← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§114.21-115.20

考察真理难易的原因与前人的功绩

阿斯克勒庇俄斯注解《小阿尔法》卷首引文(993a30),阐明考察真理之所以困难源于认知主体的软弱,之所以容易则源于可知对象的极度明朗与认识成果的汇聚(射大门的比喻)。他论述了对前人开创与后人精炼(弗律尼斯与提摩太)的接纳,并指出事物中的真理优于认识中的真理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#1

" Ἡ περὶ τῆς ἀληθείας θεωρία τῇ μὲν χαλεπή, τῇ δὲ ῥᾳδία. σημεῖον δὲ τὸ μήτε ἀξίως μηδένα δύνασθαι τυχεῖν αὐτῆς." Βούλεται διὰ τῶν νῦν λεγομένων ὑπ’ αὐτοῦ ὁ Ἀριστοτέλης καὶ προτρέψασθαι. διὰ μὲν γὰρ τοῦ εἰπεῖν ὅτι1 χαλεπή ἐστιν ἡ περὶ τῆς ἀληθείας θεωρία συντονωτέρους ἡμᾶς ποιεῖ πρὸς τὴν ἀντίληψιν αὐτῆς διὰ τὴν δυσχέρειαν· διὰ δὲ πάλιν τοῦ εἰπεῖν τῇ δὲ ῥᾳδία προτρέπει, ὅτι οὐ δεῖ, φησίν, ἀποκνεῖν πρὸς τὰ ῥᾷστα τῶν πραγμάτων. εἶτα λοιπὸν δείκνυσι πῶς χαλεπὴ καὶ πῶς ῥᾳδία, καί φησιν ὅτι τὸ χαλεπὸν διττόν ἐστιν, ἢ διὰ τὴν φύσιν τῶν γινωσκομένων ἢ διὰ τὴν τῶν γινωσκόντων. ἡ περὶ τῆς ἀληθείας οὖν θεωρία, τουτέστιν ἡ περὶ τῶν νοητῶν κατάληψις, χαλεπή ἐστι διὰ τὴν ἡμετέραν ἀσθένειαν, οὐ διὰ τὴν οἰκείαν φύσιν· ὥσπερ γὰρ ὁ ἥλιος φανότατος ὢν τῇ ἑαυτοῦ φύσει ἀσύμμετρός ἐστι ταῖς νυκτερίσι διὰ τὴν αὐτῶν ἀσθένειαν (οὔτε γὰρ δύνανται φέρειν τὸ μεθ’ ἡμέραν φῶς), οὕτω δὲ καὶ τὰ νοητὰ φανότατα ὑπάρχοντα παντὸς μᾶλλον κατὰ τὴν αὐτῶν φύσιν ὅμως ἡμῖν δύσβατα ὑπάρχουσιν πρὸς ἀντίληψιν διὰ τὴν ἐν ἡμῖν ἀσθένειαν. καὶ ὡς φησιν ὁ Ἀλέξανδρος, ὅτι διὰ τοῦτο οὐ δυνατὸν ἡμᾶς ἀντιλαβέσθαι τῶν νοητῶν, ἐπειδὴ ὁ ἡμέτερος νοῦς ἀσθενής ἐστι πρὸς τὴν τῶν φύσει σαφῶν γνῶσιν, διότι συμπλέκεται αἰσθήσει καὶ φαντασίᾳ· εἰ δὲ χωρισθείη, φησί, ποτέ, ἀντιλήψεται. ὥστε οἶδε καὶ αὐτὸς ἄκων τε καὶ ἑκὼν ὅτι χωριστή ἐστιν ἡ ἡμετέρα ψυχὴ τοῦ σώματος. πάλιν κατασκευάζει τὸ ῥᾴδιον, ἐπειδὴ πάντες οἱ ἐπιχειρήσαντες γνῶναί τι, καὶ οἱ ἐπιπολαιότεροι, μετρίως κατώρθωσαν· παντάπασι γὰρ οὐδεὶς αὐτῆς ἀπέτυχε, καθάπερ, φησί, παροιμιαζόμενοί φαμεν ‘τί τις ἂν θύρας ἁμάρτοι’;2 διότι ὁ εἰς θύραν τοξεύων οὐχ ἁμαρτάνει διὰ τὸ μέγεθος τῆς θύρας. οὕτως οὖν, φησί, καὶ ὁ περὶ τῶν νοητῶν διαλεγόμενος οὐχ ἁμαρτάνει παντάπασιν, ἀλλὰ μέρος τι γινώσκει διὰ τὸ ὑπερβάλλον τῆς οὐσίας αὐτῶν φανοτάτης οὔσης· ὥστε τὸ ἐκ πολλῶν συναθροιζόμενον γίνεσθαι ἕν τι μέγεθος. εἶτα λοιπὸν καὶ εὐγνωμόνως φερόμενος ἀποδέχεται τοὺς πρὸ αὐτοῦ καὶ τοὺς ἐπιπολαιοτέρους, ἅτε δὴ ἀρχὴν παρεσχηκότας, καὶ τοὺς ὕστερον ἀκριβώσαντας, καί φησιν οὕτως, ὅτι εἰ μὴ γέγονε Τιμόθεος, οὐκ ἂν εἰδέναι ἐμέλλομεν3 πολλὴν μελοποιίαν· οὗτος γὰρ ἠκρίβωσε· καὶ πάλιν φησὶν ὅτι εἰ μὴ Φρῦνις ἀρχὴν ἡμῖν παραδέδωκεν, οὐκ ἄν ποτε Τιμόθεος γέγονεν. οὕτως οὖν, φησί, δεῖ καὶ ἐπὶ τῆς θεωρητικῆς φιλοσοφίας ἀποδέξασθαι καὶ τοὺς ἀρχὴν εἰρηκότας καὶ τοὺς ἀκριβώσαντας. εἶτα ταῦτα εἰρηκώς φησιν ὅτι διττή ἐστιν ἡ ἀλήθεια, ἡ μὲν ἐν τοῖς πράγμασιν ἡ δὲ ἐν τῇ γνώσει. καὶ κρείττων ἐστὶν ἡ ἀλήθεια ἡ ἐν τοῖς πράγμασι τῆς ἀληθείας τῆς ἐκ τῆς γνώσεως, διότι ἡ ἀλήθεια ἡ ἐν τοῖς πράγμασι τὰ νοητὰ ὑπάρχει, ἀεὶ ἔχοντα ταύτην τὴν ἀλήθειαν καὶ διδόντα ἡμῖν, τὰ δὲ παρέχοντα τῶν λαμβανόντων κρείττονα.

“对真理的考察在某种意义上是困难的,在某种意义上则是容易的。其征相乃是:既没有人能配得上地达及它……” 亚里士多德希望通过他现在所说的话也进行劝勉。因为通过说对真理的考察是困难的,他由于这种难处而使我们对其把握更加集中热切;而另一方面通过说“在某种意义上则是容易的”,他又进行了劝勉,因为他说,不应当对事物中最容易的那些畏缩不前。随后,他指明了它如何困难以及如何容易,并说困难有两种,要么是由于可知对象的本性,要么是由于认知者的本性。因此,对真理的考察,即可知对象的领会之所以困难,是由于我们自身的软弱,而非由于其固有的本性;因为正如太阳依其自身本性最为明朗,却由于蝙蝠自身的软弱而与其不相称(因为它们无法忍受白昼的光芒),同样,可知对象依其自身本性比一切都更为明朗,然而对我们而言,由于我们内里的软弱,在把握上依然难以企及。正如亚历山大所言,我们之所以不可能把握可知对象,是因为我们的理智对于本性上清晰的事物的认识是软弱的,因为它与感觉和表象交织在一起;他说,但若有朝一日得以分离,它就将把握它们。因此,无论他愿意与否,他自己也知道我们的灵魂与身体是可分离的。他又证明了其容易性,因为所有试图认识某种事物的人,即使是较为肤浅的人,也取得了适度的成功;因为根本没有一个人完全偏离了它,正如他说,我们常如谚语所说:“谁会射不中大门呢?”这是因为朝向大门射箭的人由于门之宏大而不会射偏。他说,因此,论述可知对象的人也不会完全偏离,而是由于其最为明朗的实体的超越性而认识了某一部分;以至于从众人那里汇集起来的东西形成了一个统一的量。随后,他怀着宽厚之情,既接纳了在他之前的人和较为肤浅的人,因他们提供了开端;又接纳了后来使之精确的人,并且这样说道:如果没有产生提摩太,我们就不会知道许多抒情诗作,因为是他使之精确;他又说,如果弗律尼斯没有把开端传授给我们,提摩太也绝不可能产生。他说,因此在理论哲学上也必须同样既接纳那些提出了开端的人,也接纳那些使之精确的人。接着,在说了这些之后,他说真理是双重的,一种在事物中,另一种在认识中。而在事物中的真理优于出于认识的真理,因为事物中的真理即是可知对象,它们始终保有这真理并赋予我们,而供给者优于接受者。

语法注3 条
  1. 2.2καὶ ὡς φησιν ὁ Ἀλέξανδρος, ὅτι

    ὡς 与 ὅτι 叠用以引出间接引语的句法赘用。若将 ὡς φησιν ὁ Ἀλέξανδρος 视作插入语(“正如亚历山大所说”),随后的 ὅτι 从句则作为主要陈述的内容从句引入阿佛洛狄西亚的亚历山大的观点。

  2. 2.2τί τις ἂν θύρας ἁμάρτοι

    由 ἄν 与不定过去时祈愿语气构成的修辞性反问,表示潜在可能(“谁会射不中大门呢?”,暗示绝无可能射偏),为俗谚定式。θύρας 为动词 ἁμαρτάνω 所支配的夺格性属格(偏离目标)。

  3. 2.2εἰ μὴ γέγονε Τιμόθεος, οὐκ ἂν εἰδέναι ἐμέλλομεν

    指向过去的与事实相反的条件句。条件从句使用直陈式完成时 γέγονε,归结从句使用带有 ἄν 的未完成过去时动词 ἐμέλλομεν 搭配不定词 εἰδέναι,表达过去与事实相反的推论(“我们将不可能知道”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:114.21-115.20