς μετ’ ὀλίγον δείξει· ἀλλὰ δῆλον ὅτι τούτων τῶν πρακτῶν τὸ ἀληθὲς οὐχ οἷόν τε γνῶναι χωρὶς αἰτίας τῶν ἐχόντων αἰτίας.4 ἔστι γάρ τινα γνωστὰ χωρὶς αἰτίας· τοιαῦτα γὰρ τὰ πρῶτα καὶ αἱ ἀρχαί, τουτέστι τὰ νοητὰ πάντα. διό φησι καὶ ἐν τῇ Ἀποδεικτικῇ ὅτι οὐκ ἐπ’ ἄπειρον αἱ ἀρχαί, καὶ ἐν τῇ Φυσικῇ ὅτι ἀναγκαία ἐστὶν ἡ περὶ τῶν ἀρχῶν θεωρία· οὐ μέντοι γε αἱ πρώτισται ἀρχαὶ ἀρχὰς ἔχουσιν, ἀλλὰ ὑπάρχουσι κοιναὶ ἔννοιαι. διὸ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀναγκαῖον ἀεὶ εἶναι ἀληθεστάτας.

“而在其他事物中,各个事物最是其自身。” 他说,其自身乃是其他事物的原因;并且他使用了柏拉图式的文词“其自身”来指代诸型相。因为其自身对于其他事物而言乃是存在的原因,即理知之物,我指的正是理知之物的实在性,依据它而同名地、即异名地或依于一且朝向一而属于其他事物。例如,我们说火是最热的,因为对于其他事物而言它也是热的原因。因此,对于后继之物而言是真理之原因的东西,也是最为真实的。那么,如果我们从理知之物中获得真理,显然那些东西便本真地是真实的。因为它们并非有时真实,也不是有其他事物作为它们存在的原因,而是它们自身作为其他事物的原因;因为它们从自身来源便将真理同质化地结合于本质中。因为我们并不主张一切真实的事物都必须从原因中被认识;因为正如他不久之后将要展示的那样,若如此原因就会进行至无限,也就没有任何东西是可以被认识的;但显然,对于这些可实践的事物中具有原因的事物而言,其真理脱离了原因便无法被认识。因为确实存在某些没有原因而被认识的事物;第一之物与诸本原,也就是一切理知之物正是如此。因此他在《后分析篇》中也说诸本原不会进行至无限,在《物理学》中也说关于诸本原的观照是必然的;然而最根本的诸本原并没有诸本原,而是作为共通概念而存在。因此,永恒存在者的诸本原必然永恒地是最为真实的。

语法注4 条
  1. 2.6καὶ ὧν ἄν ταῖς δόξαις ἀνὴρ φιλόσοφος συγκαταθῆται

    关系分句 ὧν ἄν ... συγκαταθῆται 省略了先行词 τούτοις,与前文的 τοῖς ἀκριβές τι εἰποῦσι 形成并列。ὧν 在分句内作 ταῖς δόξαις 的所属属格(“一个哲人所赞同其意见的人”)。

  2. 2.6εἰ δὲ μὴ Φρῦνις, Τιμόθεος οὐκ ἐγένετο.

    在条件从句的前件 εἰ δὲ μὴ Φρῦνις 中省略了动词 ἐγένετο(意为“如果弗律尼斯不存在”),这是承接前一句 εἰ μὴ ... Τιμόθεος ἐγένετο 的省略。

  3. 2.7καὶ ἔστιν ἀληθὲς τὸ μερικῶν πραγμάτων τὰς πράξεις ὑπάρχειν

    由定冠词 τὸ 引导的带不定词从句 τὸ ... τὰς πράξεις ὑπάρχειν 作句子的语法主语,ἀληθές 为谓语形容词。属格 μερικῶν πραγμάτων 依存于 ὑπάρχειν,表示“实践属于/关涉个别事物”。

  4. 2.8τούτων τῶν πρακτῶν τὸ ἀληθὲς οὐχ οἷόν τε γνῶναι χωρὶς αἰτίας τῶν ἐχόντων αἰτίας

    属格短语 τούτων τῶν πρακτῶν 与分句末尾的 τῶν ἐχόντων αἰτίας 构成了隔置结构(hyperbaton),后者对前者起同位语或限制性修饰作用(“在这些可实践的事物中具有原因者的真理”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:117.33-119.26