- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:115.20-116.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯论述了认识中的真理如何源于事物中的真理及其对理念论的意涵,区分了观照与实践中的真理,并通过四因说及三项论证模型解释了亚里士多德关于原因在深度和广度上都不可能是无限的证明。
ὥσπερ γὰρ τὸ εἶναι ἔχει ὁ γεγραμμένος ἄνθρωπος διὰ τὸν Σωκράτην, εἰ τύχοι, οὕτως ἡ ἡμετέρα γνῶσις τὴν ἀλήθειαν ἔχει ἐκ τῆς ἐν τοῖς πράγμασιν ἀληθείας. ὥστε λέγει καὶ αὐτὸς ἰδέας εἶναι, εἴ γε † ἐκεῖθέν φησιν ἐνταῦθα παραγίνεσθαι. ἰστέον δὲ ὅτι μόνον ἐν τῇ θεωρίᾳ ἐστὶν ἀλήθεια, ἀλλὰ καὶ ἐν τῇ πράξει.1 πῶς οὖν φησιν ἡ περὶ τῆς ἀληθείας θεωρία; καὶ γὰρ ἡ πρακτική τε καὶ πολιτικὴ φιλοσοφία περὶ τὸ ἐν ἐκείνοις ἐστὶν ἀγαθόν· τέλος γὰρ τῶν πράξεων τὸ ἀγαθόν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν τεχνῶν. ἀληθείας γὰρ φροντίζει καὶ ὁ ἰατρὸς φάσκων ὅτι ὑγιανεῖ ὁ κάμνων, εἴ γέ ἐστιν ἡ τέχνη ἕξις μετὰ ἀληθοῦς λόγου ποιητική· τέλος δὲ τὸ ἀγαθὸν τίθεται. ἀλλ’ ἡ θεωρία τὴν γνῶσιν, περὶ δὲ γνώσεώς ἐστιν ὁ λόγος.2 ἔπειτα ἡ πρᾶξις μερικῶν τινων ἀντιλαμβάνεται καὶ ποτὲ μὲν ὄντων ποτὲ δὲ μὴ ὄντων, καὶ πρός τι, ὡς φησιν αὐτός· νῦν γάρ φησιν ὅτι ὑγιάζεται ἢ ὅτι οἰκοδομεῖ· ἡ μέντοι γε περὶ τὴν θεωρίαν ἀλήθεια, φησί, ἀΐδιος ὑπάρχει, καὶ οὐ ποτὲ μέν ἐστι, ποτὲ δὲ οὐκ ἔστι. πάλιν δὲ καὶ αὕτη ἡ ἀλήθεια ἡ περὶ τὴν θεωρίαν διαιρεῖται· τὸ μὲν γὰρ αὐτῆς μεθεκτόν ἐστι τὸ δὲ ἀμέθεκτον. ἀμεθέκτως μὲν γὰρ μετέχουσι τῆς ἀληθείας τὰ νοητά,3 τουτέστι τὸ πρῶτον αἴτιον, εἴ γε πηγή ἐστι τῆς ἀληθείας· τὰ δὲ οὐράνια εἰ καὶ ἀΐδια ὑπάρχουσιν, ἀλλ’ οὖν γε κατὰ μέθεξιν τῆς ἀληθείας μετέχουσι. ταῦτα τοίνυν εἰρηκὼς μετέρχεται ἐπὶ τὰς ἀρχὰς καὶ δείκνυσιν ὅτι οὐκ ἄπειροι ὑπάρχουσιν οὔτε κατὰ βάθος οὔτε κατὰ πλάτος, ὥστε εἶναι μὲν αἰτίας τὰς ψυχὰς τῆς κινήσεως, ταύτας δὲ 〈οὐκ〉 ἀπείρους ὑπάρχειν. εἶτα λοιπὸν δείκνυσιν ἐπὶ τῶν τεσσάρων αἰτιῶν τοῦτο. φησὶ γὰρ ὅτι οὐκ ἔστιν ἄπειρον τὸ ὑλικὸν αἴτιον· ἔστι γὰρ τὰ στοιχεῖα καὶ μετὰ ταῦτα ἡ ὕλη τὸ ὑποκείμενον· ὥστε οὐκ ἄπειρον. ὁμοίως δὲ καὶ τὸ ποιητικὸν αἴτιον καὶ τὸ τελικὸν καὶ εἰδικόν. καὶ λοιπὸν δείκνυσι τοῦτο χαριέντως. ἐὰν γάρ, φησίν, ὑποθώμεθα ἄπειρα τὰ αἴτια, πᾶσα ἀνάγκη ἀναιρεῖσθαι τὸ αἴτιον. ἔστω γὰρ καθ’ ὑπόθεσιν τρία αἴτια τὸ α β γ, καὶ ἔστω τὸ μὲν γ αἰτιατόν, τὸ δὲ β μέσον, τὸ δὲ α πρῶτον· δῆλον οὖν ὅτι ἀδύνατόν ἐστι τὸ γ εἶναι αἴτιον· αἰτιατὸν γὰρ μόνον ἐστίν. ἀλλ’ οὐδὲ τὸ μέσον ἐστὶν αἴτιον, φημὶ δὴ τὸ β, διότι καὶ αἰτιατόν ἐστι καὶ ἑνὸς μόνου αἴτιον· ὥστε τὸ α μόνως ἐστὶν αἴτιον. εἰ τοίνυν ὑποθώμεθα ἄπειρα εἶναι τὰ αἴτια, οὐκ ἔσται τῷ ὄντι αἴτιον· πᾶν γὰρ τὸ λαμβανόμενον καὶ αἴτιον ἔσται καὶ αἰτιατόν, τὸ δὲ κυρίως αἴτιον οὐκ ἔστιν αἰτιατόν.
因为正如所画的人若是碰巧因苏格拉底而具有其存在,我们的认识也同样从存在于事物中的真理中获得其真理。因此,如果他确实说它是从彼处来到此处的,那么他自己也主张存在理念。但应当知道的是,真理[不仅]存在于观照之中,而且也存在于实践之中。那么,他为什么说“对真理的考察”呢?因为实践哲学与政治哲学也是关于存在于那些事物之中的善的;因为行动的目的乃是善;在诸技艺上也是如此。因为医生断言病人将会康复,也是在顾及真理,如果技艺确实是伴随真实理路的制作品质的话;但被设立为目的的则是善。然而观照[将]认识[设为目的],而此处的论述正是关于认识的。此外,实践所领会的是某些个别的事物,它们有时存在有时不存在,并且是相对的,正如他自己所言;因为他说,现在正在被医治,或者现在正在建房;然而关于观照的真理,他说,是永恒存在的,而不是有时存在有时不存在。而且,这种关于观照的真理自身也被划分;因为其中一部分是可分有的,另一部分则是不可分有的。因为可知对象,即第一原因,不分有地分有真理,如果它确实是真理的源泉的话;而天体之物即使是永恒的,但也终究是通过分有而分有真理。因此,在说了这些之后,他进而转向本原,并表明它们无论在深度上还是在广度上都不是无限的,以至于灵魂虽然是运动的原因,但它们并不是无限的。随后,他在四种原因上指明了这一点。因为他说质料因不是无限的;因为存在着诸元素,而在这些之后则是作为基质的质料;所以它不是无限的。动力因、目的因和形式因亦同样如此。随后,他精妙地证明了这一点。因为他说,如果我们假设原因是有无限多个的,那么完全必然的是原因本身将被取消。因为依假设,设三个原因 α、β、γ,并设 γ 为被起因者,β 为中项,α 为第一者;那么显然,γ 不可能是原因;因为它是纯粹的被起因者。但中项也不是原因,我指的正是 β,因为它既是被起因者,又仅仅是一个事物的原因;所以唯独 α 是原因。因此,如果我们假设原因是无限的,就不会有真正的原因存在;因为所取的任何东西都将既是原因又是被起因者,而严格意义上的原因并不是被起因者。
- 2.2ἰστέον δὲ ὅτι μόνον ἐν τῇ θεωρίᾳ ἐστὶν ἀλήθεια, ἀλλὰ καὶ ἐν τῇ πράξει
从句法上看,由于后文出现了相对应的 ἀλλὰ καί(不仅……而且……),可以推断 ὅτι 之后省略或脱落了否定词 οὐ(即 οὐ μόνον... ἀλλὰ καί)。故补足否定词理解为“应当知道真理[不仅]在观照中,而且也在实践中”。
- 2.2ἀλλ’ ἡ θεωρία τὴν γνῶσιν, περὶ δὲ γνώσεώς ἐστιν ὁ λόγος
此句承接前句的 τέλος δὲ τὸ ἀγαθὸν τίθεται(设立善为目的),省略了动词短语 τέλος τίθεται。其核心骨架为“观照[将]认识[设为目的]”,以此来解释为何亚里士多德称之为“对真理的观照”。
- 2.2ἀμεθέκτως μὲν γὰρ μετέχουσι τῆς ἀληθείας τὰ νοητά
这是副词 ἀμεθέκτως(不可分有地、非分有地)与动词 μετέχουσι(分有)的佯谬结合。由于第一原因及可知对象不从他物分有真理,而是真理的源泉,此处体现了新柏拉图主义的专门术语用法,即它们“不经分有而具有真理(即自身就是真理)”。
