- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:116.14-117.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了《形而上学》小阿尔法卷开篇关于真理的考察既难又易的悖论(993a30)、大门的谚语(993b4)以及关于掌握整体与部分的疑难(993b6),调和了与前文看似矛盾之处,并结合蝙蝠的比喻阐明认识的困难不在于认识对象而在于人类理智的软弱。
" Ἡ περὶ τῆς ἀληθείας θεωρία τῇ μὲν χαλεπή, τῇ δὲ ῥᾳδία." Τουτέστιν ἡ περὶ πάσης τῆς θεωρητικῆς φιλοσοφίας θεωρία κατὰ τί μὲν χαλεπή ἐστι, κατὰ τί δὲ ῥᾳδία· χαλεπὴ μὲν καθ’ ὅσον πολλῶν ἐπιχειρησάντων αὐτῇ οὐδεὶς κατ’ ἀξίαν τοὺς περὶ αὐτῆς πεποίηται λόγους· τοῦ γὰρ δυσεύρετον καὶ χαλεπὴν εἶναι τὴν περὶ αὐτῆς θεωρίαν σημεῖόν ἐστιν1 ἱκανὸν τὸ μὴ δύνασθαι τοὺς περὶ αὐτῆς λέγοντας ἀξίως τι εἰπεῖν περὶ αὐτῆς. τοῦ δ’ αὖ ῥᾳδίαν πάλιν εἶναι σημεῖον ποιεῖται τὸ μὴ πάντῃ τοὺς περὶ αὐτῆς εἰπόντας ἀποπλανηθῆναι, ἀλλὰ τῶν εἰπόντων ἕκαστον εἰπεῖν ὑγιές τι περὶ αὐτῆς. καθ’ ἕκαστον μὲν γὰρ τῶν ταῦτα φιλοσοφησάντων εἰ ἐπισκοποίημεν, ὀλίγα παντελῶς ἕκαστον αὐτῶν ὑγιῶς ἂν εὕροιμεν λέγοντα· εἰ δὲ τὰς ἁπάντων ἀθροίσομεν εἰς ταὐτό δόξας, ἀξιόλογος ἤδη καὶ μεγάλη ἡ περὶ αὐτὰ θεωρία φανεῖται, ὥσπερ ἐν τῷ πρὸ τούτου εἶπεν ὅτι ἕκαστος τῶν πρώτων μέρος τι εἶπε περὶ τῶν ἀρχῶν. τὸ δὲ τῆς φύσεως προσκείμενον τὸ πρὸ πάσης τοῦτο τῆς θεωρητικῆς φιλοσοφίας εἶναι τὸ βιβλίον συνίστησι.2 δῆλον οὖν ὅτι κατὰ φύσιν ἡμῖν ἁρμόττει ἥδε ἡ πραγματεία, διὰ τὸ μηδένα ἀποτυγχάνειν ταύτης ποτέ.
“对真理的考察在某一方面是困难的,在另一方面则是容易的。” 也就是说,关于全部观照哲学的考察在某一方面是困难的,在另一方面则是容易的:说它困难,是因为尽管有许多人着手于它,却没有一个人就它作出了相称的论述;因为关于它的考察难以发现且属困难的充分证据,正是谈论它的人们无法就它说出任何相称的话。然而另一方面,他把谈论它的人们并没有全然走入迷途,而是谈论者中的每个人都就它说出了一些健全的见解,作为它属容易的证据。因为如果我们逐一考察那些就这些问题进行哲学思考的人,我们会发现他们每个人健全地说出的东西完全是极少的;但如果我们把所有人的意见汇集到一处,关于这些事情的考察就已经显得显著而宏大了,正如他在本书之前的地方所说,最初的哲人中的每个人都谈到了关于诸本原的某个部分。而“自然的”这一词的附加,证实了这本书是先于全部观照哲学的。因此显然,这一论著依本性适合于我们,因为从来没有人错失它。
"Ὥστε εἴπερ ἔοικεν ἔχειν καθάπερ τυγχάνομεν παροιμιαζόμενοι." Ὅτι ῥᾳδία ἐστὶν ἡ περὶ τῆς ἀληθείας θεωρία, σημεῖον παρέθετο τὴν παροιμίαν προσχρησάμενος αὐτῇ ‘τί τις ἂν θύρας ἁμάρτοι’, ἥτις λέγεται μὲν περὶ τῶν εὐκόλων καὶ μηδὲν χαλεπὸν καὶ δυσεύρετον ἐχόντων· εἴληπται δὲ ἀπὸ τῶν τοξοτῶν τῶν ἐπὶ σκοπὸν τοξευόντων· οὗτοι γάρ, ἂν μὲν στενὸς ᾖ ὁ προκείμενος σκοπός, οὐ ῥᾳδίως αὐτοῦ τυγχάνουσιν, ἐὰν δὲ πλατὺς ὥσπερ θύρα, ῥᾴδιον αὐτοῖς τὸ τούτου τυχεῖν. εἰ οὖν τοῦ ῥᾳδίου πάντες ἐπιτυγχάνουσι, ῥᾴδιόν ἐστι τοῦτο.
“因此,如果情况确实显得正如我们常在谚语中所说的那样。” 为了证明对真理的考察是容易的,他引证了谚语,运用了“谁能射偏门呢”这句谚语,它是用来形容那些简单且没有任何困难和难以发现之处的事物的。它是取自朝向靶子射箭的射手们;因为这些人如果面对的目标狭窄,就不会轻易射中它,但如果像门一样宽阔,射中它对他们来说就是容易的。因此,如果人人都射中容易的事物,那么这件事就是容易的。
"Τὸ δ’ ὅλον τ’ ἔχειν καὶ μέρος μὴ δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς." Ἐντεῦθέν φησιν ὡς ἔστι δυσχερὲς ἡ κατάληψις αὐτῆς, διότι, φησίν, ἀδύνατόν ἐστι τελείως αὐτὴν γνῶναι· μέρος γὰρ αὐτῆς οὐδεὶς δύναται γνῶναι, εἴ γε καὶ ἀμερής ἐστι, τὸ δὲ ὅλον πολύ ἐστι γνῶναι· χαλεπή ἐστιν ἄρα ἡ περὶ αὐτῆς θεωρία. ἀλλ’ εἴποι ἄν τις ὅτι ‘πῶς φησιν ἐνταῦθα ὅτι τὸ μέρος οὐ δυνατόν ἐστι γνῶναι, ἀνωτέρω δὲ ἔλεγεν ὅτι μέρη νοοῦσι διάφορα, καὶ τὸ ἐκ πάντων συναθροιζόμενον ἕν τι γίνεται’; πρὸς ὃ ἐροῦμεν ὅτι ἀνωτέρω μέρος ἔλεγε τὸ ὅλως ἐλθεῖν εἰς ἔννοιαν καὶ ἐφάψασθαι αὐτῆς, οὐ τῆς οὐσίας αὐτῆς, ἀλλ’ ἐννοῆσαι περὶ αὐτῆς ὅτι ἀσώματός ἐστιν, εἰ τύχοι· ἐνταῦθα δέ φησι περὶ τῆς οὐσίας· ἡ γὰρ ὕπαρξις αὐτῆς ἡ ὅλη διαγινώσκεται ἢ οὐ γινώσκεται. δοκεῖ οὖν ὁ φιλόσοφος, ὡς εἴρηται, τὰ ἀντικείμενα λέγειν. προείρηκε μὲν γὰρ ὅτι κατὰ μέρος ἕκαστος ἐπιβάλλει τῇ τῶν ὄντων ἀληθείᾳ, ὅλου δὲ ἀποτυγχάνει· νῦν δὲ δοκεῖ λέγειν τὸ μὲν ὅλον ἔχειν τοὺς ἐπιβάλλοντας αὐτῇ, τὸ δὲ μέρος μὴ δύνασθαι. μήποτε δὲ οὕτως ἀκούειν ἄμεινον τῆς λέξεως, τὸ δείκνυσθαι τὸ χαλεπὸν τῆς πραγματείας διὰ τοῦ † πρὸς τὸ ὅλον ἔχειν μηδὲ μέρος ὁλοκλήρως ἔχειν δύνασθαι.3 φησὶν οὖν ὅτι ἡ χαλεπότης κατὰ δύο τρόπους χαρακτηρίζεται, ἢ διὰ τὰ γινωσκόμενα ἢ διὰ τὰ γινώσκοντα. ἡ οὖν χαλεπότης οὐκ ἔστιν ἐν τοῖς πράγμασι, τουτέστιν οὐ διὰ τὰ γινωσκόμενα, ἀλλ’ ἐν ἡμῖν, τουτέστι διὰ τὴν ἡμετέραν ἀσθένειαν. ὥσπερ γὰρ αἱ νυκτερίδες ἔχουσι πρὸς τὸ μεθ’ ἡμέραν φῶς (οὐ γὰρ διὰ τὸν ἥλιον οὐκ ἀντιλαμβάνονται, εἴ γε φανότατός ἐστιν ὁ ἥλιος, ἀλλὰ διὰ τὴν τῶν ὀμμάτων ἀσθένειαν), οὕτω καὶ τῆς ἡμετέρας ψυχῆς ὁ νοῦς πρὸς τὰ τῇ φύσει φανερώτατα πάντων ὀκλάζει, οὐ διὰ τὴν ἐκείνων κρύψιν, εἴ γε φανότατα ὑπάρχουσιν, ἀλλὰ διὰ τὴν ἡμετέραν ἀσθένειαν· ἡ γὰρ παρὰ τὰ αἰσθητὰ ἡμῶν συνεχὴς γινομένη ἐνέργεια ταῖς κεχωρισμέναις τῆς αἰσθήσεως ἐνεργείαις ἐμποδὼν γίνεται.
“但能掌握整体而不能掌握部分,则表明了它的困难。” 由此他说,把握它是困难的,因为他说,完全认识它是不可能的;因为没有人能认识它的一部分,如果它确实是无部分的,而认识整体又过于浩繁;所以关于它的考察是困难的。但有人可能会说:“他在这里怎么说不可能认识部分,而在上面却说他们把握不同的部分,从所有人那里汇集起来的东西便成为一体呢?”对此我们将回答说,在上面他所谓的“部分”是指无论如何获得了概念并触及了它,而不是触及了其实体,例如碰巧想到了它是无形体的;但在这里他谈论的是实体;因为其实在性作为整体要么被辨识出来,要么就不被认识。因此,正如所说,这位哲学家似乎说了相互对立的话。因为他先前说过,每个人在部分上达及存在者的真理,却错失了整体;但现在他似乎又说,达及它的人拥有了整体,却无法拥有部分。然而,或许这样理解这段文句更好:即该论著的困难性在于,相较于拥有整体而言,人们甚至不能完整地拥有部分。因此他说,困难性是以两种方式被规定的,要么是因为被认识的事物,要么是因为进行认识者。所以困难性并不在事物之中,也就是说并不是因为被认识的事物,而是在我们之中,也就是说是因为我们的软弱。因为正如蝙蝠对待白昼的光线那样(因为并不是由于太阳的缘故它们才感觉不到,如果太阳确实是最为明亮的,而是由于它们眼睛的软弱),我们灵魂的理智对待本性上在万物中最为昭显的事物也是畏缩退却的,并不是由于那些事物的隐匿,如果它们确实最为明亮,而是由于我们的软弱;因为我们伴随着感觉事物而不断发生的活动,成为了隔绝于感觉的那些活动的阻碍。
- 2.3τοῦ γὰρ δυσεύρετον καὶ χαλεπὴν εἶναι τὴν περὶ αὐτῆς θεωρίαν σημεῖόν ἐστιν
τοῦ... εἶναι 是带有属格定冠词的不定式短语,充当名词 σημεῖον 的限定性或说明性属格(“关于它的考察难以发现且属困难的[证据]”)。句子的语法主语是其后带有主格冠词的不定式短语 τὸ μὴ δύνασθαι...。
- 2.3τὸ δὲ τῆς φύσεως προσκείμενον τὸ πρὸ πάσης τοῦτο τῆς θεωρητικῆς φιλοσοφίας εἶναι τὸ βιβλίον συνίστησι
主语是中性冠词分词短语 τὸ... προσκείμενον(“附加‘自然的’[这一词]”),它支配带不定式的宾格句结构 τὸ πρὸ πάσης... εἶναι τὸ βιβλίον(“这本书先于全部观照哲学”)作为动词 συνίστησι 的宾语,其中 τὸ βιβλίον 是不定式 εἶναι 的宾格主语。
- 2.5μήποτε δὲ οὕτως ἀκούειν ἄμεινον τῆς λέξεως, τὸ δείκνυσθαι τὸ χαλεπὸν τῆς πραγματείας διὰ τοῦ † πρὸς τὸ ὅλον ἔχειν μηδὲ μέρος ὁλοκλήρως ἔχειν δύνασθαι
μήποτε... ἄμεινον 是表达审慎建议的惯用结构(“或许……这样理解更好”)。随后的冠词不定式短语 τὸ δείκνυσθαι 作 οὕτως 的同位语以解释其内容;在表示原因的介词短语 διὰ τοῦ... 内部,表达比较的 πρὸς τὸ ὅλον ἔχειν(“相较于拥有整体”)与不定式从句 μηδὲ μέρος... δύνασθαι(“甚至无法完整拥有部分”)呈嵌套结构。
